Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Εὐαγγέλιον

Κατὰ Ματθαῖον

Κεφάλαιον ΚΗ΄
Λειτουργία ανάγνωσης

Η ανάσταση του Ιησού1-12

Παράλληλα: Μαρκ ΙΣΤ 1-8, Λουκ ΚΔ 1-12, Ιωα Κ 1-10

Ανάγνωσμα · Μ. Σάββατο Θ. Λειτουργία, 1-20

1Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.

Πολὺ ἀργὰ δὲ κατὰ τὴν νύκτα τοῦ Σαββάτου, ὅταν βαθειὰ ἐγλυκοχάραζε ἡ πρώτη ἡμέρα τῆς ἐβδομάδος, ᾖλθε ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, διὰ νὰ ἰδοῦν τὸν τάφον.

2καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.

Καὶ ἰδού, σεισμὸς μέγας ἔγινε, διότι ἄγγελος Κυρίου κατέβηκε ἀπὸ τὸν οὐρανόν, προσῆλθεν εἰς τὸ μνημεῖον, ἐκύλισεν ἀπὸ τὴν θύραν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω εἰς αὐτόν.

3ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών.

Ἦτο δὲ ἡ ἐξωτερικὴ του ἐμφάνισις σὰν ἀστραπὴ καὶ τὸ ἔνδυμά του ὁλόλευκον σὰν τὸ χιόνι.

4ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί.

Ἀπὸ τὸν φόβον δὲ τοῦ ἀγγέλου συνεκλονίσθησαν οἱ φρουροί, παρέλυσαν καὶ ἔγιναν σὰν πεθαμένοι.

5ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·

Ὡμίλησε δὲ τότε ὁ ἄγγελος πρὸς τὰς γυναίκας καὶ εἶπε· <σεῖς μὴ φοβεῖσθε· διότι ξέρω ὅτι ζητεῖτε νὰ ἰδῆτε Ἰησοῦν τὸν ἐσταυρωμένον.

6οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπε. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος.

Δὲν εἶναι πλέον ἐδῶ· διότι ἀνεστήθη, ὅπως σᾶς εἶχε πῇ. Ἐλᾶτε νὰ ἰδῆτε τὸν τόπον, ὅπου εἶχε τεθῇ ὁ Κύριος.

7καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν.

Καὶ τώρα γρήγορα πηγαίνετε καὶ εἰπέτε εἰς τοὺς μαθητὰς του ὅτι ἀνεστήθη ἒκ τῶν νεκρῶν καὶ ἰδοὺ προπορεύεται ἀπὸ σᾶς καὶ σᾶς περιμένει εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ θὰ τὸν ἰδῆτε. Ἰδού, σᾶς εἶπα ὅσα ἔπρεπε νὰ σᾶς πῶ>.

8καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.

Καὶ αἱ γυναῖκες ἐβγῆκαν ταχέως ἀπὸ τὸ μνημεῖον μὲ φόβον καὶ χαρὰν μεγάλην καὶ ἔτρεξαν νὰ ἀναγγείλουν εἰς τοὺς μαθητὰς του τὸ χαρμόσυνον γεγονός.

9ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.

Ἐνῶ δὲ ἐπήγαιναν νὰ ἀναγγείλουν αὐτὰ εἰς τοὺς μαθητὰς του, καὶ ἰδοὺ ὁ Ἰησοῦς τὰς συνὴντησε λέγων· <χαίρετε>. Αὐταὶ δὲ ἀφοῦ τὸν ἐπλησίασαν, ἐπιασαν μὲ βαθεῖαν εὐλάβειαν τοὺς πόδας του καὶ τὸν ἐπροσκύνησαν.

10τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.

Τότε εἶπε πρὸς αὐτὰς ὁ Ἰησοῦς· <μὴ φοβεῖσθε· πηγαίνετε καὶ ἀναγγείλατε εἰς τοὺς ἀδελφούς μου (δηλαδὴ εἰς τοὺς μαθητάς μου, ποὺ εἶναι ἀδελφοί μου) ὅτι μὲ εἴδατε, διὰ νὰ ἀναχωρήσουν εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ θὰ μὲ ἰδοῦν>.

Η αναφορά των φρουρών του τάφου11-15

11Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.

