Κατὰ Ματθαῖον
Ο Ιησούς παραδίνεται στον Πιλάτο1-2
Παράλληλα: Μαρκ ΙΕ 1-15, Λουκ ΚΓ 1- 5, Ιωα ΙΗ 28-32
Ανάγνωσμα · Μ Παρασκευή Ώρα Α, 1-56
Ανάγνωσμα · Μ Παρασκευή Εσπερινός, 1-38
1Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
Ὅταν δὲ ἔγινε πρωΐ ἔκαμαν συμβούλιον ὅλοι οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐναντίον τοῦ Ἰησοῦ, διὰ νὰ εὔρουν αἰτίαν, ὥστε νὰ τὸν θανατώσουν.
2καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
Καὶ ἀφοῦ τὸν ἔδεσαν, τὸν ἔσυραν ἀπὸ ἐκεῖ καὶ τὸν παρέδωσαν εἰς τὸν Πόντιον Πιλᾶτον, τὸν Ρωμαῖον ἡγεμόνα.
Η αυτοκτονία του Ιούδα3-10
Παράλληλα: Πραξ Α 18-19
Ανάγνωσμα · Μ Παρασκευή Όρθρος, 3-32
3Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις
Τότε ὁ Ἰούδας, ὁ ὁποῖος τὸν εἶχε παραδώσει, ὅταν εἶδε ὅτι ὁ Ἰησοῦς κατεδικάσθη ἀπὸ τὸ συνέδριον, κατελήφθη ἀπὸ μεταμέλειαν (ὄχι ὅμως ἀπὸ πραγματικὴν μετάνοιαν, ποὺ θὰ τὸν ὁδηγοῦσε πλησίον τοῦ Χριστοῦ) καὶ σὰν νὰ ᾑσθάνετο ἀβάστακτον βάρος διὰ τὰ τριάκοντα ἀργύρια, τὰ ἔδωσε πίσῳ εἰς τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους
4λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει.
λέγων· <ἡμάρτησα, διότι παρέδωσα αἷμα ἀθῶον>. Ἐκεῖνοι δὲ εἶπον· <καὶ τί μᾶς μέλει ἐμᾶς; Σὺ θὰ δώσῃς λόγον δι᾿ αὐτό>.
5καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.
Καὶ ἀφοῦ ἔριψεν μὲ ἀγανάκτησιν τὰ ἀργύρια εἰς τὸν ναόν, ἔφυγε ἀπελπισμένος καὶ ἐπῆγε καὶ ἐκρεμάσθη.
6οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.
Οἱ δὲ ἀρχιερεῖς ἐπῆραν τὰ ἀργύρια καὶ εἶπαν· <δὲν ἐπιτρέπεται νὰ τὰ βάλωμε εἰς τὸ ταμεῖον τοῦ ναοῦ, διότι εἶναι τιμὴ αἵματος, τὸ ὁποῖον μετ᾿ ὀλίγον θὰ χυθῇ>.
7συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις·
Ἀφοῦ δὲ ἔκαμαν συμβούλιον ἠγόρασαν μὲ αὐτὰ τὸν ἀγρὸν τοῦ κεραμιδᾶ, ὡς τόπον ταφῇς τῶν ξένων (οἱ ὁποῖοι συνέβαινε νὰ ἀποθνήσκουν εἰς τὴν Ἱερουσαλήμ).
8διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον.
Δι᾿ αὐτὸ καὶ ὁ ἀγρὸς ἐκεῖνος ἔχει ὀνομασθῆ μέχρι σήμερα <ἀγρὸς αἵματος>.
9τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
Τότε ἐξεπληρώθη αὐτό που εἶχε λεχθῆ διὰ τοῦ προφήτου Ἱερεμίου, ὁ ὅποιος ἔλεγε· <καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ ἀνεκτιμήτου, τὸν ὁποῖον μερικοὶ ἀπὸ τοὺς υἱοὺς Ἰσραὴλ τόσον εἴχαν ἐκτιμήσει,
10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
καὶ ἔδωκαν αὐτὰ διὰ τὸν ἀγρὸν τοῦ κεραμιδᾶ, ὅπως μὲ καθωδήγησε ὁ Κύριος>.
