Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Εὐαγγέλιον

Κατὰ Ἰωάννην

Κεφάλαιον Α΄
Λειτουργία ανάγνωσης

Ο λόγος έγινε άνθρωπος1-18

Ανάγνωσμα · Κυρ. Πάσχα Λειτουργία, 1-17

1Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος.

Εἰς τὴν ἀρχὴν τῆς πνευματικῆς καὶ ὑλικῆς δημιουργίας, ἄναρχος καὶ προαιώνιος, ὑπῆρχεν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ. Καὶ ὁ Λόγος ἧτο πάντοτε ἀχώριστος ἀπὸ τὸν Θεὸν καὶ πλησιέστατα πρὸς αὐτόν, καὶ ὁ Λόγος ἧτο Θεὸς ἀπειροτέλειος, ὅπως ὁ Πατὴρ καὶ τὸ Ἅγιον Πνεῦμα.

2Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.

Αὐτὸς ὑπῆρχεν εἰς τὴν ἀρχὴν τῆς δημιουργίας ἠνωμένος πρὸς τὸν Θεόν.

3πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν.

Ὅλα τὰ δημιουργήματα ἔγιναν δι᾿ αὐτοῦ καὶ χωρὶς αὐτὸν δὲν ἔλαβε ὕπαρξιν κανένα, ἀπὸ ὅσα ἔχουν γίνει.

4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

Εἰς αὐτὸν ὑπῆρχε ζωὴ καὶ ὡς ἄπειρος πηγὴ ζωῆς ἐδημιούργησε καὶ διατηρεῖ κάθε ζωήν. Διὰ δὲ τοὺς ἀνθρώπους δὲν εἶναι μόνον ἡ φυσικὴ ζωή, ἀλλὰ καὶ τὸ πνευματικὸν φῶς, ποὺ φωτίζει τὸν νοῦν των εἰς κατανόησιν καὶ ἀποδοχὴν τῆς ἀληθείας.

5καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

Καὶ τὸ φῶς λάμπει μέσα εἰς τὸ σκοτάδι καὶ τὸ σκοτάδι δὲν ἠμπόρεσε ποτὲ νὰ τὸ ἐπισκιάσῃ καὶ τὸ ἐξουδετερώσῃ.

6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης·

Προάγγελος αὐτοῦ τοῦ φωτὸς κατὰ τὰς ἡμέρας ἐκείνας ἔγινεν ἔνας ἄνθρωπος, σταλμένος ἀπὸ τὸν Θεόν, τοῦ ὁποίου τὸ ὄνομα ἧτο Ἰωάννης.

7οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ.

Αὐτὸς ᾖλθε μὲ κύριον σκοπὸν νὰ μαρτυρήσῃ περὶ τοῦ φωτός, δηλαδὴ περὶ τοῦ Ἰησοῦ Χριστοῦ, καὶ μὲ τὸ κήρυγμά του νὰ προπαρασκευάσῃ τοὺς ἀνθρώπους, ὥστε νὰ πιστεύσουν ὅλοι εἰς τὸ φῶς.

8οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

Δὲν ἧτο ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἦλθε νὰ μαρτυρήσῃ διὰ τὸ φῶς.

9Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.

Ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἧτο πάντοτε τὸ ἀληθινὸν φῶς, τὸ ὁποῖον φωτίζει κάθε ἄνθρωπον, ποὺ ἔρχεται εἰς τὸν κόσμον.

10ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.

Ἦτο ἐξ ἀρχῆς εἰς τὸν κόσμον, ὡς δημιουργὸς καὶ κυβερνήτης, καὶ ὁ κόσμος ὅλος, ὁρατὸς καὶ ἀόρατος, ἔλαβεν ὕπαρξιν δι᾿ αὐτοῦ. Καὶ ὅμως ὅταν τὸ φῶς, ὁ Υἱὸς τοῦ Θεοῦ ἔγινε ἄνθρωπος, ὁ κόσμος δὲν τὸν ἀνεγνώρισε καὶ δὲν τὸν ἐδέχθη.

11εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.

Ἦλθε μεταξὺ τῶν ἰδικῶν του, δηλαδὴ τῶν Ἰουδαίων, τοὺς ὁποίους μὲ ἰδιαιτέραν στοργὴν διὰ μέσου τῶν αἰώνων εἶχε προστατεύσει, καὶ αὐτοὶ οἱ ἰδικοὶ του δὲν τὸν ἐδέχθησαν ὡς Σωτῆρα καὶ Θεὸν των.

12ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,

Ἄλλοι ὅμως τὸν ἐδέχθησαν. Εἰς ὅσους δὲ τὸν ἐδέχθησαν μὲ πίστιν ὡς Σωτῆρα καὶ Θεὸν των ἔδωκε τὸ δικαίωμα νὰ γίνουν τέκνα Θεοῦ, εἰς αὐτοὺς δηλαδή ποὺ πιστεύουν εἰς τὸ ὄνομά του.

13οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν.

Αὐτοὶ δὲν ἐγεννήθησαν ἀπὸ ἀνθρώπινα αἵματα οὔτε ἀπὸ θέλημα σαρκὸς οὔτε ἀπὸ θέλημα ἀνδρός, ἀλλὰ ἐγεννήθησαν ἀπὸ τὸν Θεόν.

14Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.

Καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἔγινε ἄνθρωπος κατὰ ὑπερφυσικὸν τρόπον καὶ κατεσκήνωσεν μὲ οἰκειότητα ἐν τῷ μέσῳ ἡμῶν καὶ ἡμεῖς εἴδαμεν τὴν μεγαλειώδη δόξαν του, δόξαν ὄχι ἀνθρωπίνην, ἀλλὰ θείαν καὶ ἀπέραντον, τὴν ὁποίαν εἶχεν ὡς φυσικὴν του κατάστασιν ἀπὸ τὸν Πατέρα, σὰν Υἱὸς τοῦ Θεοῦ μονογενής, γεμᾶτος χάριν καὶ ἀλήθειαν.

15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.

Ὁ Ἰωάννης μαρτυρεῖ δι᾿ αὐτὸν καὶ κράζει μὲ μεγάλην φωνήν, λέγων· <αὐτὸς ἧτο ἐκεῖνος, διὰ τὸν ὁποῖον σᾶς εἶπα, ὅτι ὁ ἐρχόμενος ὕστερα ἀπὸ ἐμὲ εἶναι ἀσυγκρίτως ἀνώτερος ἀπὸ ἐμέ, διότι ὡς Υἱὸς μονογενὴς τοῦ Πατρὸς ὑπῆρχε ἤδη, πρὶν ἐγὼ γεννηθῶ>.

16Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·

Καὶ ἀπὸ τὸν ἄπειρον πνευματικὸν πλοῦτον αὐτοῦ ὅλοι ἡμεῖς ἐλάβαμεν καὶ χάριν ἐπάνω εἰς τὴν χάριν.

17ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Διότι ἐνῶ ὁ νόμος ἐδόθη διὰ τοῦ Μωϋσέως, δούλου τοῦ Θεοῦ, ἡ χάρις καὶ ἡ ἀλήθεια ἦλθαν διὰ τοῦ Ἰησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ.

Ανάγνωσμα · Δευτέρα του Πάσχα, 18-28

18Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.

Τὸν Θεὸν κανείς ποτὲ δὲν ἔχει ἴδει. Ὁ Υἱὸς ὁ μονογενής, ποὺ ὑπάρχει προαιωνίως πάντοτε εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐφανέρωσεν εἰς ἡμᾶς καὶ κατέστησε γνωστὸν τὸν Θεόν.

Η μαρτυρία του Ιωάννη του Βαπτιστή19-28

Παράλληλα: Ματ Γ 1-12, Μαρκ Α 1-8, Λουκ Γ 1-20

19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ;

Καὶ αὐτῇ εἶναι ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅταν ἔστειλαν οἱ Ἰουδαῖοι ἀπὸ τὰ Ἱεροσόλυμα ἱερεῖς καὶ Λευΐτας νὰ τὸν ἐρωτήσουν· <σὺ ποιὸς εἷσαι;>

20καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός.

Καὶ ὡμολόγησε, καὶ δὲν ἠρνήθη. Καὶ ὡμολόγησεν ὅτι <δὲν εἷμαι ἐγὼ ὁ Χριστός>.

21καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; Ἠλίας εἶ σύ ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ.

