Κατὰ Ματθαῖον
Οι πειρασμοί του Ιησού1-11
Παράλληλα: Μαρκ Α 12-13, Λουκ Δ 1-13
1Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
Τότε ὁ Ἰησοῦς ὠδηγήθη ἀπὸ τὸ Πνεῦμα τὸ Ἅγιον εἰς κάποιο ὑψηλότερον μέρος τῆς ἐρήμου, διὰ νὰ πειρασθῇ ὡς ἄνθρωπος ἀπὸ τὸν διάβολον (καὶ νικήσῃ ἐξ ὁλοκλήρου αὐτόν).
2καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασεν.
Καὶ ἀφοῦ ἐνήστευσε κατὰ συνέχειαν τεσσαράκοντα ἡμέρας καὶ νύκτας, ὕστερα (καὶ ὡς ἄνθρωπος ποὺ ἧτο) ἐπείνασε.
3Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Τότε ὁ διάβολος, ποὺ ἔχει ὣς ἔργον τὸ νὰ πειράζῃ τοὺς ἀνθρώπους, τὸν ἐπλησίασεν ὑπούλως καὶ τοῦ εἶπεν· <ἐὰν εἷσαι Υἱὸς τοῦ Θεοῦ (ὅπως εἶπεν ἡ φωνή που ἠκούσθη ἀπὸ τὸν οὐρανὸν εἰς τὸν Ἰορδάνην) θαυματούργησε, πὲς νὰ γίνουν αὐτοὶ οἱ λίθοι ἄρτοι, διὰ νὰ φάγῃς>.
4ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται, Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
Ὁ δὲ Ἰησοῦς ἀπάντησεν· <εἶναι γραμμένον εἰς τὴν Παλαιὰν Διαθήκην: Ο ἄνθρωπος δὲν θὰ ζῇ με ἄρτον μόνον, ἀλλὰ καί με κάθε λόγον ποὺ βγαίνει ἀπὸ τὸ στόμα τοῦ Θεοῦ. (Ὅταν δὲ ὁ Θεὸς τὸ εἴπῃ, ζῇ ὁ ἄνθρωπος καὶ χωρὶς τροφήν).
5Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος καὶ διὰ τοῦ ἀέρος τὸν φέρνει εἰς τὴν ἁγίαν πόλιν, τὴν Ἱερουσαλήμ, καὶ τὸν τοποθετεῖ εἰς τὸ ἄκρο τῆς στέγῃς τοῦ ναοῦ τοῦ Σολομῶντος.
6καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Καὶ λέγει πρὸς αὐτόν· <ἐὰν εἷσαι Υἱὸς τοῦ Θεοῦ, ρίξε τὸν ἑαυτόν σου κάτω· διότι εἶναι γραμμένον, ὅτι ὁ Θεὸς θὰ δώσῃ ἐντολὴν εἰς τοὺς ἀγγέλους πρὸς χάριν σου καὶ αὐτοὶ θά σὲ σηκώσουν εἰς τὰ χέρια των ἀμέσως με προσοχήν, μήπως τυχὸν καὶ κτυπήσῃ τὸ πόδι σου πρὸς κάποιον λίθον. (Τὰ δὲ πλήθη, ποὺ εἶναι συγκετρωμένα εἰς τὰς αὐλὰς τοῦ ναοῦ, θὰ ἴδουν τὸ θαῦμα καὶ θὰ πιστεύσουν)>.
7ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
Ἀπάντησεν εἰς αὐτὸν ὁ Ἰησοῦς· <εἶναι ἐπίσης γραμμένον: Δὲν θὰ ἐκθέσης τὸν ἑαυτόν σου εἰς κίνδυνον, διὰ νὰ δικιμάσῃς τὸν Θεόν> (καὶ νὰ πεισθῇς τάχα με χειροπιαστὰ γεγονότα, ὅτι πράγματι σε ἀγαπᾷ καί σὲ προστατεύει).
8Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,
Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος καὶ διὰ τοῦ ἀέρος τὸν μεταφέρει εἰς ἕνα πανύψηλον ὅρος καὶ ἀπὸ ἐκεῖ τοῦ δικνύει πανοραματικῶς ὅλα τὰ βασίλεια τοῦ κόσμου, τὰ πλούτη, τὰ μεγαλεῖα καὶ τὴν ἄλλην δόξαν των.
9καὶ λέγει αὐτῷ· Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι.
Καὶ τοῦ λέγει· <ὅλα αὐτὰ εἶναι ἰδικά μου καὶ θά σοῦ τὰ δώσω, ἐάν μὲ ἀναγνωρίσῃς ὡς κύριόν σου καὶ πέσῃς κατὰ γῆς καὶ μὲ προσκυνήσῃς>.
10τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Τότε λέγει μὲ ἀγανάκτησιν ὁ Ἰησοῦς· <φύγε ἀμέσως ἀπὸ ἐμπρός μου, σατανᾶ. Διότι ἔχει γραφῆ: Κύριον τὸν Θεόν σου θὰ προσκυνήσῃς καὶ αὐτὸν μόνον θὰ λατρεύσῃς>.
11Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Τότε ὁ διάβολος (ἔπειτα ἀπὸ τὴν τριπλῆν του ᾗτταν) ἀφῆκεν τὸν Ἰησοῦν· καὶ ἰδοὺ ἄγγελοι τοῦ Θεοῦ ᾖλθαν πλησίον τοῦ Ἰησοῦ καὶ τὸν ὑπηρετοῦσαν ὡς νικητήν.
Ο Ιησούς αρχίζει το έργο του στην Γαλιλαία12-17
Παράλληλα: Μαρκ Α 14-15, Λουκ Δ 14-15
Ανάγνωσμα · Κυρ. μετά τα Φώτα, 12-17
12Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Ὅταν δὲ ὁ Ἰησοῦς ἤκουσεν ὅτι ὁ Ἰωάννης συνελήφθη κατὰ διαταγὴν τοῦ Ἡρῴδου Ἀντίπα καὶ ἐρρίφθη στὴν φυλακήν, ἀνεχώρησεν ἀπὸ τὴν Ἰουδαίαν διὰ τὴν Γαλιλαίαν.
13καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·
Καὶ ἀφοῦ ἐγκατέλειψε τὴν Ναζαρέτ, ᾖλθεν καὶ ἐγκατεστάθη εἰς τὴν Καπερναούμ, ἡ ὁποία ἧτο κτισμένη εἰς τὴν παραλίαν τῆς Γεννησαρέτ, εἰς τὰ ὅρια τῶν φυλῶν Ζαβουλὼν καὶ Νεφθαλείμ.
14ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
Καὶ ἐξεπληρώθη ἔτσι αὐτό, ποὺ εἶχε προείπει ὁ προφήτης Ἠσαῒας λέγων·
15Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
<Ἡ περιοχὴ τῆς φυλῆς Ζαβουλὼν καὶ ἡ περιοχὴ τῆς φυλῆς Νεφθαλείμ, ποὺ ἐκτείνεται πλησίον τῆς θαλάσσης τῆς Γεννησαρὲτ καὶ πρὸς ἀνατολὰς τοῦ Ἰορδάνου, ἡ Γαλιλαία ἡ γεμάτη ἀπὸ ἐθνικούς,
16ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
ὁ λαός ποὺ κάθεται εἰς τὸ σκοτάδι τῆς θρησκευτικῆς ἀγνοίας καὶ πλάνης, εἶδε πνευματικὸν φῶς μέγα, τὸν Χριστόν, καὶ εἰς αὐτούς ποὺ κάθονται δοῦλοι ψυχικῶς εἰς τὴν χώραν, ποὺ τὴν σκαπάζει καταθλιπτικὸν τὸ πυκνότατον σκοτάδι τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ἀνέτειλε καὶ ἔλαμψε φῶς ἀπὸ τὸν οὐρανόν>.
17Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Ἀπὸ τότε πλέον ἤρχισεν ὁ Ἰησοῦς νὰ κηρύττῃ δημοσίᾳ καὶ νὰ λέγῃ· <μετανοεῖτε, διότι ἔχει πλησιάσει πλέον ἡ βασιλεία τῶν οὐρανῶν, ἡ πνευματικὴ καὶ ἁγία ζωὴ τῆς λυτρώσεως καὶ τῆς μακαριότητος>.
