Κατὰ Λουκᾶν
Η εξουσία του Ιησού1-8
Παράλληλα: Ματ ΚΑ 23-27, Μαρκ ΙΑ 27-33
1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
Μίαν ἀπὸ τὰς μεγάλας ἐκείνας ἡμέρας καθὼς ὁ Κύριος ἐδίδασκε εἰς τὰς αὐλὰς τοῦ Ναοῦ τὸν λαὸν καὶ ἐκήρυττε τὸ χαρμόσυνον μήνυμα τῆς σωτηρίας, ἦλθαν ἔξαφνα κοντὰ του ἀποφασιστικοὶ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς μαζῆ μὲ τοὺς πρεσβυτέρους
2καὶ εἶπον πρὸς αὐτόν λέγοντες· Εἰπέ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
καὶ τοῦ εἶπαν· <πές μας, μὲ ποιὰ ἐξουσία κάμνεις αὐτὰ ἢ ποιός σοῦ ἔδωκε τὴν ἐξουσίαν αὐτήν, ὥστε, ἐκτὸς τῶν ἄλλων, νὰ διώχνῃς καὶ τοὺς ἐμπορευομένους ἀπὸ τὸν ναόν;>
3ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι·
Ἀπεκρίθη δὲ καὶ εἶπεν εἰς αὐτοὺς ὁ Κύριος· <καὶ ἐγὼ θὰ σᾶς ὑποβάλω μίαν ἐρώτησιν, εἰς τὴν ὁποίαν σὰν διδάσκαλοι μὲ ἐξουσίαν καὶ κῦρος ποὺ θέλετε νὰ εἷσθε, πρέπει νά μοῦ ἀπαντήσετε.
4τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
Τὸ βάπτισμα τοῦ Ἰωάννου ἧτο ἀπὸ τὸν οὐρανόν, ἐγίνετο κατόπιν ἐντολῆς τοῦ Θεοῦ, ἢ ἧτο ἁπλῆ καὶ ἄνευ σημασίας ἐπινόησις ἀνθρώπων>.
5οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
Ἐκεῖνοι δὲ ἐσκέφθησαν μεταξὺ των καὶ εἶπαν ὅτι, ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ, δηλαδὴ ἀπὸ τὸν Θεόν, θὰ μᾶς πῇ· διατὶ δὲν ἐπιστεύσατε εἰς αὐτόν;
6ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
Ἐὰν δὲ εἴπωμεν, ὅτι ἧτο ἐπινόησις ἀνθρώπων καὶ ἐπομένως ὁ Ἰωάννης δὲν ἧτο προφήτης, ἀπεσταλμένος δηλαδὴ ἀπὸ τὸν Θεόν, ὅλος ὁ λαὸς θὰ μὰς λιθοβολίσῃ ἀγρίως, διότι ὅλοι ἔχουν ἀκλόνητον τὴν πεποίθησιν, ὅτι ὁ Ἰωάννης εἶναι προφήτης τοῦ Θεοῦ.
7καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
Καί, αὐτοί, οἱ ἐπίσημοι διδάσκαλοι τοῦ Ἰσραήλ, κατησχημένοι ἀπήντησαν, ὅτι δὲν ξεύρουν, ἀπό ποῦ ἧτο τὸ βάπτισμα τοῦ Ἰωάννου.
8καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Καὶ τότε ὁ Ἰησοῦς τοὺς εἶπεν· <οὔτε ἐγὼ σᾶς λέγω μὲ ποίαν ἐξουσίαν κάμνω αὐτά>.
Η παραβολή των κακών γεωργών9-19
Παράλληλα: Ματ ΚΑ 33-46, Μαρκ ΙΒ 1-12
9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς.
Ἤρχισε δὲ νὰ διδάσκῃ πρὸς τὸν λαὸν τὴν ἐξῇς παραβολήν: <ἔνας ἄνθρωπος ἐφύτευσε ἀμπέλι καὶ ἔδωσεν αὐτὸ μὲ ἐνοίκιον εἰς τοὺς γεωργοὺς καὶ ἐταξίδευσε διὰ πολὺν καιρὸ εἰς ξένην χώραν.
10καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσωσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
Εἰς τὸν καιρὸν δὲ τῆς ἐσοδείας ἔστειλε πρὸς τοὺς γεωργοὺς ἕνα δοῦλον, διὰ νὰ τοῦ δώσουν τὸ μέρος τοῦ καρποῦ, ποὺ ἐδικαιοῦτο. Οἱ γεωργοὶ ὅμως ἀφοῦ τὸν ἔδειραν, τὸν ἐδίωξαν ἀδειανόν.
11καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
Τότε ὁ οἰκοδεσπότης ἀπεφάσισε νὰ στείλῃ ἀκόμη εἰς αὐτοὺς ἄλλον δοῦλον. Αὐτοὶ δέ, ἀφοῦ καὶ ἐκεῖνον ἔδειραν καὶ ἐξευτέλισαν, τὸν ἔστειλαν μὲ ἀδειανὰ χέρια.
12καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
Καὶ ἀπεφάσισε ἀκόμη νὰ στείλῃ καὶ τρίτον δοῦλον. Ἐκεῖνοι ὅμως καὶ τοῦτον, ἀφοῦ ἐτραυμάτισαν, τὸν πέταξαν ἔξω ἀπὸ τὸ ἀμπέλι.
13εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
Εἶπε τότε ὁ κύριος τοῦ ἀμπελιοῦ: Τί νὰ κάμω τώρα; Ἕνα μοῦ μένει· θὰ στείλω τὸν υἱόν μου τὸν ἀγαπητόν. Ἴσως, ὅταν τὸν ἴδουν, νὰ ἐντραποῦν.
14ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
Ὅταν ὅμως τὸν εἶδαν οἱ γεωργοί, ἐσκέπτοντο μεταξὺ των καὶ ἔλεγαν: Αὐτὸς εἶναι ὁ κληρονόμος· ἐλᾶτε λοιπὸν νὰ τὸν θανατώσωμεν, διὰ νὰ γίνῃ πλέον ἰδικὴ μας ἡ κληρονομία.
15καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
Καὶ ἀφοῦ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὸ ἀμπέλι, τὸν ἐφόνευσαν. Τί λοιπὸν θὰ κάμῃ ἐναντίον αὐτῶν ὁ κύριος τοῦ ἀμπελιοῦ;
16ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· Μὴ γένοιτο.
Θὰ ἔλθῃ ὁ ἴδιος καὶ θὰ ἐξολοθρεύσῃ τοὺς γεωργοὺς αὐτοὺς καὶ θὰ δώσῃ τὸ ἀμπέλι εἰς ἄλλους>. Μερικοὶ δὲ ἀπὸ τοὺς Φαρισαίους, ποὺ ἦσαν ἐκεῖ, ὅταν ἤκουσαν τὴν παραβολὴν καὶ ἐνόησαν τὴν σημασίαν της, εἶπαν: Μὴ γένοιτο!
17ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· Τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
Ὁ δὲ Κύριος τοὺς ἐκύτταξε κατάματα καὶ εἶπε· <καὶ ὅμως ἔτσι θὰ γίνῃ, διότι τί σημασίαν ἔχει τότε αὐτό ποὺ εἶναι γραμμένο εἰς τοὺς προφήτας, ὅτι δηλαδὴ λίθον τὸν ὁποῖον ἐπέταξαν ὡς ἀκατάλληλον οἱ οἰκοδόμοι, αὐτὸς ἔγινε κεφαλὴ καὶ ἀκρογωνιαῖος λίθος, δι᾿ ὅλην τὴν οἰκοδομήν;
18πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.
Καὶ καθένας ποὺ θὰ ἐπιπέσῃ ἐναντίον τοῦ λίθου αὐτοῦ, θὰ τσακισθῇ. Ἐκεῖνον δέ, ἐπάνω εἰς τὸν ὁποῖον θὰ πέσῃ βαρὺς αὐτὸς ὁ λίθος, θὰ τὸν συντρίψῃ, θὰ τὸν κάμῃ θρύψαλα καὶ σκόνην καὶ θὰ τὸν διαλύσῃ. (Ἄμπελος ἧτο ὁ Ἰσραηλιτικὸς λαός, κακοὶ γεωργοὶ οἱ ἄρχοντες τοῦ λαοῦ, δοῦλοι ἦσαν οἱ προφῆται τοὺς ὁποίους οἱ ἄπιστοι ἄρχοντες τοῦ λαοῦ ἐκακοποίησαν καὶ ἐφόνευσαν· υἱὸς τοῦ κυρίου τοῦ ἀμπελῶνος, ὁ ἐναθρωπήσας Υἱὸς τοῦ Θεοῦ, τὸν ὁποῖον οἱ ἄρχοντες τοῦ λαοῦ θὰ ἐσταύρωναν ἔξω ἀπὸ τὴν Ἱερουσαλήμ. Καὶ ὁ Θεὸς κατὰ λόγον δικαιοσύνης, θὰ τοὺς ἀφαιροῦσε πλέον τὴν ἠγεσίαν τοῦ λαοῦ, διὰ νὰ δώσῃ αὐτὴν εἰς ἄλλους καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἀκρογωνιαῖος λίθος τῆς Ἐκκλησίας, θὰ τοὺς συνέτριβε διὰ τὴν σκληροκαρδίαν αὐτῶν καὶ θὰ τοὺς διέλυε).
19Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε.
Καταγανακτημένοι τότε οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐζήτησαν νὰ τὸν συλλάβουν ἐκείνην τὴν ὥρα, διότι ἐκατάλαβαν καλά, ὅτι δι᾿ αὐτοὺς ἔλεγε τὰς παραβολάς, ἀλλὰ ἐφοβήθησαν τὸν λαόν.
Ο φόρος στο Ρωμαίο αυτοκράτορα20-26
Παράλληλα: Ματ ΚΒ 15-22, Μαρκ ΙΒ 13-17
20Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
Καὶ ἀφοῦ ἐπερίμεναν κατάλληλον εὐκαιρίαν, ἔστειλαν βαλτοὺς ἀνθρώπους των, ποὺ ὑπεκρίνοντο ὅτι εἶναι δίκαιοι, διὰ νὰ ἀποσπάσουν ἀπὸ αὐτὸν κάποιον ἐνοχοποιητικὸν ἢ παρεξηγήσιμον λόγον, ὥστε νὰ τὸν παραδώσουν εἰς τὴν ἀρχὴν καὶ ἐξουσίαν τοῦ ἡγεμόνος.
21καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις·
Καί, λοιπόν, τὸν ἠρώτησαν λέγοντες· <διδάκαλε, γνωρίζομεν, ὅτι ὀρθὰ καὶ σωστὰ λέγεις καὶ διδάσκεις καὶ δὲν λαμβάνεις ὑπ᾿ ὄψιν σου πρόσωπα ἀνθρώπων, ἀλλά, στηριζόμενος εἰς τὴν ἀλήθειαν, διδάσκεις πάντοτε τὸν δρόμον τοῦ Θεοῦ.
22ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ;
Σὲ παρακαλοῦμεν, λοιπὸν νὰ μᾶς δώσῃς μίαν συμβουλήν. Ἐπιτρέπεται εἰς ἡμᾶς, ποὺ ἥμεθα ὁ ἐκλεκτὸς λαὸς τοῦ Θεοῦ, νὰ δίνωμεν φόρον εἰς τὸν Καίσαρα ἢ ὄχι;>
23κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· Τί μέ πειράζετε;
Ἐκατάλαβε πολὺ καλὰ ὁ Κύριος τὴν πανουργίαν αὐτῶν καὶ τοὺς εἶπε· <διατὶ μὲ ἐρωτᾶτε μὲ δολιότητα καὶ θέλετε νὰ μὲ συλλάβετε εἰς παγίδαν;
24δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπον· Καίσαρος.
Δείξατέ μου ἕνα δηνάριον· ποίου τὴν εἰκόνα καὶ τὴν ἐπιγραφὴν ἔχει;> Ἐκεῖνοι ἀπεκρίθησαν καὶ εἶπαν <τοῦ Καίσαρος>.
25ὁ δὲ εἶπεν αὐτοῖς· Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
Αὐτὸς τότε τοὺς εἶπε· <δῶστε, λοιπόν, πίσῳ εἰς τὸν Καίσαρα, αὐτά ποὺ ἀνήκουν εἰς τὸν Καίσαρα, πληρώσατε φόρον εἰς τὸν Καίσαρα, τοῦ ὁποίου τὰ νομίσματα χρησιμοποιεῖτε εἰς τὰς συναλλαγὰς σας καὶ δηλώνετε ἔτσι, ὅτι εὑρίσκεσθε ὑπὸ τὴν ἐξουσίαν καὶ προστασίαν του. Δῶστε ὅμως καὶ εἰς τὸν Θεὸν αὐτά ποὺ ἀνήκουν εἰς τὸν Θεόν, ὁλόκληρον τὸν εὐατὸν σας μὲ ἀγάπην καὶ ὑποταγὴν εἰς ἐκεῖνον>.
26καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
Καὶ δὲν ἠμπόρεσαν νὰ τοῦ ἀποσπάσουν ἐμπρὸς εἰς τὸν λαὸν κανένα ἐνοχοποιητικὸν λόγον. Καὶ γεμάτοι θαυμασμὸν διὰ τὴν ἀποστομωτικὴν ἀπάντησίν του, ἔκλεισαν τὸ στόμα των.
Το ερώτημα για την ανάσταση27-40
Παράλληλα: Ματ ΚΒ 23-33, Μαρκ ΙΒ 18-27
27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν
Ἐπλησίασαν τότε τὸν Ἰησοῦν μερικοὶ ἀπὸ τοὺς Σαδδουκαίους, οἱ ὁποῖοι ἔλεγαν ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν καὶ τὸν ἠρώτησαν
28λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
λέγοντες· <διδάσκαλε, ὁ Μωϋσῆς ἔγραψε γιὰ μᾶς εἰς τὸν νόμον του, ὅτι ἐὰν ὁ ἀδελφὸς κάποιου ἀποθάνῃ καὶ ἔχῃ γυναῖκα καὶ αὐτὸς ἀποθάνῃ ἄτεκνος, πρέπει ὁ ἀδελφὸς του νὰ λάβῃ σύζυγον τὴν γυναῖκα καὶ νὰ γεννήσῃ ἀπόγονον εἰς τὸν ἀδελφὸν του.
29ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
Ἦσαν λοιπὸν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ἀφοῦ ἐνυμφεύθη μίαν γυναῖκα ἀπέθανε ἄτεκνος.
30καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·
Καὶ ἐπῇρε ὁ δεύτερος τὴν γυναῖκα αὐτήν, ἀλλὰ καὶ αὐτὸς ἀπέθανε ἄτεκνος.
31καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον·
Καὶ ὁ τρίτος ἐπῇρε ἐπίσης αὐτήν. Τὸ ἴδιο καὶ οἱ ἑπτά· καὶ δὲν ἀφῆκαν τέκνα καὶ ἀπέθανον.
32ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.
Ὕστερα δὲ ἀπὸ ὅλους ἀπέθανε καὶ ἡ γυναῖκα.
33ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
Κατὰ τὴν ἀνάστασιν λοιπὸν τῶν νεκρῶν εἰς ποῖον ἀπὸ τοὺς ἑπτὰ ἀδελφοὺς θὰ εἶναι σύζυγος ἡ γυναῖκα αὐτῇ; Διότι καὶ οἱ ἑπτὰ τὴν εἴχαν νόμιμον σύζυγον>.
34καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται·
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς τοὺς εἶπεν· <οἱ ἄνθρωποι τῆς παρούσης ζωῆς νυμφεύονται καὶ δίδονται εἰς γάμον.
35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
Ἐκεῖνοι ὅμως ποὺ θὰ ἀξιωθοῦν νὰ ἀπολαύσουν τὴν μέλλουσαν ζωὴν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν οὔτε νυμφεύονται οὔτε δίδονται εἰς γάμον.
36οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
Διότι οὔτε καὶ νὰ ἀποθάνουν πλέον δύνανται, ἐπειδὴ τὰ σώματα των εἶναι ἄφθαρτα καὶ αἰώνια. Εἶναι ὅμοιοι μὲ τοὺς ἀγγέλους καὶ υἱοὶ τοῦ Θεοῦ, υἱοί ποὺ δὲν προέρχονται ἀπὸ φυσικὴν γέννησιν, ἀλλὰ ἀπὸ τὴν ἀνάστασιν, ποὺ ὁ Θεὸς θὰ διατάξῃ καὶ θὰ πραγματοποιήσῃ.
37ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.
Ὅτι δὲ ἀνασταίνονται οἱ νεκροὶ τὸ ἀνήγγειλε καὶ ὁ Μωϋσῆς ἐκεῖ εἰς τὴν βάτον, ὅταν δηλαδὴ ὀνομάζῃ τὸν Κύριον ὡς τὸν Θεὸν τοῦ Ἀβραὰμ καὶ τὸν Θεὸν τοῦ Ἰσαὰκ καὶ τὸν Θεὸν τοῦ Ἰακώβ.
38Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
Μάθετε δὲ ὅτι ὁ Θεὸς δὲν εἶναι Θεὸς νεκρῶν, ἀλλὰ ζωντανῶν. Διότι ὅλοι, ὅσοι ἔχουν φύγει ἀπὸ τὴν γῆν καὶ εἶναι δι᾿ ἡμᾶς νεκροί, διὰ τὸν Θεὸν εἶναι ζωντανοί, ζοῦν πλησίον αὐτοῦ εἰς ἐπικοινωνίαν μὲ αὐτόν>.
39ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· Διδάσκαλε, καλῶς εἶπας.
Μερικοὶ δὲ ἀπὸ τοὺς γραμματεῖς, ἀντίθετοι τῶν Σαδδουκαίων, ἔλαβαν τὸν λόγον τότε καὶ εἶπαν· <Διδάσκαλε, πολὺ καλὰ ὠμίλησες>.
40οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
Δὲν ἐτολμοῦσαν δὲ πλέον νὰ τὸν ἐρωτοῦν κατὰ τρόπον δόλιον εἰς τίποτε, διότι ἔβγαιναν νικημένοι καὶ ἐντροπιασμένοι.
Ο Μεσσίας και ο Δαυϊδ41-44
Παράλληλα: Ματ ΚΒ 41-46, Μαρκ ΙΒ 35-37
41Εἶπε δὲ πρὸς αὐτούς· Πῶς λέγουσι τὸν Χριστὸν υἱόν Δαυῒδ εἶναι;
Εἶπε δὲ πρὸς αὐτούς· <πῶς λέγουν ὅτι ὁ Χριστὸς εἶναι ἀπόγονος τοῦ Δαυΐδ;
42καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου
Ἐνῶ ὁ ἴδιος ὁ Δαυῒδ εἰς τὸ βιβλίον τῶν ψαλμῶν λέγει· εἶπεν ὁ Κύριος καὶ Θεὸς εἰς τὸν Κύριόν μου Χριστόν, κάθισε εἰς τὰ δεξιά μου ἐπὶ τοῦ θρόνου,
43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
ἕως ὅτου βάλω τοὺς ἐχθρούς σου ὑποπόδιον εἰς τὰ πόδια σου.
44Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱός αὐτοῦ ἐστιν;
Ὁ Δαυῒδ λοιπὸν ὀνομάζει αὐτὸν Κύριον, καὶ πῶς εἶναι δυνατὸν νὰ εἶναι μόνον ἀπόγονός του; Ἡ προσφώνησις αὐτῇ εκ μέρους τοῦ Δαυΐδ, φανερώνει ὅτι ὁ Μεσσίας δὲν εἶναι μόνον ἀπόγονος τοῦ Δαυΐδ, ἀλλὰ Κύριος καὶ Θεός>.
Η υποκρισία των γραμματέων45-47
Παράλληλα: Ματ ΚΓ 1-36, Μαρκ ΙΒ 38-40
45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
Ἐνῶ δὲ ὅλος ὁ λαὸς τὸν ἤκουε εἶπε εἰδικώτερα εἰς τοὺς μαθητὰς του·
46Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
<προσέχετε ἀπὸ τοὺς γραματεῖς, οἱ ὁποῖοι θέλουν νὰ περιπατοῦν μὲ ἐπισήμους στολὰς καὶ ἀγαποῦν τοὺς τιμητικοὺς χαιρετισμοὺς εἰς τὰς ἀγορὰς καὶ τὰς πρωτοκαθεδρίας εἰς τὰς συναγωγὰς καὶ τὰς πρώτας θέσεις εἰς τὰ δεῖπνα.
47οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρίμα.
Αὐτοὶ εἶναι ποὺ κατατρώγουν τὰς οἰκίας τῶν χηρῶν καὶ κατόπιν μὲ ὑποκριτικὴν εὐλάβειαν κάνουν ἐμπρὸς εἰς τοὺς ἀνθρώπους μακρᾶς προσευχάς. Αὐτοὶ θὰ λάβουν μεγαλυτέραν καταδίκην, ἀπὸ ἐκείνην ποὺ θὰ λάβουν οἱ ἄλλοι ἁμαρτωλοί>.