Η καταδίκη του Ιησού11-26
Παράλληλα: Μαρκ ΙΕ 1-15, Λουκ ΚΓ 1-5, Λουκ ΚΓ 13-25, Ιωα ΙΗ 28, Ιωα ΙΗ 33 – ΙΘ 16
11Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἔφη αὐτῷ· Σὺ λέγεις.
Ὁ δὲ Ἰησοῦς ἐστάθη ὄρθιος ἐμπρὸς εἰς τὸν ἡγεμόνα καὶ τὸν ἠρώτησε ὁ ἡγεμὼν λέγων· <σὺ εἴσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων;> Ὁ δὲ Ἰησοῦς τοῦ ἀπήντησε· <σὺ λέγεις ὅτι εἷμαι ὁ βασιλεύς>.
12καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
Καὶ ἐνῶ κατηγορεῖτο ἀπὸ τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους, αὐτὸς δὲν ἔδωσε καμμίαν ἀπάντησιν.
13τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;
Τότε λέγει εἰς αὐτὸν ὁ Πιλᾶτος· <δὲν ἀκούεις πόσα καταθέτουν αὐτοὶ εἰς βάρος σου;>
14καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
Καὶ δὲν ἀπήντησεν εἰς αὐτὸν οὔτε ἕνα λόγον, ὥστε ὁ ἡγεμὼν νὰ θαυμάζῃ παρὰ πολὺ τὴν γαλήνην καὶ τὸ ἠθικὸν μεγαλεῖον τοῦ δεσμώτου.
15Κατὰ δὲ τὴν ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον.
Κατὰ τὴν ἑορτὴν δὲ τοῦ πάσχα εἶχε τὴν συνήθειαν ὁ ἡγεμὼν νὰ ἀπολύῃ ἕνα κατάδικον χάριν τοῦ λαοῦ, ἐκεῖνον τὸν ὁποῖον ἤθελαν. (Ἐπειδὴ δὲν εἶχε τὸ θάρρος νὰ ἀπολύσῃ τὸν Ἰησοῦν ὡς ἀθῶον, ὅπως ἐξ ἀρχῆς τὸν εἶχε ἀναγνωρίσει, ἐκέφθη νὰ τὸν ἀπολύσῃ κατὰ χάριν).
16εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.
Εἴχαν δὲ τότε ἕνα κατάδικον διαβόητον διὰ τὰ πολλὰ του ἐγκλήματα, ὁ ὅποιος ἐλέγετο Βαραββᾶς.
17συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;
Ἐνῶ δὲ ἐκεῖνοι ἦσαν συγκετρωμένοι ἐμπρὸς εἰς τὸ πραιτώριον, τοὺς ἠρώτησεν ὁ Πιλᾶτος· <ποῖον θέλετε νὰ ἀπολύσω πρὸς χάριν σας; Τὸν Βαραββᾶν ἢ τὸν Ἰησοῦν, τὸν λεγόμενον Χριστόν;>
18ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
Διότι εἶχε ἐννοήσει πολὺ καλά, ὅτι ἕνεκα φθόνου τὸν παρέδωσαν.
19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν.
Ἐνῶ δὲ αὐτὸς ἐκάθητο εἰς τὴν δικαστικὴν ἔδραν, ἔστειλε πρὸς αὐτὸν ἡ γυναῖκα του καὶ τοῦ εἶπε· <πρόσεχε νὰ μὴν ἀναμιχθῇς εἰς τὴν ὑπόθεσιν τοῦ δικαίου ἐκείνου, διότι πολλὰ ἔπαθα σήμερα ἕνεκα αὐτοῦ εἰς τὸ ὄνειρόν μου>.
20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν ἐν τῷ μεταξὺ τοὺς ὄχλους νὰ ζητήσουν τὸν Βαραββᾶν, νὰ θανατώσουν δὲ τὸν Ἰησοῦν.
21ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν.
Ἔλαβε δὲ τὸν λόγον ὁ ἡγεμὼν καὶ εἶπεν εἰς αὐτούς· <ποῖον θέλετε ἀπὸ τοὺς δυὸ νὰ σᾶς ἀπολύσω;> Ἐκεῖνοι δὲ ἐφώναξαν· <τὸν Βαραββᾶν>.
22λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω.
Τοὺς λέγει ὁ Πιλᾶτος: <Τί λοιπὸν νὰ κάμω τὸν Ἰησοῦν, τὸν λεγόμενον Χριστόν;> Λέγουν εἰς αὐτὸν ὅλοι, <νὰ σταυρωθῇ>.
23ὁ δὲ ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.
Ὁ δὲ ἡγεμὼν εἶπε· <διατὶ νὰ σταυρωθῇ; Ποῖον κακὸν ἔκαμε;> Ἐκεῖνοι δὲ ἀκόμη περισσότερον ἐκραύγαζαν λέγοντες· <νὰ σταυρωθῇ>.
24ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.
Ὅταν εἶδε ὁ Πιλᾶτος ὅτι καμμίαν ὠφέλειαν δὲν ἔφερε ἡ παρέμβασις του ὑπὲρ τοῦ Ἰησοῦ, ἀλλὰ μᾶλλον προκαλοῦσε θόρυβον καὶ ἀναταραχήν, ἀφοῦ ἐπῇρε νερὸ ἐξέπλυνε καλὰ τὰ χέρια του ἐμπρὸς εἰς τὸν ὄχλον λέγων· <εἷμαι ἀθῶος ἀπὸ τὸ αἷμα τοῦ δικαίου τούτου· εἰς σᾶς θὰ πέση ἡ εὐθύνῃ καὶ τὸ κρῖμα>.
25καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
Καὶ ἀπεκρίθη ὅλος ὁ λαὸς καὶ εἶπε· <τὸ αἷμα αὐτοῦ ἂς πέση ἐπάνω εἰς ἡμᾶς καὶ ἐπάνω εἰς τὰ τέκνα μας>. (Καὶ ὁ Πιλᾶτος ἧτο ἔνοχος, διότι δὲν ἐτόλμησε, καθ᾿ ὅ καθῆκον ὡς δικαστὴς εἶχε, νὰ ἀπολύσῃ τὸν ἀθῶον, καὶ οἱ Ἑβραῖοι ἀκόμη περισσότερον διότι ἐπέμειναν καὶ ἐσταύρωσαν τὸν Σωτῆρα καὶ εὐεργέτην των).
26τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
Τότε τοὺς ἀφῆκεν ἐλεύθερον τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν, ἀφοῦ διέταξε καὶ τὸν ἐμαστίγωσαν μὲ τὸ φραγγέλιον, τὸν παρέδωσε διὰ νὰ σταυρωθῇ.
Ο εμπαιγμός του Ιησού από τους στρατιώτες27-31
Παράλληλα: Μαρκ ΙΕ 16-26, Ιωα ΙΘ 2-3
27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν·
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, ἀφοῦ παρέλαβαν τὸν Ἰησοῦν εἰς τὴν αὐλὴν τοῦ πραιτωρίου, ἐμάζεψαν γύρῳ ἀπὸ αὐτὸν ὅλην τὴν φρουράν.
28καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην,
Καὶ ἀφοῦ τὸν ἐγύμνωσαν ἀπὸ τὰ ἐνδύματά του, τὸν ἐνέδυσαν μὲ κόκκινον μανδύαν, διὰ νὰ τὸν ἐμπαίξουν ὡς βασιλέα.
29καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεῦς τῶν Ἰουδαίων·
Ἔπλεξαν δὲ ἀκάνθινον στέφανον καὶ ἔβαλαν αὐτὸν εἰς τὸ κεφάλι του ἀντὶ γιὰ στέμμα· τοῦ ἔδωκαν καλάμι εἰς τὸ δέξι του χέρι ἀντὶ γιὰ σκῆπτρο καὶ ἀφοῦ ἐγονάτισαν ἐμπρὸς του τὸν ἐνέπαιζαν λέγοντες· <χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων>.
30καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
Καὶ ἀφοῦ τὸν ἔπτυσαν, ἐπῆραν τὸ καλάμι καὶ ἐκτυποῦσαν τὴν κεφαλὴν του.
31καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
Καὶ ὅταν τὸν ἐνέπαιξαν ὅσον ἤθελαν, ἔβγαλαν ἀπὸ αὐτὸν τὴν χλαμύδα, τοῦ ἐφόρεσαν τὰ ἐνδύματά του καὶ τὸν ὡδήγησαν, διὰ νὰ τὸν σταυρὼσουν.
