Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Ἐπιστολή

Πέτρου Β΄

Κεφάλαιον Α΄
Λειτουργία ανάγνωσης

Χαιρετισμός1-2

1Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ·

Ὁ Σίμων Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ πρὸς ἐκείνους, εἰς τοὺς ὁποίους ἐδόθη δωρεάν, σὰν διὰ λάχνοῦ, ἡ ἰδία κατὰ τὴν ἀξίαν καὶ τὴν τιμὴν πίστις, ποὺ ἐδόθη καὶ εἰς ἡμᾶς, ἕνεκα τῆς ἀμερολήπτου δικαιοσύνης τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Θεοῦ μας καὶ Σωτῆρος.

2χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.

Εὔχομαι νὰ πληθυνθῇ μεταξὺ σας ἡ χάρις καὶ ἡ εἰρήνη, διὰ τῆς ὅσον τὸ δυνατὸν βαθυτέρας καὶ τελειοτέρας γνώσεως τοῦ Θεοῦ καὶ τοῦ Ἰησοῦ, τοῦ Κυρίου μας.

Η εκλογή και η κλίση του χριστιανού3-11

3Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς,

Καὶ τοῦτο, διότι ἡ θεία δύναμις τοῦ Κυρίου Ἰησοῦ μᾶς ἔχει δωρήσει ὅλα ὅσα ὁδηγοῦν καὶ ὑποβοηθον πρὸς τὴν πνευματικὴν ζωὴν καὶ τὴν εὐσέβειαν. Μᾶς τὰ ἐδώρησε δὲ διὰ τῆς ἀκριβοῦς καὶ βαθείας γνώσεως τοῦ ἀληθινοῦ Θεοῦ, ὁ ὁποῖος μᾶς ἐκάλεσεν ἀπὸ τὴν πλάνην καὶ τὴν ἐνόχην, χάρις εἰς τὴν ἰδικὴν του ἄπειρον δόξαν καὶ τὴν ἀρετήν.

4δι᾿ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.

Διὰ μέσου δὲ αὐτῶν τῶν ἀπείρων τελειοτήτων του ἔχουν δωρηθῇ εἰς ἡμᾶς αἱ ἀνεκτίμητοι καὶ μέγισται ὑποσχέσεις, ἵνα ἐλκυόμενοι καὶ ἐνισχυόμενοι ἀπὸ αὐτὰς γίνετε συμμέτοχοι θείας φύσεως, ἀποφεύγοντες καὶ ἐλευθερούμενοι ἀπὸ τὴν φαυλότητα καὶ τὴν διαφθορὰν τοῦ κόσμου, πρὸς τὴν ὁποίαν ὠθεῖ καὶ ὑποδουλώνει ἡ ἁμαρτωλὴ ἐπιθυμία.

5καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,

Δι᾿ αὐτὸ τοῦτο δὲ καὶ σεῖς καταβάλατε ἀπὸ τὸν εὐατὸν σας κάθε ἐπιμέλειαν καὶ δραστηριότητα καὶ προσθέσατε εἰς τὴν πίστιν σας τὴν ἀρετήν· εἰς δὲ τὴν ἀρετὴν προσθέσατε (καὶ ὑπὸ τῆς προσωπικῆς σας πείρας βοηθούμενοι) τὴν ἀκριβῆ γνῶσιν τοῦ θείου θελήματος.

6ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,

Εἰς δὲ τὴν ἀκριβῆ γνῶσιν προσθέσατε τὴν αὐτοκυριαρχίαν καὶ σωφροσύνην, εἰς δὲ τὴν αὐτοκυριαρχίαν καὶ σωφροσύνην τὴν ὑπομονὴν κατὰ τὰς διαφόρους περιπετείας καὶ θλίψεις· εἰς δὲ τὴν ὑπομονὴν τὴν εὐσέβειαν.

7ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.

Εἰς δὲ τὴν εὐσέβειαν προσθέσατε τὴν εἰλικρινῆ ἀγάπην πρὸς τοὺς ἀδελφούς· εἰς αὐτὴν δὲ τὴν φιλαδελφίαν προσθέσατε τὴν ἀγάπην πρὸς τὸν Θεὸν καὶ πρὸς ὅλους.

8ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν·

Διότι, ὅταν ὅλα αὐτὰ τὰ ὑπέροχα πλεονεκτήματα ὑπάρχουν καὶ πλεονάζουν εἰς σᾶς, δὲν θὰ σᾶς κάμουν ἀμελεῖς καὶ ἀκάρπους, ἀλλὰ τουναντίον δραστηρίους καὶ πλήρεις πνευματικῶν καρπῶν, διὰ νὰ προχωρήσετε ἔτσι καὶ ὁλοκληρώσετε, μέσῳ καὶ τῆς προσωπικῆς αὐτῆς πείρας σας, τὴν τελείαν γνῶσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

9ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.

Διότι ἐκεῖνος εἰς τὸν ὁποῖον δὲν ὑπάρχουν αὐτὰ τὰ προσόντα, ποὺ ἀνέφερα, εἶναι τυφλός, βλέπει σκοτεινὰ καὶ ἀκαθόριστα σὰν μύωψ, ἐπειδὴ ἐλησμόνησε τὸν καθαρισμὸν τῶν παλαιῶν ἁμαρτιῶν του, τὸν ὁποῖον ἔλαβε μὲ τὸ βάπτισμα καὶ τὰ ἄλλα μυστήρια τῆς Ἐκκλησίας.

Ανάγνωσμα · Μεταμόρφωσις Κυρίου, 10-19

10διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.

Διὰ τοῦτο, ἀδελφοί, ἀναπτύξατε ἀκόμη μεγαλυτέραν δραστηριότητα καὶ ἐπιμέλειαν καὶ ἐργασθῆτε περισσότερον, διὰ νὰ κάμετε σταθερὰν καὶ ἀκλόνητον πραγματικότητα τὴν κλῆσιν καὶ τὴν ἐκλογὴν σας μὲ τὰς ἀρετάς, ποὺ σᾶς εἶπα. Διότι, ὅταν ἐφαρμόζετε αὐτά, τότε δὲν θὰ προσκόψετε ποτὲ εἰς τίποτε καὶ δὲν θὰ πέσετε.

11οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.

Ἐπειδὴ ἔτσι θὰ χορηγηθῇ εἰς σᾶς τελείως ἐλευθέρα καὶ ἀνεμπόδιστος ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.

Η θέα της δόξας του Θεού12-21

12Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.

Δι᾿ αὐτὸ καὶ ἐγὼ δὲν θὰ παραμελήσω νὰ σᾶς ὑπενθυμίζω αὐτά, διὰ τὰ ὁποῖα σᾶς ἔγραψα, ἂν καὶ γνωρίζετε καλὰ καὶ εἷσθε στηριγμένοι εἰς τὴν χριστιανικὴν ἀλήθειαν, ποὺ εἶναι φανερὰ καὶ παροῦσα εἰς σᾶς.

13δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει,

Νομίζω δέ, ὅτι εἶναι ὀρθὸν καὶ δίκαιον, ἐφ᾿ ὁσον ὑπάρχω καὶ ζῶ ἀκόμη εἰς τὸ σῶμα τοῦτο, εἰς τὸ ἐπίγειον αὐτὸ σκήνωμα, νὰ σᾶς ἐξυπνῶ καὶ νὰ σᾶς κρατῶ προσεκτικοὺς καὶ προθύμους μὲ τὴν ὑπόμνησιν καὶ ἀνάμνησις αὐτῶν τῶν ἀληθειῶν.

14εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι.

Τοσούτῳ μᾶλλον, καθ᾿ ὅσον γνωρίζω ὅτι, ὅπως μοῦ ἐφανέρωσε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, εἶναι σύντομος καὶ πολὺ προσεχὴς ἡ ἐκδημία μου ἐκ τοῦ κόσμου τούτου καὶ ἡ ἀπόθεσις τοῦ σώματός μου εἰς τὸν τάφον.

15σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.