Η κλήση των πρώτων μαθητών18-22
Παράλληλα: Μαρκ Α 16-200, Λουκ Ε 1-11, Ιωα Α 35
Ανάγνωσμα · Κυρ. Β, 18-23
18Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
Ἐνὼ δὲ περιπατοῦσε εἰς τὴν παραλίαν τῆς θαλάσσης τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, τὸν ὁποῖον ἀργότερα ὁ ἴδιος ὁ Χριστὸς ὠνόμασε Πέτρον, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, οἱ ὁποῖοι ἔριπταν τὸ δίκτυον εἰς τὴν θάλασσαν, διότι ἦσαν ψαράδες·
19καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
καὶ λέγει εἰς αὐτούς· <ἀκολουθήσατέ με καὶ ἐγὼ θὰ σᾶς κάμω ἱκανοὺς νὰ ψαρεύετε καὶ νὰ προσελκύετε ἀνθρώπους εἰς τὴν βασιλείαν τῶν οὐρανῶν με τὸ δίκτυον τοῦ κυρήγματος>.
20οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
Αὐτοὶ ἀμέσως ἐγκατέλειψαν τὰ δίκτυα καὶ τὸν ἠκολούθησαν.
21Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς.
Καὶ προχωρήσας ἀπὸ ἐκεῖ εἶδε δύο ἄλλους ἀδελφούς, τὸν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ νὰ ἐτοιμάζουν μαζῆ μὲ τὸν πατέρα των τὸν Ζεβεδαῖον τὰ δίκτυά των μέσα εἰς τὸ πλοῖον· καὶ τοὺς ἐκάλεσεν.
22οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Αὐτοὶ δέ, χωρὶς ἀναβολήν, ἄφησαν τὸ πλοῖον καὶ τὸν πατέρα των καὶ τὸν ἠκολούθησαν.
Δράση στη Γαλιλαία23-25
Παράλληλα: Λουκ ΣΤ 17-19
23Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Ὁ δὲ Ἰησοῦς περιήρχετο τότε ὅλην τὴν Γαλιλαίαν, ἐδίδασκεν εἰς τὰς συναγωγὰς (ὅπου κάθε Σάββατον ἐμαζεύοντο οἱ Ἑβραῖοι) ἐκήρυσσε τὸ χαρμόσυνον ἄγγελμα τῆς πνευματικῆς βασιλείας, ποὺ θὰ ἐγκαθίδρυε, καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε σωματικὴν ἀδυναμίαν μεταξὺ τοῦ λαοῦ.
24καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς·
Καὶ ἐξεχύθη ἡ φήμη αὐτοῦ εἰς ὅλην τὴν Συρίαν. Καὶ ἔφεραν πρὸς αὐτὸν ὅσους ἔπασχαν ἀπὸ διαφόρους ἀσθενείας καὶ ἐβασανίζοντο ἀπὸ πόνους, καὶ τοὺς δαιμονιζομένους καὶ τοὺς σεληνιαζομένους καὶ τοὺς παραλυτικούς· καὶ αὐτὸς τοὺς ἐθεράπευσεν ὅλους.
25καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
῝Εξ αἰτίας δὲ τῆς διδασκαλίας καὶ τῶν θαυμάτων ποὺ ἔκανε, ἠκολούθησαν αὐτὸν πολλὰ πλήθη ἀπὸ τὴν Γαλιλαίαν καὶ ἀπὸ τὰς δέκα ἑλληνικὰς πόλεις (ποὺ εἴχαν κυρίως κτισθῇ πέραν ἀπὸ τὴν ἀνατολικὴν ὄχθην τοῦ Ἰορδάνου), ὅπως ἐπίσης τὸν ἀκολουθοῦσαν καὶ πλήθη ἀπὸ τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν καὶ ἀπὸ τὴν περιοχήν, ἡ ὁποία ἐκτείνεται ἐκεῖθεν ἀπὸ τὸν Ἰορδάνην.