Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Εὐαγγέλιον

Κατὰ Ματθαῖον

Κεφάλαιον ΚΒ΄
Λειτουργία ανάγνωσης

Η παραβολή των βασιλικών γάμων1-14

Παράλληλα: Λουκ ΙΔ 15-24

1Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς λέγων·

Καὶ συνεχίσας ὁ Ἰησοῦς τὴν ὁμιλίαν του πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, ἐλάλησε πρὸς αὐτοὺς μὲ παραβολὰς πάλιν καὶ εἶπε·

Ανάγνωσμα · Κυρ. ΙΔ, 2-14

2Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ.

<Ἡ βασιλεία τῶν οὐρανῶν εἶναι ὁμοία μὲ βασιλέα, ὁ ὁποῖος ἔκαμε μεγαλοπρεπεῖς γάμους εἰς τὸ παιδὶ του.

3καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.

Καὶ ἔστειλε τοὺς δούλους του νὰ καλέσῃ τοὺς προσκαλεσμένους του εἰς τοὺς γάμους, ἀλλὰ ἐκεῖνοι δὲν ἤθελαν νὰ ἔλθουν.

4πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.

Πάλιν ἔστειλε ἄλλους δούλους λέγων: Εἰπέτε εἰς τοὺς προσκαλεσμένους· ἰδοὺ τὸ συμπόσιον τὸ ἔχω ἑτοιμάσει, οἱ ταύροι μου καὶ τὰ καλοθρεμμένα θρεφτάρια ἔχουν σφαγῆ καὶ ὅλα εἶναι ἕτοιμα. Ἐλᾶτε εἰς τοὺς γάμους.

5οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ·

Ἀλλ᾿ ἐκεῖνοι ἐπεριφρόνησαν τὴν πρόσκλησιν, ἀδιαφόρησαν καὶ ἐπῆγαν ἄλλος μὲ εἰς τὸ κτῆμα του, ἄλλος δὲ εἰς τὸ ἐμπόριόν του.

6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.

Οἱ ὑπόλοιποι δέ, ἀφοῦ ἐπιασαν τοὺς δούλους, τοὺς ὕβρισαν καὶ τοὺς ἐφόνευσαν.

7ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.

Ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη διὰ τὴν ἀχαρακτήριστον συμπεριφορὰν τῶν προσκαλεσμένων, ἔστειλε τὰ στρατεύματά του, ἐξωλόθρευσε τοὺς φονεῖς ἐκείνους καὶ κατέκαυσε τὴν πόλιν των.

8τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·

Τότε λέγει εἰς τοὺς δούλους του: Ὁ μὲν γάμος εἶναι ἕτοιμος, ἀλλὰ οἱ προσκεκλημένοι δὲν ἦσαν ἄξιοι νὰ παρακαθήσουν εἰς τὸ συμπόσιον.

9πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.

Πηγαίνετε λοιπὸν ἐκεῖ, ὅπου βγάζουν οἱ δρόμοι καὶ ξεχύνονται οἱ ἄνθρωποι, καὶ ὅσους ἂν βρῆτε καλέσατέ τους εἰς τοὺς γάμους.

10καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.

Ἐξῆλθον οἱ δοῦλοι ἐκεῖνοι εἰς τοὺς δρόμους καὶ συνεκέντρωσαν ὅλους ὅσους εὐρῆκαν καλοὺς καὶ κακούς· καὶ ἐγέμισε ἡ μεγάλη αἴθουσα τοῦ γαμηλίου συμποσίου ἀπὸ συνδαιτημόνας.

11εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·

Ὅταν δὲ εἰσῆλθεν ὁ Βασιλεὺς νὰ ἴδῃ τοὺς καθισμένους εἰς τὸ συμπόσιον, παρετήρησεν ἐκεῖ ἕνα ἄνθρωπον, ὁ ὅποιος δὲν ἐφοροῦσε κατάλληλον γιὰ γάμον ἔνδυμα

12καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.

καὶ λέγει εἰς αὐτόν: Φίλε, πῶς ἐμπῆκες ἐδῶ, χωρὶς νὰ ἔχῃς κατάλληλον ἔνδυμα γάμου; (Ἔπρεπε νὰ φιλοτιμηθῇς ἀπὸ τὴν τιμήν πού σοῦ ἔκανα καὶ νὰ προσπαθήσῃς νὰ βρῇς ἕνα τέτοιο ἔνδυμα). Ἐκεῖνος δὲ ἔμεινε ἄφωνος.

13τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Τότε εἶπε ὁ βασιλεὺς εἰς τοὺς ὑπηρέτας: Δέστε του πόδια καὶ χέρια, πέρτε τον καὶ ρίψατέ τον εἰς τὸ πυκνότατον σκότος· ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ ὁ τριγμὸς τῶν ὀδόντων.

14πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.

Διότι πολλοὶ εἶναι οἱ προσκεκλημένοι εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλὰ ὀλίγοι εἶναι οἱ ἐκλεκτοί, ποὺ δέχονται μὲ εὐγνωμοσύνην τὴν πρόσκλησιν καὶ ἑτοιμάζονται ὅπως πρέπει>.

Ο φόρος στο Ρωμαίο αυτοκράτορα15-22

Παράλληλα: Μαρκ ΙΒ 13-17, Λουκ Κ 20-26

Ανάγνωσμα · Μ Τρίτη Όρθρος, 15 – ΚΓ 39

15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.

Τότε ἔφυγαν οἱ Φαρισαῖοι καὶ ἔκαμαν συμβούλιον καὶ ἀπεφάσισαν νὰ παγιδεύσουν τὸν Ἰησοῦν μὲ συζήτησιν, ποὺ θὰ ἄνοιγαν μαζῆ του.

16καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου·

Καὶ στέλνουν εἰς αὐτὸν τοὺς μαθητὰς των μαζῆ μὲ τοὺς ὀπαδοὺς τοῦ Ἡρῴδου, ποὺ ἦσαν φίλοι τῶν κατακτητῶν Ρωμαίων, καὶ τοῦ εἶπαν· <διδάκαλε, γνωρίζομεν καλὰ ὅτι εἷσαι φιλαλήθης καὶ εἰλικρινὴς καὶ ὅτι τὸν δρόμον τοῦ Θεοῦ μὲ κάθεν ἀλήθειαν διδάσκεις καὶ δὲν σὲ μέλει γιὰ τίποτε, διότι δὲν ἀποβλέπεις, πῶς νὰ φανῇς εὐχάριστος εἰς τοὺς ἀνθρώπους·

17εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ·

Πὲς μας λοιπόν, τί γνώμην ἔχεις; Ἐπιτρέπεται νὰ πληρώνωμεν φόρον εἰς τὸν Καίσαρα ἢ ὄχι;> (Ἡ ἐρώτησις ἦτο δολία καὶ πανοῦργος, διότι ἐὰν ἔλεγε <ναί> ὁ Κύριος, θὰ τὸν κατήγγελλαν εἰς τὸν λαὸν ὅτι εὐνοεῖ τὴν τυραννικὴν κατοχὴν τῶν Ρωμαίων· ἐὰν ἔλεγε <ὄχι>, θὰ τὸν κατήγγελλαν εἰς τοὺς Ρωμαίους ὡς ἐπαναστάτην καὶ ἐχθρὸν τοῦ Καίσαρος).

18γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· Τί με πειράζετε, ὑποκριταί;

Ἀλλ᾿ ὁ Ἰησοῦς κατενόησεν ἀμέσως τὴν πονηρία των καὶ εἶπε· <διατὶ μὲ πειράζετε ὑποκριταί;

19ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.

Δεῖξτε μου τὸ νόμισμα ποὺ πληρώνετε ὡς φόρον>. Ἐκεῖνοι δὲ τοῦ ἔφεραν ἕνα δηνάριον.

20καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;

Καὶ λέγει εἰς αὐτούς· <Τίνος εἶναι ἡ εἰκὼν αὐτὴ καὶ ἡ ἐπιγραφή;>

21λέγουσιν αὐτῷ· Καίσαρος· τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.

Ἀπήντησαν εἰς αὐτόν· <τοῦ Καίσαρος>. Τότε τοὺς λέγεις· <δῶστε, λοιπόν, πίσῳ εἰς τὸν Καίσαρα, αὐτά ποὺ ἀνήκουν εἰς τὸν Καίσαρα, καὶ εἰς τὸν Θεόν, αὐτά ποὺ ἀνήκουν εἰς τὸν Θεόν>

22καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

Καὶ ἀκούσαντες ἔμειναν κατάπληκτοι· ἄφησαν αὐτὸν καὶ ἀπῆλθαν, χωρὶς νὰ τολμήσουν νὰ συνεχίσουν τὴν ζυζήτησιν.