Καὶ τὸν ἠρώτησαν πάλιν· <λοιπὸν ποῖος εἷσαι; Μήπως εἷσαι ὁ Ἠλίας;> Καὶ εἶπεν ὁ Ἰωάννης· <δὲν εἷμαι>.<Εἷσαι σὺ ὁ προφήτης, ὁ ἔνας καὶ μοναδικός, τὸν ὁποῖον προανήγγειλε ὁ Μωϋσῆς;> καὶ ἀπήντησεν· <ὄχι>.

22εἶπαν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;

Εἶπαν ἐν τέλει εἰς αὐτόν· <ποῖος εἷσαι; Πὲς μας, διὰ νὰ δώσωμεν ἀπάντησιν εἰς ἐκείνους ποὺ μᾶς ἔστειλαν. Τί λέγεις διὰ τὸν εὐατὸν του;>

23ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.

Εἶπεν ὁ Ἰωάννης· <ἐγὼ εἷμαι ἡ φωνὴ τοῦ ἀνθρώπου, ποὺ φωνάζει δυνατὰ εἰς τὴν ἔρημον τὰ λόγια τοῦ προφήτου Ἠσαΐου· κάμετε εὐθὺν τὸν δρόμον τοῦ Κυρίου· προετοιμάσατε τὰς ψυχὰς σας, διὰ νὰ ὑποδεχθοῦν τὸν Χριστόν>.

24Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων·

Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἀπὸ τὴν τάξιν τῶν Φαρισαίων.

25καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης;

Καὶ μὲ τόνον ἐπιτιμητικὸν τὸν ἠρώτησαν καὶ τοῦ εἶπαν· <διατὶ λοιπὸν βαπτίζεις, ἀφοῦ σὺ δὲν εἷσαι ὁ Χριστὸς οὔτε ὁ Ἠλίας οὔτε ὁ προφήτης;>

26ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,

Ἀπήντησεν εἰς αὐτοὺς ὁ Ἰωάννης καὶ εἶπε· <ἐγὼ μὲν σᾶς βαπτίζω μὲ νερό· ἀνάμεσα σας δὲ στέκει καὶ θὰ ἐμφανισθῇ ἕντος ὀλίγου ἐκεῖνος, τὸν ὁποῖον σεῖς δὲν γνωρίζετε.

27αὐτὸς ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.

Αὐτὸς εἶναι ποὺ ἔρχεται ὕστερα ἀπὸ ἐμέ, ὁ ὁποῖος ὅμως ὑπῆρξε πρὸ ἐμοῦ ὡς προαιώνιος Λόγος τοῦ Θεοῦ, καὶ τοῦ ὁποίου ἐγὼ δὲν εἷμαι ἄξιος νὰ λύσω οὔτε τὸ λωρὶ τοῦ ὑποδήματός του>.

28Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.

Αὐτὰ συνέβησαν εἰς τὴν Βηθανίαν, πέραν ἀπὸ τὸν Ἰορδάνην ὅπου ἐβάπτιζεν ὁ Ἰωάννης.

Ο αμνός του Θεού29-34

Παράλληλα: Ματ Γ 13-17, Μαρκ Α 9-11, Λουκ Γ 21-22

Ανάγνωσμα · Σύναξις Ιωάννου Βαπτιστού, 29-34

29Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Τὴν ἑπομένην ἡμέραν βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν νὰ ἔρχεται εἰς αὐτὸν καὶ λέγει· <ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ποὺ ἐπροφήτευσεν ὁ Ἠσαῒας, ὁ Μεσσίας καὶ Λυτρωτής, ὁ ὁποῖος θὰ θυσιασθῇ διὰ νὰ πάρῃ ἐπάνω του καὶ ἐξαλείψη τὴν ἁμαρτίαν καὶ τὴν ἐνοχήν τοῦ κόσμου.

30οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.

Αὐτὸς εἶναι, διὰ τὸν ὁποῖον σᾶς εἶπα· ὕστερα ἀπὸ ἐμὲ ἔρχεται ἄνθρωπος, ὁ ὁποῖος σὰν αἰώνιος Θεὸς ὑπάρχει πολὺ πρωτύτερα ἀπὸ ἐμέ, ἀσύγκριτα λαμπρότερος καὶ ἐνδοξότερος.

31κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.