Ἐνῶ δὲ αὐταὶ σύμφωνα μὲ τὴν ἐντολὴν τοῦ Κυρίου ἐπήγαιναν, ἰδοὺ μερικοὶ στρατιῶται τῆς φρουρᾶς ἦλθαν εἰς τὴν πόλιν καὶ ἐγνωστοποίησαν εἰς τοὺς ἀρχιερεῖς ὅλα ὅσα εἴχαν γίνει.

12καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες·

Καὶ ἐκεῖνοι, ἀφοῦ συνεκεντρώθησαν μαζῆ μὲ τοὺς πρεσβυτέρους εἰς συμβούλιον καὶ συνεσκέφθησαν, ἔδωκαν μεγάλο χρηματικὸν ποσὸν εἰς τοὺς στρατιώτας λέγοντες·

13Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.

εἰπέτε, ὅτι κατὰ τὸ διάστημα τῆς νυκτός, ἐνῶ ἡμεῖς ἐκοιμώμεθα, ἦλθαν οἱ μαθηταὶ του τὴν νύκτα καὶ ἔκλεψαν αὐτόν.

14καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσωμεν.

Καὶ ἐὰν τοῦτο φθάσῃ ἕως τὰ αὐτιὰ τοῦ ἡγεμόνος, ἡμεῖς θὰ τὸν πείσωμεν νὰ μὴ σᾶς τιμωρήσῃ καὶ θὰ σᾶς ἀπαλλάξωμεν ἀπὸ κάθε ἀνησυχίαν>.

15οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον.

Ἐκεῖνοι δὲ ἀφοῦ ἐπῆραν τὰ χρήματα, ἔκαμαν ὅπως τοὺς καθωδήγησαν οἱ ἀρχιερεῖς, καὶ διεδόθη ὁ λόγος αὐτὸς μεταξὺ τῶν Ἰουδαίων μέχρι σήμερον.

Η αποστολή των μαθητών16-20

Παράλληλα: Μαρκ ΙΣΤ 9-20, Λουκ ΚΔ 36-49, Ιωα Κ 19-23, Πραξ Α 6-8

Ανάγνωσμα · ΕΩΘΙΝΟΝ Α, 16-20

16Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς.

Οἱ δὲ ἔνδεκα μαθηταὶ μετέβησαν εἰς τὴν Γαλλαίαν, εἰς τὸ ὅρος τὸ ὁποῖον τοὺς εἶχε ὁρίσει διὰ συνάντησιν ὁ Ἰησοῦς.

17καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν.

Καὶ ἰδόντες αὐτὸν τὸν ἐπροσκύνησαν, μερικοὶ δὲ εἴχαν κάποιαν ἀμφιβολίαν νὰ πιστεύσουν ὅτι αὐτὸς πράγματι ἧτο ὁ Ἰησοῦς.

18καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.

Καὶ ἀφοῦ ἐπλησίασεν ὅλους ὁ Ἰησοῦς, ὡμίλησε πρὸς αὐτοὺς καὶ εἶπε· <μοῦ ἐδόθη καὶ ὡς πρὸς ἄνθρωπον, κάθε ἐξουσία εἰς τὸν οὐρανὸν καὶ εἰς τὴν γῆν.

19πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,

Λοιπόν, πηγαίνετε τώρα καὶ διδάξατε εἰς ὅλα τὰ ἔθνη τὴν ἀλήθειαν. Καὶ αὐτούς ποὺ θὰ πιστεύσουν καὶ θὰ γίνουν μαθηταὶ σας, βαπτίσατέ τους εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

20διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

Διδάσκοντες αὐτοὺς νὰ τηροῦν ὅλας τὰς ἐντολάς, ποὺ ἐγὼ σᾶς ἔχω δώσει. Καὶ ἰδού, ἐγὼ θὰ εἷμαι μαζῆ σας ὅλας τὰς ἡμέρας, μέχρις ὅτου λάβῃ τέλος ὁ αἰὼν αὐτός. Ἀμήν. (Θὰ εἶναι μαζῆ μας πάντοτε διότι αὐτὸς εἶναι ὁ Ε μ μ α ν ο υ ή λ, τοῦ ὁποίου τὸ ὄνομα σημαίνει: Ὁ Θεὸς μαζῆ μας).