Θὰ φροντίσω δὲ μὲ τὰ θεόπνευστα κείμενα, ποὺ σᾶς ἀφίνω, νὰ διατηρῆτε πάντοτε τὴν ἀνάμνησιν τῶν ἀληθειῶν αὐτῶν καὶ μετὰ τὴν ἐκ τοῦ κόσμου τούτου ἐκδημίαν μου.

16οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.

Διότι ἡμεῖς οἱ Ἀπόστολοι δὲν κατεστήσαμεν εἰς σᾶς γνωστὴν τὴν ἄπειρον δύναμιν καὶ τὴν ἔνδοξον Δευτέραν Παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀκολουθήσαντες μύθους φκιασμένους μὲ τέχνην καὶ ἐπιτηδειότητα, ἀλλὰ σᾶς ἐδιδάξαμεν τὰς μεγάλας αὐτὰς ἀληθείας, ἐπειδὴ εἴδαμεν μὲ τὰ ἴδια μας τὰ μάτια τὴν μεγαλειότητα Ἐκείνου κατὰ τὴν ἔνδοξον μεταμόρφωσίν του.

17λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα,

Διότι κατὰ τὴν μεταμόρφωσιν ἔλαβεν ἀπὸ τὸν Θεὸν Πατέρα ὁ Χριστὸς τιμὴν καὶ δόξαν, ὅταν ἠκούσθη δι᾿ αὐτὸν ἀπὸ τὴν μεγαλοπρεπῆ δόξαν τοῦ Θεοῦ, τέτοια φωνή· <αὐτὸς εἶναι ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς τὸν ὁποῖον ἐγὼ ἔχω εὐαρεστηθῃ>.

18καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ.

Καὶ αὐτὴν τὴν φωνὴν ἡμεῖς, ποὺ ἥμεθα μαζῆ του εἰς τὸ ἅγιον ἐκεῖνο ὅρος τῆς μεταμορφώσεώς του, τὴν ἠκούσαμεν νὰ βγαίνῃ καὶ νὰ ἔρχεται ἀπὸ τὸν οὐρανόν.

19καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν,

Καὶ ἔπειτα ἀπὸ τὴν ἐπίσημον αὐτὴν μαρτυρίαν τοῦ Πατρὸς ἔχομεν τώρα περισσότερον σταθερὰν καὶ ἀσφαλῆ τὴν πεποίθησίν μας εἰς τὰς προφητείας τῆς Π.Διαθήκης περὶ τοῦ Ἰησοῦ Χριστοῦ. Εἰς αὐτοὺς δὲ τοὺς προφητικοὺς λόγους καλὰ κάμνετε, ποὺ προσέχετε, σὰν εἰς ἕνα λύχνον, ποὺ φωτίζει εἰς σκοτεινὸν καὶ δύσβατον τόπον, μέχρις ὅτου ὁλοκάθαρον πλέον τὸ φῶς τοῦ Εὐαγγελίου λάμψῃ, σὰν εἰς πλήρη ἡμέραν καὶ ὁλόλαμπρος ἀνατείλῃ εἰς τὰς καρδίας σας ὁ νοητὸς ἥλιος τῆς δικαιοσύνης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.

20τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται.

Ὑπὸ τὴν ἀπαραίτητον προϋπόθεσιν ὅτι τοῦτο πρὸ παντὸς πρέπει νὰ γνωρίζετε· ὅτι κάθε προφητεία τῆς Ἁγίας Γραφῆς δὲν λύεται καὶ δὲν ἀποσαφηνίζεται κατὰ τὴν προσωπικὴν ἑκάστου ἀντίληψιν, ἀλλὰ μὲ τὸν φωτισμὸν τοῦ Ἁγίου Πνεύματος.

21οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ᾿ ὑπὸ Πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.

Διότι ποτὲ ἕως τώρα δὲν ἐλέχθη προφητεία μὲ τὸν νοῦν καὶ τὸ θέλημα τοῦ ἀνθρώπου, ἀλλὰ οἱ ἅγιοι ἄνθρωποι τοῦ Θεοῦ, οἱ προφῆται, ἐπροφήτευσαν ἐμπνεόμενοι καὶ ὁδηγούμενοι ἀπὸ τὸ Ἅγιον Πνεῦμα.