Καὶ ἐγὼ δὲν τὸν ἐγνώριζα προηγουμένως, ἀλλὰ διὰ νὰ φανερωθῇ αὐτὸς εἰς τοὺς Ἰσραηλίτας, διὰ τοῦτο ἦλθα ἐγὼ καὶ βαπτίζω εἰς τὰ ὕδατα τοῦ Ἰορδάνου>.

32Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν·

Καὶ ἐβεβαίωσεν ὁ Ἰωάννης λέγων ὅτι <εἶδα τὸ Ἅγιον Πνεῦμα νὰ κατεβαίνῃ ὡσὰν περιστερὰ ἀπὸ τὸν οὐρανὸν καὶ ἔμεινεν εἰς αὐτὸν μονίμως.

33κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ.

Καὶ ἐγώ, ὅπως καὶ σεῖς, δὲν τὸν ἐγνώριζα, ἀλλὰ ἐκεῖνος ποὺ μὲ ἔστειλε νὰ βαπτίζω μὲ νερό, ἐκεῖνος μοῦ εἶπε: Εἰς ὅποιον ἴδῃς νὰ κατεβαίνῃ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νὰ μένῃ εἰς αὐτόν, αὐτὸς εἶναι, ποὺ βαπτίζει μὲ Πνεῦμα Ἅγιον.

34κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

Καὶ ἐγὼ πράγματι εἶδα, ὅπως μοῦ εἶπεν ὁ Θεός, καὶ ἔχω δώσει μαρτυρίαν καὶ ὁμολογίαν ὅτι αὐτὸς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ ποὺ ἔγινεν ἄνθρωπος>.

Οι πρώτοι μαθητές35-43

Παράλληλα: Ματ Δ 18-22, Μαρκ Α 16-20

Ανάγνωσμα · Ανδρέα Πρωτοκλήτου, 35-42

35Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,

Τὴν ἑπομένην ἡμέραν ἔστεκε πάλιν ὁ Ἰωάννης εἰς τὸν τόπον αὐτὸν καὶ δύο ἀπὸ τοὺς μαθητὰς του.

36καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.

Καὶ καθὼς μὲ ἀπέραντον σεβασμὸν ἐκύτταξε τὸν Ἰησοῦν, ποὺ περιπατοῦσε κάπου ἐκεῖ, λέγει· <ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ>.

37καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.

Καὶ οἱ δύο μαθηταί του ἤκουσαν τὰ λόγια του αὐτὰ καὶ ἠκολούθησαν τὸν Ἰησοῦν.

38στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς·

Ἐγύρισε δὲ ὁ Ἰησοῦς καὶ ὅταν τοὺς εἶδε νὰ τὸν ἀκολουθοῦν, λέγει εἰς αὐτούς.

39Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· Ραββί· ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε· ποῦ μένεις;

<Τί ζητεῖτε;> Ἐκεῖνοι δὲ τοῦ εἶπαν· <ραββί-ποὺ σημαίνει εἰς τὰ ἑλληνικὰ διδάσκαλε-ποῦ μένεις;>

40λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἵδετε. ἦλθαν οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.

Εἶπεν εἰς αὐτούς· <ἐλᾶτε καὶ ἰδέτε ποῦ μένω>. Ἦλθαν, λοιπόν, καὶ εἶδαν ποῦ μένει καὶ ἔμειναν κοντὰ του τὴν ἡμέραν ἐκείνην. Ἡ ὥρα δὲ ἧτο τέσσαρες τὸ ἀπόγευμα.

41Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ·

Ἔνας δὲ ἀπὸ τοὺς δύο, ποὺ ἤκουσαν τὰ ὅσα ὁ Ἰωάννης εἶπε περὶ τοῦ Ἰησοῦ καὶ ἠκολούθησαν αὐτόν, ἧτο ὁ Ἀνδρέας, ὁ ἀδελφὸς τοῦ Σίμωνος Πέτρου.

42εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστιν μεθερμηνευόμενον Χριστός·

Αὐτός, λοιπόν, πρῶτος εὑρίσκει τὸν ἀδελφὸν του τὸν Σίμωνα καὶ τοῦ λέγει· <εὑρήκαμεν τὸν Μεσσίαν, ὄνομα πού ἑρμηνεύεται εἰς τὴν ἑλληνικὴν Χριστός>.

43καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.

