Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Εὐαγγέλιον

Κατὰ Ματθαῖον

Κεφάλαιον ΚΑ΄
Λειτουργία ανάγνωσης

Η είσοδος του Ιησού στα Ιεροσόλυμα1-11

Παράλληλα: Μαρκ ΙΑ 1-11, Λουκ ΙΘ 28-38, Ιωα ΙΒ 12-19

1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς

Ὅταν δὲ ἐπλησίασαν εἰς τὰ Ἱεροσόλυμα καὶ ἦλθαν εἰς Βηθσφαγῆ, κοντὰ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ἔστειλε ὁ Ἰησοῦς δύο μαθητὰς

2λέγων αὐτοῖς· Πορεύεθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾿ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.

λέγων εἰς αὐτούς· <πηγαίνετε εἰς τὸ χωριό, ποὺ εἶναι ἀπέναντί σας, καὶ ἀμέσως θὰ βρῆτε ἐκεῖ μίαν δεμένην ὄνον καὶ τὸ πουλάρι μαζῆ της· λύσατέ την καὶ φέρετέ τα εἰς ἐμέ.

3καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς.

Καὶ ἂν κανεὶς σᾶς πῇ τίποτε καὶ θελήσῃ νὰ σᾶς ἐμποδίσῃ, θὰ πῆτε: <Ὅτι ὁ Κύριος τὰ χρειάζεται· πολὺ δὲ σύντομα θὰ σᾶς τὰ ἐπιστρέψῃ>.

4Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·

Ὅλο δὲ αὐτὸ ἔγινε, διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο ποὺ ἐλέχθη διὰ τοῦ προφήτου Ζαχαρίου, ὁ ὁποῖος εἶπε·

5εἴπατε τῇ θυγατρὶ Σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.

<νὰ πῆτε εἰς τὴν θυγατέρα Σιών, τὴν Ἱερουσαλήμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται πρὸς σέ, πρᾶος καὶ ταπεινός, καθήμενος ἐπάνω εἰς ὄνον καὶ εἰς πουλάρι, γέννημα ὑποζυγίου>.

6πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς,

Ἐπῆγαν οἱ μαθηταὶ καὶ ἔκαμαν καθὼς τοὺς διέταξε ὁ Ἰησοῦς. (Καὶ ἀναμφιβόλως ἐθαύμασαν, ὅταν εἶδαν ὅτι τὰ πράγματα ἔγιναν, ὅπως ἀκριβῶς τοὺς εἶχε προείπει ὁ Διδάσκαλος).

7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.

Ἔφεραν πράγματι τὴν ὄνον καὶ τὸ πουλάρι της, ἔβαλαν ἐπάνω εἰς αὐτὰ τὰ ἐνδύματα των, ἐπάνω εἰς τὰ ὁποῖα καὶ ἐκάθισεν ὁ διδάσκαλος.

8ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.

Τὰ δὲ πολλὰ πλήθη τοῦ λαοῦ, ποὺ συνώδευαν τὸν Κύριον, ἔστρωναν εἰς ἔνδειξιν σεβασμοῦ τὰ ἐνδύματά των εἰς τὸν δρόμον, διὰ νὰ περάσῃ ἐπάνω ἀπὸ αὐτὰ ὁ Ἰησοῦς, καὶ οἱ ἄλλοι ἔκοπταν κλάδους ἀπὸ δένδρα καὶ ἔστρωναν εἰς τὸν δρόμον.

9οἱ δὲ ὄχλοι οἱ προάγοντες (αὐτὸν) καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυῒδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Τὰ πλήθη δὲ τοῦ λαοῦ, τόσον ἐκεῖνα ποὺ προηγοῦντο ὅσον καὶ ἐκεῖνα ποὺ ἀκολουθοῦσαν, ἐφώναζαν δυνατὰ καὶ ἔλεγαν· <δόξα καὶ ὕμνος εἰς τὸν ἔνδοξον ἀπόγονον τοῦ Δαυΐδ· εὐλογημένος ἂς εἶναι αὐτός ποὺ ἔρχεται ἐν ὀνόματι τοῦ Κυρίου, διὰ νὰ σώσῃ τὸν λαόν· δοξολογίας καὶ ὕμνους εἰς τὸν Μεσσίαν ἂς ψάλλουν αἱ στρατιαὶ τῶν ἀγγέλων, ποὺ εἶναι εἰς τοὺς οὐρανούς>.

10καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος;

Ὅταν δὲ εἰσῆλθεν αὐτὸς εἰς τὰ Ἱεροσόλυμα, συνεκλονίσθη ἡ πόλις ὅλη ἀπὸ τὴν μεγαλοπρεπῆ πομπὴν καὶ ἐρωτοῦσαν οἱ κάτοικοι· <ποιὸς εἶναι αὐτός;>

11οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.

Τὰ δὲ πλήθη ἔλεγαν· <Αὐτὸς εἶναι ὁ Ἰησοῦς, ὁ προφήτης ἀπὸ τὴν Ναζαρὲτ τῆς Γαλιλαίας>.

Η εκδίωξη των εμπόρων από τον ναό12-17

Παράλληλα: Μαρκ ΙΑ 15-19, Λουκ ΙΘ 45-48, Ιωα Β 13-22

12Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερόν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,

Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸν ναὸν τοῦ Θεοῦ καὶ ἐξεδίωξε ἀπὸ τὰς αὐλὰς τοῦ ἱεροῦ τοὺς πωλοῦντας καὶ ἀγοράζοντας, ἀνέτρεψε τὰ τραπέζια τῶν ἀργυραμοιβῶν καὶ τὰ καθίσματα αὐτῶν ποὺ πωλοῦσαν περιστέρια πρὸς θυσίαν.

13καὶ λέγει αὐτοῖς· Γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

Καὶ λέγει εἰς αὐτούς· <εἶναι γραμμένο εἰς τὴν Ἁγίαν Γραφήν: Ὁ οἶκος μου θὰ ὀνομασθῇ οἶκος προσευχῆς· ἀλλὰ σεῖς τὸν ἐκάματε, μὲ τὴν αἰσχροκέρδειαν καὶ τὴν ἀπληστίαν σας, σπήλαιον ληστῶν>.

14Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς.

Καὶ προσῆλθαν πρὸς αὐτὸν ἐκεῖ εἰς τὸν ναὸν χωλοὶ καὶ τυφλοὶ καὶ τοὺς ἐθεράπευσε.(Καὶ κατὰ τὰς δραματικὰς ἐκείνας ἡμέρας, ποὺ προηγήθησαν ἀπὸ τὸ πάθος του, δὲν ἔπαυε νὰ ἐκδηλώνῃ μὲ τὰ θαύματά του τὴν ἄπειρον ἀγάπην του πρὸς τοὺς πάσχοντας).

15ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυῒδ, ἠγανάκτησαν

Ὅταν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εἶδαν τὰ θαυμαστὰ αὐτὰ ἔργα ποὺ ἔκανε ὁ Ἰησοῦς καὶ ἤκουσαν τὰ παιδιὰ εἰς τὸν ναὸν νὰ κράζουν καὶ νὰ λέγουν <δόξα καὶ τιμὴ εἰς τὸν ἀπόγονον τοῦ Δαυΐδ>, ἠγανάκτησαν

16καὶ εἶπον αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;

καὶ εἶπαν εἰς αὐτόν· <ἀκούεις, τί λέγουν αὐτὰ τὰ παιδιά;> Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε· <ναί, ἀκούω· ἀλλὰ διατὶ σεῖς ἐνοχλεῖσθε; Δὲν ἔχετε, λοιπόν, ποτὲ ἀναγνώσει εἰς τὴν Γραφήν, ποὺ προλέγει ὅτι ἀπὸ στόμα νηπίων καὶ βρεφῶν, ποὺ θηλάζουν ἀκόμη, συνέθεσες, ὦ Θεέ, δοξολογίαν;>

17καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.

Καὶ ἐγκαταλείψας αὐτοὺς ἐβγῆκεν ἔξω ἀπὸ τὴν πόλιν εἰς τὴν Βηθανίαν καὶ ἐκεῖ ἐπέρασε τὴν νύκτα.

Η άκαρπη συκιά18-22

Παράλληλα: Μαρκ ΙΑ 12-14, Μαρκ ΙΑ 20-24

Ανάγνωσμα · Μ Δευτέρα Όρθρος, 18-43

18Πρωῒας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασε·

Ὅταν δὲ τὴν πρωΐαν ἐπέστρεψε εἰς τὴν πόλιν, ἐπείνασε·

19καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.

