Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Πράξεις

Πράξεις τῶν Ἀποστόλων

Κεφάλαιον Η΄
Λειτουργία ανάγνωσης

Ο Σαύλος διώκει την εκκλησία1-3

1Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.

Ἔγινε δὲ κατὰ τὴν ἡμέραν ἐκείνην μεγάλος διωγμὸς ἐναντίον τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων καὶ σχεδὸν ὅλοι οἱ Χριστιανοὶ διεσκορπίσθησαν εἰς τὰ διάφορα μέρη τῆς Ἰουδαίας καὶ τῆς Σαμαρείας, πλὴν τῶν Ἀποστόλων.

2συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾿ αὐτῷ.

Ἄνδρες δὲ εὐλαβεῖς ἐπῆραν καὶ ἔθαψαν τὸ νεκρὸ σῶμα τοῦ Στεφάνου καὶ ἔκαμαν μεγάλον θρῆνον δι᾿ αὐτόν.

3Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.

Ὁ δὲ Σαῦλος κατεδίωκε τὴν Ἐκκλησίαν τῶν Ἱεροσολύμων, εἰσερχόμενος ἀπὸ σπίτι σὲ σπίτι· καὶ ἀφοῦ ἔσυρε ἀπὸ ἐκεῖ ἄνδρας καὶ γυναίκας, τοὺς παρέδιδε εἰς τὴν φυλακήν.

Ο Φίλιππος στη Σαμάρεια4-8

4Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.

Ὅσοι μέν, λοιπόν, ἔφυγαν καὶ διεσκορπίσθησαν ἀπὸ τὴν Ἱερουσαλήμ, ἐπέρασαν ἀπὸ διάφορα μέρη κηρύττοντες τὸ χαρούμενο μήνυμα τοῦ Εὐαγγελίου.

5Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν·

Ὁ δὲ Φίλιππος κατέβηκε εἰς κάποιαν πόλιν τῆς Σαμαρείας καὶ ἐκήρυττε εἰς τοὺς κατοίκους τὸν Χριστόν.

6προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.

Ἐπρόσεχαν δὲ πλήθη λαοῦ τὸ κήρυγμα τοῦ Φιλίππου, ὅλοι μαζῆ μὲ μὰ καρδιὰ ἤκουαν τὰ ὅσα ἔλεγε, ἀλλὰ συγχρόνως ἔβλεπαν καὶ τὰ θαύματα, ποὺ ἔκανε ὁ Φίλιππος.

7πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν,

Διότι ἀπὸ πολλούς, ποὺ εἴχαν ἀκάθαρτα πνεύματα, ἔφευγαν αὐτά, ἀφοῦ ἔβγαζαν μεγάλην κραυγήν· πολλοὶ δὲ παράλυτοι καὶ χωλοὶ ἐθεραπεύθησαν.

8καὶ ἐγένετο πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.

Καὶ ἔγινε μεγάλη χαρὰ εἰς τὴν πόλιν ἐκείνην.

Ο μάγος Σίμων9-25

9Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν.

Ἐζοῦσε ὅμως εἰς τὴν πόλιν ἐκείνην καὶ κάποιος ἄνθρωπος, ὀνόματι Σίμων, ὁ ὁποῖος ἔκανε μαγεῖες καὶ ἐξέπληττε τὸν λαὸν τῆς Σαμαρείας, λέγων διὰ τὸν ἑαυτὸν του, ὅτι εἶναι κάποιος μεγάλος.

10ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη·

Ἐπρόσεχαν δὲ εἰς αὐτὸν ὅλοι, μικροὶ μεγάλοι, καὶ ἔλεγαν: Αὐτὸς εἶναι ἡ μεγάλη δύναμις τοῦ Θεοῦ.

11προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.

Ἐπρόσεχαν δὲ εἰς αὐτόν, διότι ἐπὶ πολὺν χρόνον τοὺς εἶχε καταπλήξει μὲ τὰς μαγείας του.

12ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.