Το ερώτημα για την ανάσταση των νεκρών23-34

Παράλληλα: Μαρκ ΙΒ 18-27, Λουκ Κ 27-40

23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν

Τὴν ἰδίαν ἡμέραν προσῆλθαν εἰς αὐτὸν οἱ Σαδδουκαῖοι, αὐτοὶ οἱ ὁποῖοι ἔλεγαν ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν καὶ τὸν ἠρώτησαν

24λέγοντες· Διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

λέγοντες· <διδάσκαλε ὁ Μωϋσῆς εἶπε, ἐὰν κάποιος πεθάνῃ, χωρὶς νὰ ἀποκτήσῃ τέκνα, πρέπει ὁ ἀδελφὸς του νὰ νυμφευθῇ τὴν χήραν ἐκείνου, διὰ νά φέρῃ υἱόν, ὁ ὁποῖος κατὰ τὸν νόμον θὰ ἐθεωρεῖτο παιδὶ τοῦ ἀδελφοῦ του.

25ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·

Ἦσαν, λοιπόν, μεταξὺ μας ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ἀφοῦ ἐνυμφεύθη ἀπέθανε καὶ ἐπειδὴ δὲν ἀπέκτησε τέκνα, ἀφῆκε τὴν γυναῖκα του εἰς τὸν ἀδελφὸν του.

26ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.

Ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως καὶ τὸν ἕβδομον, ὅλοι ἐνυμφεύθησαν τὴν γυναῖκα.

27ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.

Ὕστερα δὲ ἀπὸ ὅλους ἐπέθανε καὶ ἡ γυναίκα.

28ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν.

Κατὰ τὴν ἀνάστασιν λοιπὸν τῶν νεκρῶν εἰς ποῖον ἀπὸ τοὺς ἑπτὰ θὰ ἀνήκῃ ἡ γυναῖκα; Διότι ὅλοι εἴχαν αὐτὴν ὡς νόμιμον σύζυγον>.

29ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ·

Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ εἶπε εἰς αὐτούς· <πλανᾶσθε, διότι δὲν γνωρίζετε τὰς Γραφὰς οὔτε τὴν δύναμιν τοῦ Θεοῦ.

30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι.

Διότι εἰς τὴν ἀνάστασιν οὔτε οἱ ἄνδρες νυμφεύονται, οὔτε οἱ γυναῖκες ὑπανδρεύονται, ἀλλὰ εἶναι ὅλοι σὰν ἄγγελοι τοῦ Θεοῦ εἰς τὸν οὐρανόν.

31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος,

Ὠς πρὸς δὲ τὴν ἀνάστασιν τῶν νεκρῶν δὲν ἐδιαβάσατε αὐτό ποὺ σᾶς ἔχει λεχθῆ ἀπὸ τὸν Θεόν, ὁ ὁποῖος εἶπε διὰ τοὺς τρεῖς πατριάρχας, ποὺ εἴχαν πλέον ἀποθάνει:

32ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.

Ἐγὼ εἷμαι ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ ὁ Θεὸς τοῦ Ἰσαὰκ καὶ ὁ Θεὸς τοῦ Ἰακώβ; Δὲν εἶναι ὁ Θεός, Θεὸς νεκρῶν, ποὺ ἔπαυσαν πλέον νὰ ὑπάρχουν, ἀλλὰ Θεὸς ζωντανῶν, ὅπως εἶναι καὶ οἱ πατριάρχαι, οἱ ὁποῖοι, μολονότι ἀπέθαναν, ἐξακολουθοῦν ἐν τούτοις νὰ ζοῦν καὶ θὰ ζοῦν αἰωνίως>.(Καὶ τὰ εἶπε αὐτά, διὰ νὰ καταδείξῃ τὴν χονδροειδῆ ἄγνοιαν τῶν Σαδδουκαίων καὶ νὰ καταδικάσῃ τὴν μωρὰν ἀπιστίαν των).

33καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Καὶ ὅταν ἤκουσαν τὰ πλήθη τοῦ λαοῦ αὐτά, κατελήφθησαν ἀπὸ βαθὺν θαυμασμὸν διὰ τὴν διδασκαλίαν του.