Καὶ καθὼς εἶδε μία συκιά, παραπλεύρως εἰς τὸν δρόμον, ἐπλησίασε εἰς αὐτὴν καὶ δὲν εὑρῆκε τίποτε, παρὰ μόνον φύλλα καὶ λέγει εἰς αὐτήν· <ποτὲ πλέον ἀπὸ σὲ νὰ μὴ γίνῃ καρπὸς εἰς τὸν αἰῶνα>. Καὶ ἀμέσως ἐξηράθηκε ἡ συκιά. (Τοῦτο δὲ ἔκαμε ὁ Κύριος, διὰ νὰ συμβολίσῃ τὴν καταδίκην, ποὺ ἐπερίμενε τοὺς γραμματεῖς καὶ Φαρισαίους, οἱ ὁποῖοι εἴχαν τὴν ἐξωτερικὴν ἐμφάνισιν τῆς εὐσεβείας, ὄχι ὅμως τὴν δύναμιν καὶ τὴν ἀρετὴν αὐτῆς).

20καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;

Ὅταν δὲ εἶδαν οἱ μαθηταὶ τὸ καταπληκτικὸν αὐτὸ γεγονός, ἐθαύμασαν καὶ εἶπαν· <πῶς εἰς τὴν στιγμὴν ἐξηράνθηκε ἡ συκιά;>

21ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·

Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· <σᾶς διαβεβαιώνω, ὅτι ἐὰν ἔχετε ἀκλόνητον πίστιν καὶ δὲν ἀμφιβάλλετε εἰς τὴν δύναμιν τοῦ Θεοῦ, ὄχι μόνο τὸ θαῦμα τῆς συκιᾶς θὰ κάμετε, ἀλλὰ καὶ ἂν πῆτε εἰς τὸ ὅρος τοῦτο: Σήκω καὶ πέσε εἰς τὴν θάλασσαν, θὰ γίνῃ.

22καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε.

Καὶ ὅλα ὅσα θὰ ζητήσετε εἰς τὴν προσευχὴν σας μὲ πίστιν θὰ τὰ λάβετε>.

Η εξουσία του Ιησού23-27

Παράλληλα: Μαρκ ΙΑ 27-33, Λουκ Κ 1-8

23Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;

Ὅταν δὲ ἐπῆγε εἰς τὸν ναόν, προσῆλθαν τὴν ὥραν ποὺ ἐδίδασκε οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ τοῦ εἶπαν· <μὲ ποίαν ἐξουσίαν κάμνεις αὐτά, καὶ ποιός σοῦ ἔδωκε τὴν ἐξουσίαν νὰ διώξῃς τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἀπὸ τὸν ναόν, καὶ ἐνῶ δὲν ἐσπούδασες εἰς καμμίαν ραββινικὴν σχολήν, πῶς διδάσκεις εἰς τὸν λαόν;>

24ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· <καὶ ἐγὼ θὰ σᾶς ἐρωτήσω ἕνα μόνον λόγον· ἄν μου ἀπαντήσετε, τότε καὶ ἐγὼ θὰ σᾶς πῶ μὲ ποίαν ἐξουσίαν κάνω αὐτά, διὰ τὰ ὁποῖα σεῖς ἀγανακτεῖτε.

25τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατὶ οὖν οὐκ ἐπιστεύσατε αὐτῷ·

Τὸ βάπτισμα Ἰωάννου, ὁ ὁποῖος ὅπως ξέρετε ἔδωσε ἐπίσημον μαρτυρίαν δι᾿ ἐμέ, ἀπὸ ποῦ ἧτο; Προήρχετο ἀπὸ τὸν Θεὸν ἢ ἧτο ἀπατηλὴ ἐπινόησις τῶν ἀνθρώπων;> Ἐκεῖνοι τότε ἐσυλλογίζοντο ἀπὸ μέσα των καὶ ἔλεγαν· <ἐὰν ποῦμε ὅτι ἧτο ἐκ Θεοῦ, θὰ μᾶς πῇ, διατὶ λοιπὸν δὲν ἐπιστεύσατε εἰς τὸν Ἰωάννην καὶ εἰς ὅσα ἐκεῖνος εἶπε δι᾿ ἐμέ;

26ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην.

Ἐὰν δὲ ποῦμε ὅτι ἧτο ἐπινόησις ἀνθρώπων, φοβούμεθα τὸν λαόν, διότι ὅλοι παραδέχονται καὶ τιμοῦν τὸν Ἰωάννην ὡς προφήτην>.

27καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Καὶ αὐτοί, οἱ ἀνεγνωρισμένοι διδάσκαλοι τοῦ Ἰσραήλ, εἶπαν εἰς τὸν Ἰησοῦν καταντροπιασμένοι· <δὲν γνωρίζομεν>. Τοὺς εἶπε τότε καὶ αὐτός· <οὔτε καὶ ἐγὼ σᾶς λέγω μὲ ποίαν ἐξουσίαν κάμνω τὰ ἔργα αὐτά.

Ανάγνωσμα · Η παραβολή για τους δυό γιούς, 28-32

28Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.