Η σταύρωση του Ιησού32-44
Παράλληλα: Μαρκ ΙΕ 21-32, Λουκ ΚΓ 26-43, Ιωα ΙΘ 16-27
32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Καθὼς δὲ ἔβγαιναν ἀπὸ τὴν πόλιν, εὐρῆκαν ἕνα ἄνθρωπον, ποὺ κατήγετο ἀπὸ τὴν Κυρήνην καὶ ὠνομάζετο Σίμων, αὐτὸν ἠγγάρευσαν νὰ σηκώσῃ μέχρι τοῦ Γολγοθᾶ τὸν σταυρὸν τοῦ Ἰησοῦ.
Ανάγνωσμα · Μ Παρασκευή Όρθρος, 33-54
33Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος,
Καὶ ἀφοῦ ἦλθαν εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὄνομα ποὺ σημαίνει <τόπος κρανίου>,
34ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.
τοῦ ἔδωσαν νὰ πιῇ ξύδι ἀνακατεμένον μὲ χολήν, διὰ νὰ τοῦ φέρῃ κάποιαν προσωρινὴν ναρκῶσιν. Ἐκεῖνος ὅμως ἀφοῦ τὸ ἐδοκίμασε, δὲν ἤθελε νὰ τὸ πιῇ.
35σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον,
Ἀφοῦ δὲ τὸν ἐσταύρωσαν, ἐμοίρασαν μεταξὺ των μὲ κλῆρον τὰ ἐνδύματά του οἱ στρατιῶται.
36καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
Καὶ καθήμενοι ἐκεῖ τὸν ἐφρουροῦσαν.
37καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων.
Καὶ ἐτοποθέτησαν εἰς τὸν σταυρόν, ἐπάνω ἀπὸ τὴν κεφαλὴν του, γραμμένην τὴν κατηγορίαν του· <αὐτὸς εἶναι ὁ Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων>.
38Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
Τότε σταυρώνονται μαζῆ μὲ αὐτὸν δύο λῃσταί, ἔνας ἐκ δεξιῶν καὶ ἄλλος έξ ἀριστερῶν. (Καὶ τοῦτο, διὰ νὰ ἐξευτελισθῇ ἀκόμη περισσότερον ὁ Χριστὸς καὶ νὰ προβληθῇ εἰς τὰ μάτια ὅλων ὡς ἔνας ἀπὸ τοὺς καταδικασμένους εἰς θάνατον κακούργους).
Ανάγνωσμα · Μ Παρασκευή Εσπερινός, 39-54
39Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
Ἐκεῖνοι δέ ποὺ ἐπερνοῦσαν ἀπὸ τὸν δρόμον κοντὰ εἰς τὸν σταυρόν, τὸν ἐβλασφημοῦσαν καὶ ἐκινοῦσαν τὰ κεφάλια των
40καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
λέγοντες· <σὺ λοιπόν, εἶσαι ποὺ θὰ ἐκρήμνιζες τὸν ναὸν καὶ εἰς τρεῖς ἡμέρας θὰ τὸν ξανάκτιζες! Σῶσε τώρα τὸν εὐατόν σου. Ἐὰν πράγματι εἷσαι υἱὸς τοῦ Θεοῦ, κατέβα ἀπὸ τὸν σταυρόν>.
41ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον·
Παρομοίως δὲ καὶ οἱ ἀρχιερεῖς τὸν ἐνέπαιζαν μαζῆ μὲ τοὺς γραμματεῖς καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς Φαρισαίους καὶ ἔλεγαν εἰρωνικῶς·
42Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ·
<ἄλλους ἔσωσε, τὸν εὐατὸν του ὅμως δὲν ἠμπορεῖ νὰ σώσῃ. Ἐὰν εἶναι πράγματι ὁ σταλμένος ἀπὸ τὸν Θεὸν βασιλεὺς τοῦ Ἰσραήλ, ἂς κατεβῇ ἀπὸ τὸν σταυρὸν καὶ θὰ πιστεύσωμεν εἰς αὐτόν.
43πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
Ἔχει στηρίξει τὴν πεποίθησίν του εἰς τὸν Θεόν. ῍Ας τὸν σώσῃ τώρα ἀπὸ τὸν σταυρόν, ἂν πράγματι τὸν θέλῃ. Διότι ὁ ἴδιος εἶπε, ὅτι εἷμαι υἱὸς Θεοῦ>.
44τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.
Κατὰ τὸν ἴδιον τρόπον καὶ οἱ λῃσταί, ποὺ εἴχαν σταυρωθῆ μαζῆ του, τὸν ὕβριζαν.
Ο θάνατος του Ιησού45-56
Παράλληλα: Μαρκ ΙΕ 33-39, Λουκ ΚΓ 44-48, Ιωα ΙΘ 28-30
45Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
Ἀπὸ δὲ τὴν δωδεκάτην ὥραν ἕως τὰς τρεῖς τὸ ἀπόγευμα ἔγινε σκοτάδι εἰς ὅλην τὴν γῆν.
46περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;
Περὶ τὴν τρίτην ἀπογευματινὴν ὥραν ἐβόησε μὲ φωνὴν μεγάλην ὁ Ἰησοῦς, λέγων· <Ἠλί, Ἠλί, λιμᾶ σαβαχθανί;> Δηλαδή, Θεέ μου, Θεέ μου, διατὶ μὲ ἐγκατέλιπες;>
47τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
Μερικοὶ δὲ ἀπὸ ἐκείνους ποὺ ἐστέκοντο ἐκεῖ, ὅταν ἤκουσαν τὰ λόγια τοῦ Ἰησοῦ (ἐπειδὴ δὲν ἐγνώριζαν τὴν Ἀραμαϊκὴν γλῶσσαν) ἔλεγαν, ὅτι αὐτὸς ἐπικαλεῖτε τὸν Ἠλίαν.
48καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
Καὶ ἀμέσως ἔνας ἀπὸ αὐτοὺς ἔτρεξε, ἐπῇρε σφουγγάρι τὸ ἐγέμισε μὲ ξύδι, τὸ προσήρμοσε εἰς ἕνα καλάμι καὶ τὸν ἐπότιζε.
49οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.
Οἱ ἄλλοι ὅμως ἔλεγαν· <ἄφησε νὰ ἰδοῦμε, ἐὰν θὰ ἔλθῃ ὁ Ἠλίας, διὰ νὰ τὸν σώσῃ>.
50ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.
Ὁ δὲ Ἰησοῦς ἀφοῦ πάλιν ἔκραξε μὲ φωνὴν μεγάλην, ἀφῆκε ὁ ἴδιος τὸ πνεῦμα του νὰ φύγῃ ἀπὸ τὸ σῶμα.
51Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν,
Καὶ ἰδοὺ τὸ παραπέτασμα τοῦ ναοῦ, ποὺ ἐχώριζε τὰ ἅγια τῶν ἁγίων ἀπὸ τὰ ἅγια, ἐσχίσθη εἰς δύο ἀπὸ ἐπάνω ἕως κάτω καὶ ἡ γῆ συνεκλονίσθη ἀπὸ τὸν σεισμὸν καὶ οἱ πέτρες ἐσχίσθησαν
52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη,
καὶ τὰ μνημεῖα εἰς τὴν περιοχὴν τῆς Ἱερουσαλὴμ ἀνοίχθησαν μόνα των καὶ πολλὰ σώματα τῶν πεθαμένων ἁγίων ἀνεστήθησαν·
53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
καὶ ἀφοῦ ἐξήλθαν ἀπὸ τὰ μνημεῖα μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, εἰσήλθαν εἰς τὴν ἁγίαν πόλιν, τὴν Ἱερουσαλὴμ καὶ παρουσιάσθησαν εἰς πολλούς.
54Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ στρατιῶται, ποὺ ἦσαν μαζῆ του διὰ νὰ φρουροῦν τὸν Ἰησοῦν, ἐφοβήθησαν παρὰ πολὺ καὶ ἔλεγαν· <ἀληθῶς! αὐτὸς ἧτο υἱὸς Θεοῦ>!