34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό,

Οἱ δὲ Φαρισαῖοι, ὅταν ἤκουσαν ὅτι ἀπεστόμωσε τοὺς Σαδδουκαίους, ἐμαζεύτηκαν εἰς τὸ ἴδιο μέρος, ὅπου ἧτο ὁ Ἰησοῦς,

Η σπουδαιότερη εντολή35-40

Παράλληλα: Μαρκ ΙΒ 28-34, Λουκ Ι 25-28

Ανάγνωσμα · Κυρ. ΙΕ, 35-46

35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικὸς, πειράζων αὐτόν καὶ λέγων·

καὶ ἔνας ἀπὸ αὐτοὺς νομοδιδάσκαλος, τὸν ἠρώτησε, μὲ τὴν πονηρὰν διάθεσιν νὰ τὸν φέρῃ εἰς δύσκολον θέσιν, λέγων·

36Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;

<Διδάσκαλε, ποία εἶναι ἡ μεγαλυτέρα ἐντολὴ μέσα εἰς τὸν νόμον;>

37ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·

Ὁ δὲ Ἰησοῦς ἀπήντησεν εἰς αὐτόν· <νὰ ἀγαπᾷς Κύριον τὸν Θεόν σου μὲ ὅλην τὴν καρδιάν σου καὶ μὲ ὅλην τὴν ψυχήν σου καὶ μὲ ὅλην τὴν δοιάνοιάν σου.

38αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.

Αὐτὴ εἶναι ἡ πρώτη καὶ μεγάλη ἐντολή.

39δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

Δευτέρα δὲ ἐντολὴ ὁμοία μὲ αὐτήν· νὰ ἀγαπᾷς τὸν πλησίον σου σὰν τὸν ἑαυτόν σου.

40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.

Ἐπάνω εἰς τὰς δύο αὐτὰς ἐντολὰς ὅλος ὁ νόμος καὶ οἱ προφῆται στηρίζονται>. (Καὶ εἰς τὴν πονηρὰν ἐκείνην ἐρώτησιν ἔδωσε τὴν θείαν ἀπάντησίν του>.

Ο Μεσσίας και ο Δαυίδ41-46

Παράλληλα: Μαρκ ΙΒ 35-37, Λουκ Κ 41-44

41Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς

Ἐνῶ δὲ ἦσαν συγκεντρωμένοι οἱ Φαρισαῖοι, τοὺς ἠρώτησεν ὁ Ἰησοῦς

42λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· Τοῦ Δαυῒδ.

λέγων· <ποίαν γνώμην ἔχετε περὶ τοῦ Χριστοῦ; Τίνος εἶναι ἀπόγονος;> Λέγουν εἰς αὐτόν· <εἶναι ἀπόγονος τοῦ Δαυΐδ>.

43λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον καλεῖ αὐτὸν λέγων,

Λέγει εἰς αὐτούς· <Ἐὰν εἶναι ἔνας ἁπλοῦς καὶ μόνον ἀπόγονος τοῦ Δαυΐδ, πῶς τότε ὁ Δαυΐδ, ἐμπνεόμενος ἀπὸ τὸ Ἅγιον Πνεῦμα, ὀνομάζει αὐτὸν Κύριον καὶ Θεὸν λέγων,

44εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

εἶπεν ὁ Κύριος καὶ Θεὸς εἰς τὸν Κύριόν μου καὶ Θεόν, τὸν Χριστόν, κάθισε εἰς τὰ δεξιά μου ἐπὶ τοῦ θρόνου, μέχρις ὅτου θέσω τοὺς ἐχθρούς σου ὑποπόδιον, ἐπάνω εἰς τὸ ὁποῖον θὰ πατοῦν τὰ πόδια σου;

45εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;

Ἐὰν λοιπὸν ὁ Δαυῒδ ὀνομάζει αὐτὸν Κύριον καὶ Θεόν, πῶς εἶναι ἁπλοῦς ἀπόγονός του, ὅπως σεῖς νομίζετε; (Ὁ Δαυῒδ λοιπόν, σύμφωνα μὲ ἀποκάλυψιν ἐκ μέρους τοῦ Θεοῦ, ἐπίστευσε καὶ προεκήρυξε τὸν Μεσσίαν, τὸν κατὰ σάρκα ἀπόγονόν του, ὡς Κύριόν του καὶ Θεόν). Καὶ κανεὶς δὲν ἠμπόρεσε οὔτε λέξιν νὰ ἀπαντήσῃ οὔτε ἐτόλμησε κανεὶς ἀπὸ ἐκείνην τὴν ἡμέραν νὰ ἐρωτήσῃ πλέον αὐτόν.

46καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.