Ποίαν δὲ γνώμην ἔχετε δι᾿ αὐτό, ποὺ θὰ σᾶς πῶ; Ἔνας ἄνθρωπος εἶχε δύο υἱοὺς καὶ προσελθὼν εἰς τὸν πρῶτον εἶπε· παιδί μου, πήγαινε νὰ ἐργασθῇς σήμερα εἰς τὸ ἀμπέλι μου.

29ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε.

Ἐκεῖνος δὲ ἀποκριθεὶς εἶπε: Δὲν θέλω· ὕστερα ὅμως μετεμελήθη, ἄλλαξε γνώμην καὶ ἐπῆγε.

30καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε.

Καὶ προσελθὼν ὁ πατέρας εἰς τὸ δεύτερο παιδὶ του εἶπε ὅ,τι καὶ εἰς τὸ πρῶτον. Ἐκεῖνος δὲ ἀποκριθεὶς εἶπε· εὐχαρίστως, κύριε, πηγαίνω εἰς τὸ ἀμπέλι>· ἀλλὰ δὲν ἐπῆγε.

31τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

Ποῖος ἀπὸ τοὺς δυὸ ἔκαμε τὸ θέλημα τοῦ πατρός;> Λέγουν εἰς αὐτόν· <ὁ πρῶτος>. Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· <σᾶς διαβεβαιώνω, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι, οἱ ὁποῖοι ἔδειξαν εἰς τὴν ἀρχὴν ἀνυπακοὴν πρὸς τὸν Θεόν, τώρα ἐπειδὴ μετενόησαν προπορεύονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἀπὸ σᾶς, οἱ ὁποῖοι μὲ τὰ λόγια μόνον καὶ ὄχι μὲ τὰ ἔργα δείχνετε ὑπακοὴν εἰς τὸν Θεόν.

32ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

Διότι ἦλθε πρὸς σᾶς ὁ Ἰωάννης κηρύττων καὶ φανερώνων μὲ τὰ ἔργα του καὶ τὰ λόγια του τὸν δρόμον τῆς δικαιοσύνης καὶ δὲν ἐπιστεύσατε εἰς αὐτόν. Οἱ τελῶναι ὅμως καὶ αἱ πόρναι ἐπίστευσαν εἰς αὐτόν. Σεῖς δέ, καὶ ὅταν εἴδατε αὐτοὺς νὰ πιστεύουν, δὲν μετενοήσατε, ὥστε νὰ πιστεύσετε ὕστερα εἰς αὐτόν.

Η παραβολή των κακών γεωργών33-46

Παράλληλα: Μαρκ ΙΒ 1-12, Λουκ Κ 9-19

Ανάγνωσμα · Κυρ. ΙΓ, 33-42

Ανάγνωσμα · Στεφάνου Πρωτομάρτυρος, 33-42

33Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.

Ἀκοῦστε καὶ ἄλλην παραβολήν· ἔνας ἄνθρωπος οἰκοδεσπότης ἐφύτευσε ἀμπέλι καὶ ὕψωσε γύρω ἀπὸ αὐτὸ φράκτην καὶ ἔσκαψε μέσα εἰς αὐτὸ πατητήρι καὶ δεξαμένην καὶ ἔκτισε πύργον, διὰ νὰ μένουν οἱ ἐργάται καὶ οἱ φύλακες· ἐνοικίασε αὐτὸ εἰς γεωργοὺς καὶ ἀνεχώρησε εἰς ἄλλην χώραν.

34ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.

Ὅταν δὲ ἐπλησίασε ὁ καιρὸς τοῦ τρυγητοῦ, ἔστειλε τοὺς δούλους του εἰς τοὺς γεωργούς, διὰ νὰ πάρουν τοὺς καρπούς ποὺ ἐδικαιοῦτο.

35καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.

Οἱ δὲ γεωργοί, μοχθηροὶ καὶ ἄπληστοι, συνέλαβαν τοὺς δούλους καὶ ἄλλον μὲν ἔδειραν, ἄλλον δὲ ἐφόνευσαν, ἄλλον δὲ ἐλιθοβόλησαν.

36πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.

Πάλιν ὁ οἰκοδεσπότης ἔστειλε ἄλλους δούλους περισσοτέρους ἀπὸ τοὺς πρώτους καὶ ἔκαμαν εἰς αὐτοὺς τὰ ἴδια.

37ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.

Ὕστερα δὲ ἔστειλε πρὸς αὐτοὺς τὸν υἱὸν του λέγων: Οἱ ἄνθρωποι αὐτοὶ θὰ ἐντραποῦν τουλάχιστον τὸ παιδί μου.

38οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.

Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν υἱόν, εἶπαν μεταξὺ των: Αὐτὸς εἶναι ὁ κληρονόμος· ἐλᾶτε, ἂς τὸν φονεύσωμεν καὶ ἂς καταλάβωμεν ὁριστικὰ πλέον ἡμεῖς τὴν κληρονομίαν του.

39καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.

Καὶ ἀφοῦ τὸν συνέλαβαν, τὸν ἔβγαλαν ἔξω ἀπὸ τὸ ἀμπέλι καὶ ἐκεῖ τὸν ἐφόνευσαν>.(Κακοὶ γεωργοί, οἱ πνευματικοὶ ἄρχοντες τοῦ Ἰσραήλ, ἀσεβεῖς καὶ ἀχάριστοι πρὸς τὸν οἰκοδεσπότην, ἐξεμεταλλεύοντο τὴν ἄμπελον, δηλαδὴ τὸν Ἰουδαϊκὸν λαόν, ἐκακοποιοῦσαν καὶ ἐφόνευον τοὺς προφήτας, ποὺ ἔστελλε ὁ Θεός, καὶ τέλος θὰ ἐφόνευαν μὲ σταυρικὸν θάνατον τὸν υἱὸν τοῦ Θεοῦ, τὸν Χριστόν, ἔξω ἀπὸ τὴν Ἱερουσαλήμ, διὰ νὰ μείνουν ἀνενόχλητοι ἐκμεταλλευταὶ τῆς ἀμπέλου τοῦ Θεοῦ).

40ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;

Μετὰ τὴν διήγησιν τῆς παραβολῆς ἠρώτησε τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους τοῦ λαοῦ ὁ Χριστός· <ὅταν λοιπὸν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί θὰ κάμῃ εἰς τοὺς γεωργοὺς ἐκείνους;>

41λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.

Καὶ αὐτοὶ τοῦ ἀπήντησαν· <τόσον κακοί ποὺ ὑπῆρξαν, κακῶς θὰ τοὺς ἐξολοθρεύσῃ καὶ θὰ ἐμπιστευθῇ εἰς ἄλλους γεωργοὺς τὸν ἀμπελῶνα, οἱ ὁποῖοι θὰ δώσουν εἰς αὐτὸν τοὺς καρποὺς εἰς τὰς καταλλήλους ἐποχάς>.

42λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· <οὐδέποτε λοιπὸν ἐδιαβάσατε εἰς τὰς Γραφάς· λίθον, δηλαδὴ ἐμέ, τὸν ὁποῖον ἀπέρριψαν ὡς ἀκατάλληλον οἱ κτίσται, σεῖς οἱ οἰκοδόμοι τοῦ λαοῦ, ἔγινε ἀκρογωνιαῖος λίθος εἰς τὴν πνευματικὴν οἰκοδομὴν τοῦ Θεοῦ, δηλαδὴ εἰς τὴν Ἐκκλησίαν, ἡ ὁποία ἔγινε παρὰ τοῦ Θεοῦ καὶ εἶναι ἀξιοθαύμαστη εἰς τοὺς ὀφθαλμοὺς μας;

43διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς·

Διὰ τοῦτο σᾶς λέγω, ὅτι θὰ ἀφαιρεθῇ ἀπὸ σᾶς ἡ βασιλεία τοῦ Θεοῦ καὶ θὰ δοθῇ εἰς ἔθνος, ποὺ θὰ παράγῃ καρπούς, δηλαδὴ ἔργα ἀγαθά.

44καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ λικμήσει αὐτόν.

Ἐκεῖνος δέ, ὁ ὁποῖος θὰ πέσῃ ἐναντίον τοῦ ἀκρογωνιαίου αὐτοῦ λίθου, θὰ κατατσακισθῇ.

45καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·

Καὶ εἰς ὅποιον πέσῃ ἐπάνω ὁ βαρὺς αὐτὸς λίθος, θὰ τὸν κάμῃ συντρίμμια καὶ σκόνην>.

46καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.

Καὶ ὅταν ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς του, ἐνόησαν πλέον ὅτι δι᾿ αὐτοὺς ὁμιλεῖ. Καὶ παρ᾿ ὅλον ὅτι ἐζητοῦσαν νὰ τὸν συλλάβουν, δὲν ἐτόλμησαν, ἐπειδὴ ἐφοβήθησαν τὸν λαόν, ὁ ὁποῖος ἐσέβετο καὶ ἐτιμοῦσε αὐτὸν ὡς προφήτην.