Ὅταν ὅμως ἐπίστευσαν εἰς τὸν Φίλιππον, ποὺ ἐκήρυττε τὸ χαρμόσυνον μήνυμα περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ περὶ τοῦ προσώπου τοῦ Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο καὶ ἄνδρες καὶ γυναῖκες. (Οἱ καλοπροαίρετες ψυχὲς δέχονται, ὅταν ἀκούσουν, τὴν ἀλήθειαν καὶ ἐλευθερώνοντο ἀπὸ τὰς πλάνας, εἰς τὰς ὁποίας καλῇ τῇ πίστει εἴχαν παρασυρθῆ).

13ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο.

Ἀλλὰ καὶ ὁ ἴδιος ὁ Σίμων ἐπίστευσε καὶ ἀφοῦ ἐβαπτίσθη, ἕμενε συνεχῶς καὶ μὲ ἐπιμονὴν κοντὰ εἰς τὸν Φίλιππον. Βλέπων δὲ τὰ ὑπερφυσικὰ θαύματα καὶ τὰ σημεῖα, ποὺ ἐγίνοντο ἀπὸ τὸν Φίλιππον, ἐθαύμαζε καὶ ἐξεπλήσσετο, διότι αὐτὸς δὲν ἠμποροῦσε νὰ κάμῃ τὰ ἴδια.

14Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην·

Ὅταν δὲ ἤκουσαν οἱ Ἀπόστολοι, ποὺ ἦσαν εἰς τὰ Ἱεροσόλυμα, ὅτι ἡ Σαμάρεια ἐδέχθη τὸν λόγον τοῦ Θεοῦ, ἔστειλαν πρὸς τοὺς Σαμαρείτας τὸν Πέτρον καὶ τὸν Ἰωάννην.

15οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ἅγιον·

Αὐτοὶ δέ, ἀφοῦ κατέβηκαν εἰς τὴν Σαμάρειαν, προσευχήθηκαν ὑπὲρ τῶν Σαμαρειτῶν, διὰ νὰ λάβουν τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος.

16οὔπω γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.

Διότι δὲν εἶχεν ἀκόμη κατεβῆ εἰς κανένα ἀπὸ αὐτοὺς τὸ Ἅγιον Πνεῦμα· ἦσαν δὲ μόνον βαπτισμένοι εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.

17τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.

Τότε ἔβαζαν οἱ Ἀπόστολοι ἐπάνω εἰς αὐτοὺς τὰ χέρια των καὶ ἔπερναν ἐκεῖνοι Πνεῦμα Ἅγιον.

18ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα

Ὅταν ὅμως ὁ Σίμων εἶδε ὅτι μὲ τὴν ἐπίθεσιν τῶν χειρῶν τῶν Ἀποστόλων μετεδίδοντο τὰ θαυμαστὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος, ἐπρόσφερε εἰς αὐτοὺς χρήματα

19λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα ἅγιον.

λέγων· <δῶστε καὶ εἰς ἐμὲ αὐτὴν τὴν ἐξουσίαν, ὥστε εἰς ὁποιανδήποτε βάλω ἐπάνω τὰ χέρια, νὰ παίρνη Πνεῦμα Ἅγιον>.

20Πέτρος δὲ εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.

Ὁ Πέτρος ὅμως εἶπε πρὸς αὐτὸν μὲ ἀγανάκτησιν· <τὸ χρῆμα σου μαζῆ μὲ σένα ἂς καταστραφῇ καὶ ἂς χαθῇ, διότι ἐνόμισες ὅτι ἀποκτᾶται μὲ χρήματα ἡ δωρεὰ τοῦ Θεοῦ.

21οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ.

Δὲν ὑπάρχει εἰς σὲ μερίδιον οὔτε κλῆρος εἰς τὰς δωρεὰς τοῦ Ἁγίου Πνεύματος, διὰ τὰς ὁποίας γίνεται λόγος. Καὶ τοῦτο, διότι ἡ καρδία σου δὲν εἶναι εἰλικρινὴς καὶ ἀνιδιοτελὴς ἐνώπιον τοῦ Θεοῦ.

22μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·

Μετανόησε, λοιπόν, ἀπὸ αὐτὴν τὴν κακίαν σου καὶ παρεκάλεσε τὸν Θεόν, μήπως τυχὸν καί σοῦ συγχωρηθῇ ἡ πονηρὰ αὐτῇ ἐπινόησις τῆς καρδίας σου.

23εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.

Ἀμφιβάλλω ὅμως, διότι σὲ βλέπω νὰ εἷσαι μέσα εἰς πικρὰν χολήν, ποὺ σοῦ δημιουργεῖ ἡ κακία σου, καὶ μέσα εἰς τὰ δεσμὰ τῆς ἀδικίας>.

24ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε·, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε.

Ἀπήντησε τότε ὁ Σίμων καὶ εἶπε· <παρακαλέσατε καὶ σεῖς για μένα τὸν Θεόν, νὰ μὴ πέση ἐπάνω μου κανένα ἀπὸ τὰ κακά, ποὺ εἴπατε>.

25Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.

Καὶ οἱ μὲν λοιπὸν Ἀπόστολοι, ἀφοῦ ἐπεβεβαίωσαν μὲ τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος τὸ κήρυγμα περὶ τοῦ Κυρίου Ἰησοῦ, ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ καὶ καθὼς προχωροῦσαν ἐκήρυτταν εἰς πολλὰς χωριὰ τῶν Σαμαρειτῶν τὸ Εὐαγγέλιον.

Ο Φίλιππος και ο Αιθίοπας26-40

Ανάγνωσμα · Φιλίππου του Αποστόλου, 26-39

26Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.

Ἄγγελος δὲ Κυρίου ἐλάλησε εἰς τὸν Φίλιππον καὶ τοῦ εἶπε· <σήκω καὶ προχώρησε πρὸς νότον εἰς τὸν δρόμον, ὁ ὁποῖος κατεβαίνει ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Γάζαν· αὐτὸς ὁ δρόμος εἶναι ἔρημος, δὲν ἔχει κίνησιν>.

27καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ.

Ὁ Φίλιππος ἐσηκώθηκε καὶ ἐπῆγε, ὅπως τοῦ εἶχε εἴπει ὁ ἄγγελος. Καὶ ἰδοὺ ἔνας ἄνθρωπος Αἰθίοψ, εὐνοῦχος, ἄρχων καὶ αὐλικὸς τῆς Κανδάκης, βασιλίσσης τῆς Αἰθιοπίας, ὁ ὁποῖος ἧτο διευθυντὴς ὅλων τῶν οἰκονομικῶν αὐτῆς, καὶ ὁ ὁποῖος εἶχεν ἔλθει νὰ προσκυνήσῃ εἰς τὴν Ἱερουσαλήμ,

28ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν.

ἐπέστρεφε τότε εἰς τὴν πατρίδα του, καθήμενος εἰς τὴν ἅμαξάν του, καὶ ἐδιάβαζε δυνατὰ τὸν προφήτην Ἠσαΐαν.

29εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.

Εἶπε δὲ τὸ Πνεῦμα τὸ Ἅγιον εἰς τὸν Φίλιππον· <πλησίασε καὶ προχώρει κολλητὰ εἰς τὴν ἅμαξαν αὐτήν>.

30προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;

Ἔτρεξε πράγματι ὁ Φίλιππος πρὸς τὴν ἅμαξαν, ἤκουσε αὐτὸν νὰ διαβάζῃ τὸν προφήτην Ἠσαῒαν καὶ εἶπεν· <ἄρά γε καταλαβαίνεις αὐτά, ποὺ διαβάζεις;>

31ὁ δὲ εἶπε· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.

Ἐκεῖνος δὲ εἶπε· <δὲν τὰ καταλαβαίνω· διότι πῶς εἶναι δυνατὸν νὰ τὰ ἐννοήσω, ἐὰν κάποιος δὲν μὲ ὁδηγήσῃ;> Καὶ παρεκάλεσε τὸν Φίλιππον νὰ ἀνεβῇ εἰς τὴν ἅμαξαν καὶ νὰ καθίσῃ μαζῆ του.

32ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

Τὸ δὲ χωρίον τῆς Γραφῆς, ποὺ ἐδιάβαζε, ἧτο αὐτό: <Σὰν πρόβατον ὠδηγήθηκε εἰς τὴν σφαγήν· καὶ σὰν ἀρνί, ποὺ μένει ἄφωνον ἐμπρὸς εἰς αὐτόν ποὺ τὸ κουρεύει, ἔτσι καὶ αὐτὸς δὲν ἀνοίγει τὸ στόμα του.

33ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.

Εἰς τὴν βαθεῖαν ταπείνωσίν του, εἰς τὴν ὁποίαν ὑπεβλήθη, τοῦ ἠρνήθησαν τὴν δικαίαν του κρίσιν καὶ τὸ δίκαιόν του καὶ ὅμως ἐπέτυχε τὸ ἔργον του, τὴν σωτηρίαν τῶν ἀνθρώπων· αὐτὸ δὲ τὸ πλῆθος τῶν πνευματικῶν του ἀπογόνων, ποὺ ἔχει ἀναγεννήσει εἰς σωτηρίαν, ποιὸς ἠμπορεῖ νὰ διηγηθῇ; Διότι τοῦ ἀφήρεσαν μὲ βίαιον θάνατον τὴν ζωὴν του ἀπὸ τὴν γῆν· ἐδοξάσθη ὅμως κατόπιν>.

34ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;

Ἔλαβε τότε τὸν λόγον ὁ εὐνοῦχος καὶ εἶπε εἰς τὸν Φίλιππον· <σὲ παρακαλῶ πολύ, διὰ ποῖον ὁ προφήτης λέγει αὐτό; Διὰ τὸν ἑαυτὸν του ἢ διὰ κανένα ἄλλον;>

35ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.

Ἤνοιξε τότε τὸ στόμα του ὁ Φίλιππος, καὶ ἀφοῦ ἤρχισε ἀπὸ τὸ χωρίον αὐτὸ τῆς Γραφῆς, ἐκήρυξε εἰς αὐτὸν τὸ χαρμόσυνον μήνυμα διὰ τὸν Ἰησοῦν καὶ τὴν σωτηρίαν, ποὺ ἐκεῖνος προσφέρει εἰς τοὺς πιστούς.

36ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;

Καθὼς δὲ ἐπροχωροῦσαν εἰς τὸν δρόμον, ἔφθασαν κάπου ἐκεῖ, ποὺ ὑπῆρχε ὕδωρ, καὶ εἶπε τότε ὁ εὐνοῦχος· <ἰδού, ὑπάρχει ἐδῶ νερό· τί μὲ ἐμποδίζει νὰ βαπτισθῶ;>

37εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν.

Εἶπε δὲ ὁ Φίλιππος· <Ἐὰν πιστεύῃς μὲ ὅλην σου τὴν καρδιά, ἔχεις τὸ δικαίωμα νὰ βαπτισθῇς>. Ἀπεκρίθη δὲ καὶ εἶπε· <πιστεύω ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ>.

38καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.

Καὶ διέταξς ἀμέσως νὰ σταθῇ ἡ ἅμαξα· κατέβηκαν καὶ οἱ δύο εἰς τὸ νερό, καὶ ὁ Φίλιππος καὶ ὁ εὐνοῦχος. Καὶ ὁ Φίλιππος τὸν ἐβάπτισε.

39ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.

Ἀμέσως δὲ μόλις ἀνέβηκαν ἀπὸ τὸ νερό, τὸ Πνεῦμα τοῦ Κυρίου ἥρπασε τὸν Φίλιππον καὶ δὲν τὸν ξαναεῖδε πλέον ὁ εὐνοῦχος, ὁ ὁποῖος καὶ συνέχισε τὸ ταξίδι του γεμᾶτος χαράν.

40Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.

Ὁ δὲ Φίλιππος εὐρέθηκε, χωρὶς νὰ τὸ καταλάβῃ πῶς, εἰς τὴν Ἄζωτον· καὶ καθὼς ἐπερνοῦσε ἀπὸ τὰ διάφορα μέρη, ἐκήρυττε τὸ Εὐαγγέλιον εἰς ὅλας τὰς πόλεις, ἕως ὅτου ᾖλθεν εἰς τὴν Καισάρειαν.