Καὶ ὠδήγησεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Καὶ ὁ Ἰησοῦς ἀφοῦ τὸν ἐκύτταξε μὲ βλέμμα βαθὺ καὶ στοργικὸν εἶπε· <σὺ εἷσαι Σίμων, ὁ υἱὸς τοῦ Ἰωνᾶ· σὺ θὰ ὀνομασθῇς Κηφᾶς, ὄνομα ποὺ ἑρμηνεύεται εἰς τὴν ἑλληνικὴν Πέτρος>.

Ο Ιησούς καλεί το Φίλιππο και το Ναθαναήλ44-52

Ανάγνωσμα · Α (της Ορθοδοξίας), 44-52

Ανάγνωσμα · Φιλίππου του Αποστόλου, 44-52

44Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι.

Τὴν ἄλλην ἡμέραν ἀπεφάσισεν ὁ Χριστὸς νὰ ἀναχωρήσῃ ἀπὸ τὴν Ἰουδαίαν διὰ τὴν Γαλιλαίαν. Εὑρίσκει τὸν Φίλιππον (μαθητὴν καὶ αὐτὸς τοῦ Βαπτιστοῦ, ἀπὸ τὸν ὁποῖον πολλὰ εἶχε ἀκούσει περὶ τοῦ Μεσσίου) καὶ τοῦ λέγει· <ἔλα κοντά μου>.

45ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.

Ὁ δὲ Φίλιππος κατήγετο ἀπὸ τὴν Βηθσαϊδά, ἀπὸ τὴν πατρίδα τοῦ Ἀνδρέου καὶ τοῦ Πέτρου.

46εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.

Εὑρίσκει ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ τοῦ λέγει· <αὐτόν ποὺ ἔγραψε ὁ Μωϋσῆς εἰς τὸν Νόμον καὶ προανήγγειλαν οἱ προφῆται εἰς τὰ προφητικὰ των βιβλία τὸν εὑρήκαμεν· εἶναι ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσήφ, ἀπὸ τὴν Ναζαρέτ>.

47καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε.

Ὁ Ναθαναὴλ ὅμως εἶπεν εἰς αὐτόν· <ἀπὸ τὴν Ναζαρὲτ εἶναι δυνατὸν νὰ βγῇ κάτι καλόν;> Λέγει εἰς αὐτὸν ὁ Φίλιππος· <ἔλα καὶ ἰδὲ μόνος σου, διὰ νὰ πεισθῇς>.

48εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι.

Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· <ἰδοὺ ἔνας γνήσιος Ἰσραηλίτης, εἰς τὸν ὁποῖον δὲν ὑπάρχει πονηρία>.

49λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.

Λέγει εἰς αὐτὸν ὁ Ναθαναήλ· <ἀπὸ ποῦ μὲ γνωρίζεις;> Ἀπήντησεν ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· <προτοῦ σὲ φωνάξῃ ὁ Φίλιππος, ὅταν ἤσουνα κάτω ἀπὸ τὴν συκῆν, μακρυὰ ἀπὸ κάθε ἀνθρώπινον μάτι, ἐγὼ σὲ εἶδα>.

50ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.

Ἀπεκρίθη τότε ὁ Ναθαναὴλ καὶ τοῦ εἶπε· <Διδάσκαλε, σὺ εἷσαι ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἷσαι ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, τὸν ὁποῖον, σύμφωνα μὲ τὶς προφητεῖες, ἐπεριμέναμεν>.

51ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ.

Τοῦ ἀπήντησεν δὲ ὁ Ἰησοῦς· <Διότι σοῦ εἶπα ὅτι σὲ εἶδα κάτω ἀπὸ τὴν συκῆν, πιστεύεις; Θὰ ἴδῃς ἀκόμη μεγαλύτερα ἀπὸ αὐτά>.

52καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Καὶ ἐν συνεχείᾳ λέγει πρὸς αὐτόν, ὥστε νὰ ἀκούσουν καὶ οἱ ἄλλοι μαθηταί· <σᾶς διαβεβαιώνω, ὅτι ἀπὸ τώρα θὰ ἴδετε ἀνοικτὸν τὸν οὐρανὸν καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ν᾿ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν, νὰ συνοδεύουν καὶ νὰ ὑπηρετοῦν τὸν υἱὸν τοῦ ἀνθρώπου (ὁ ὁποῖος ὡς Θεὸς εἶναι κύριος καὶ τῶν ἀγγέλων)>.