Ανάγνωσμα · Μ Παρασκευή Εσπερινός, 55-61
55Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
Ἦσαν δὲ ἐκεῖ καὶ πολλαὶ γυναῖκες, αἱ ὁποῖαι ἀπὸ μακρυὰ παρακολουθοῦσαν τὰ γεγονότα. Αὐταὶ ἠκολούθησαν τὸν Ἰησοῦν ἀπὸ τὴν Γαλιλαίαν καὶ τὸν ὑπηρετοῦσαν.
56ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
Μεταξὺ αὐτῶν ἦσαν ἡ Μαρία ἡ Μαγδαληνή, ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου καὶ τοῦ Ἰωσῆ, καὶ ἡ μητέρα τῶν υἱῶν Ζεβεδαίου.
Η ταφή του Ιησού57-61
Παράλληλα: Μαρκ ΙΕ 42-46, Λουκ ΚΓ 50-54, Ιωα ΙΘ 38-42
57Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ·
Ἀργὰ δὲ τὸ ἀπόγευμα ᾖλθε ἔνας πλούσιος ἄνθρωπος ἀπὸ τὴν Ἀριμαθαίαν, ὀνόματι Ἰωσήφ, ὁ ὁποῖος καὶ αὐτὸς εἶχε μαθητεύσει κοντὰ εἰς τὸν Ἰησοῦν.
58οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.
Αὐτὸς προσῆλθε εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλᾶτος διέταξε νὰ τοῦ δοθῇ.
59καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
Καὶ λαβὼν ὁ Ἰωσὴφ τὸ σῶμα τὸ ἐτύλιξε εἰς σινδόνι καινούριο καὶ καθαρὸ
60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
καὶ τὸ ἔθεσε εἰς τὸ καινούριο μνημεῖον του, τὸ ὁποῖον εἶχε σκαλίσει εἰς τὸν βράχον. Καὶ ἀφοῦ ἐκύλισε ἐμπρὸς εἰς τὴν θύραν τοῦ μνημείου μεγάλον λίθον, ἀνεχώρησε.
61ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.
Ἦτο δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, αἱ ὁποῖαι ἐκάθηντο ἀπέναντι ἀπὸ τὸν τάφον.
Η φρούρηση του τάφου62-66
Ανάγνωσμα · Μ Παρασκευή Όρθρος, 62-66
Ανάγνωσμα · Μ. Σάββατο Όρθρος (Επιτάφιος), 62-66
62Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
Κατὰ δὲ τὴν ἑπομένην ἡμέραν, ἡ ὁποία εἶναι ἔπειτα ἀπὸ τὴν Παρασκευήν, δηλαδὴ τὸ Σάββατον, συνεκεντρώθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι καὶ ἦλθαν πρὸς τὸν Πιλᾶτον
63λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
λέγοντες· <κύριε, ἐθυμηθήκαμε ὅτι ἐκεῖνος ὁ πλάνος εἶπε, ἐνῶ ἀκόμη ἐζοῦσε: Ἔπειτα ἀπὸ τρεῖς ἡμέρες θὰ ἀναστηθῶ.
64κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Δῶσε, λοιπόν, διαταγὴν νὰ φρουρηθῇ ὁ τάφος μέχρι τὴν τρίτην ἡμέραν, μήπως ἔλθουν οἱ μαθηταὶ αὐτοῦ νύκτα, τὸν κλέψουν καὶ ποῦν εἰς τὸν λαόν: Ἀνεστήθη ἐκ τῶν νεκρῶν. Καὶ τότε ἡ τελευταία πλάνη θὰ εἶναι χειροτέρα ἀπὸ τὴν πρώτην, ποὺ μερικοὶ τὸν εἴχαν πιστέψει ὡς Μεσσίαν>.
65ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
Εἶπε εἰς αὐτοὺς ὁ Πιλᾶτος· <ἔχετε εἰς τὴν διάθεσίν σας φρουρά· πηγαίνετε καὶ ἀσφαλίσατε τὸν τάφον, ὅπως γνωρίζετε>.
66οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
Ἐκεῖνοι δὲ ἐπῆγαν καὶ ἀσφάλισαν τὸν τάφον, ἔβαλαν δηλαδὴ σφραγῖδες εἰς τὸν λίθον ποὺ ἔκλειε τὸ μνημεῖον καὶ ἐτοποθέτησαν φρουράν.