Πράξεις τῶν Ἀποστόλων
Στη Θεσσαλονίκη1-9
1Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.
Ἀφοῦ δὲ ἐπέρασαν τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθαν εἰς τὴν Θεσσαλονίκην, ὅπου ὑπῆρχε ἡ συναγωγὴ τῶν Ἰουδαίων.
2κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
Ὁ Παῦλος, καθὼς ἐσυνήθιζε, εἰσῆλθε εἰς τὴν συναγωγὴν πρὸς τοὺς Ἰουδαίους καὶ ἐπὶ τρία κατὰ συνέχειαν Σάββατα συνωμιλοῦσε μὲ αὐτούς, ἔφερε χωρία καὶ θέματα ἀπὸ τὰς Γραφάς,
3διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
τὰ ἑρμήνευε καὶ παρέθετε ἀπὸ αὐτὰ μαρτυρίας, διὰ νὰ πιστοποιηθῇ ἔτσι ἀπὸ τὰ ἱερὰ κείμενα ἡ ἀλήθεια ὅτι ἔπρεπε, σύμφωνα μὲ τὸ πάνσοφον σχέδιον τοῦ Θεοῦ, νὰ πάθῃ ὁ Χριστὸς καὶ ν᾿ ἀναστηθῇ ἐκ νεκρῶν καὶ ὅτι <αὐτὸς εἶναι ὁ Μεσσίας, ὁ Ἰησοῦς, τὸν ὁποῖον ἐγὼ κηρύττω εἰς σᾶς>.
4καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πολὺ πλῆθος γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
Καὶ μερικοὶ ἀπὸ αὐτοὺς ἐπείσθησαν καὶ ἠκολούθησαν, ὡς μαθηταὶ πλέον τοῦ Χριστοῦ, τὸν Παῦλον καὶ τὸν Σίλαν, ὅπως ἐπίσης καὶ ἀπὸ τοὺς προσηλύτους Ἕλληνας πολὺ πλῆθος ἐπίστευσε καὶ πολλαὶ γυναῖκες ἀπὸ τὴν ἀνωτέραν τάξιν.
5Προσλαβόμενοι δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον·
Οἱ Ἰουδαῖοι ὅμως, ποὺ ἔμεναν μὲ φανατισμὸν εἰς τὴν ἀπιστίαν των, ἐπῆραν μαζῆ των μερικοὺς πονηροὺς καὶ ἀργόσχολους ἀνθρώπους καὶ ἐδημιουργοῦσαν θόρυβον εἰς τὴν πόλιν ἐναντίον τῶν Ἀποστόλων. Ἀφοῦ δὲ ὅλοι μαζῆ ἐστάθησαν ἐμπρὸς εἰς τὴν οἰκίαν τοῦ Ἰάσονος, ἐζητοῦσαν νὰ ὁδηγήσουν τοὺς Ἀποστόλους εἰς τὴν συνέλευσιν τῶν πολιτῶν καὶ τῶν ἀρχόντων, διὰ νὰ τοὺς καταδικάσουν.
6μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,
Ἐπειδὴ ὅμως δὲν εὐρῆκαν τοὺς Ἀποστόλους, ἔσυραν μὲ βαρβαρότητα τὸν Ἰάσονα καὶ μερικοὺς Χριστιανοὺς πρὸς τοὺς ἄρχοντας τῆς πόλεως κραυγάζοντες, ὅτι αὐτοί, ποὺ ἀναστάτωσαν τὴν οἰκουμένην, ἦλθαν καὶ ἐδῶ, διὰ νὰ κάμουν τὸ ἴδιο.
7οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν.
Αὐτοὺς δὲ τοὺς ἀνθρώπους τοὺς ἔχει ὑποδεχθῇ καὶ τοὺς φιλοξενοῖ ὁ Ἰάσων. Καὶ ἔλεγαν ἀκόμη, ὅτι ὅλοι αὐτοὶ ἐνεργοῦν ἐναντίον τῶν νόμων τοῦ Καίσαρος, λέγοντες ὅτι ὑπάρχει ἄλλος βασιλεύς, ὁ Ἰησοῦς.
8ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα.
Ἀνεστάτωσαν δὲ τὸν λαὸν καὶ τοὺς πολιτάρχας, οἱ ὁποῖοι ἤκουαν τὰς θορυβώδεις αὐτὰς κατηγορίας.
9καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
Οἱ πολιτάρχαι ὅμως, ἀφοῦ ἔλαβαν ἀπὸ τὸν Ἰάσονα καὶ τοὺς ἄλλους Χριστιανούς, ἰκανοποιητικὴν ἐγγύησιν διὰ τὴν βεβαίαν ἀναχώρησιν τοῦ Παύλου καὶ τοῦ Σίλα ἀπὸ τὴν Θεσσαλονίκην, τοὺς ἀπέλυσαν.
Στη Βέροια10-15
10Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων.
Οἱ δὲ ἀδελφοὶ ἀμέσως ἔστειλαν διὰ νυκτὸς τὸν Παῦλον καὶ τὸν Σίλαν εἰς τὴν Βέροιαν. Αὐτοὶ δέ, ὅταν ἔφθασαν ἐκεῖ, ἐπῆγαν εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων.
11οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ᾿ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτω.
Οἱ δὲ Ἰουδαῖοι τῆς Βεροίας εἴχαν εὐγενέστερα αἰσθήματα καὶ καλυτέραν διάθεσιν ἀπὸ τοὺς τῆς Θεσσαλονίκης. Ἐδέχθησαν τὸν λόγον τοῦ Θεοῦ μὲ κάθε προθυμίαν, μελετῶντες καὶ ἐρευνῶντες κάθε ἡμέραν τὰς Γραφάς, διὰ νὰ πεισθοῦν, ἐὰν τὰ πράγματα ἦσαν ὅπως τὰ ἔλεγε ὁ Παῦλος.
12πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
Πολλοὶ μὲν λοιπὸν ἀπὸ αὐτοὺς ἐπίστευσαν καὶ ἀπὸ τὰς Ἑλληνίδας γυναίκας τῆς ἀνωτέρας τάξεως καὶ ἀρκετοὶ ἄνδρες.
13Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους.
Ὅταν ὅμως οἱ Ἰουδαῖοι τῆς Θεσσαλονίκης (φανατισμένοι καὶ ἐμπαθεῖς καθὼς ἦσαν) ἐπληροφορήθησαν ὅτι καὶ εἰς τὴν Βέροιαν ἐκηρύχθη ὁ λόγος τοῦ Θεοῦ, ἦλθαν καὶ ἐκεῖ προσπαθοῦντες νὰ ἐξεγείρουν τὰ πλήθη.
14εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.
Ἀμέσως δὲ τότε οἱ ἀδελφοὶ ἔστειλαν τὸν Παῦλον, σὰν νὰ ἐπρόκειτο νὰ ταξιδεύσῃ διὰ θαλάσσῃς· ἔμειναν δὲ ἐκεῖ ὁ Σίλας καὶ ὁ Τιμόθεος.
15οἱ δὲ καθιστῶντες τὸν Παῦλον ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν, ἐξῄεσαν.
Αὐτοὶ δέ ποὺ συνώδευαν τὸν Παῦλον, τὸν ἔφεραν ἕως τὰς Ἀθήνας. Ἀνεχώρησαν δέ, ἀφοῦ ἔλαβον ἀπὸ τὸν Παῦλον ἐντολὴν διὰ τὸν Τμόθεον καὶ τὸν Σίλαν, νὰ ἔλθουν ὅσον τὸ δυνατὸν συντομώτερα εἰς συνάντησίν του.
Στην Αθήνα16-34
16Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν.
Ἐνῶ δὲ ὁ Παῦλος ἐπερίμενε αὐτοὺς εἰς τὰς Ἀθήνας, ἐξερεθίζετο τὸ πνεῦμα του, διότι ἔβλεπε τὴν πόλιν νὰ εἶναι γεμάτη εἴδωλα.
17διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
Συζητοῦσε λοιπὸν ἐπὶ τοῦ θέματος αὐτοῦ εἰς τὴν συναγωγὴν μὲ τοὺς Ἰουδαίους καὶ μὲ τοὺς προσηλύτους Ἕλληνας, ποὺ ἐσέβοντο τὸν Θεόν, καὶ μὲ ὅσους συναντοῦσε κάθε ἡμέραν εἰς τὴν ἀγοράν.
18τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ Στωϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο αὐτοῖς.
Μερικοὶ δὲ ἀπὸ τοὺς Ἐπικουρείους καὶ τοὺς Στωϊκοὺς φιλοσόφους συζητούσαν μὲ αὐτόν. Καὶ μερικοὶ ἄλλοι ἔλεγαν· <τί θέλει νὰ μᾶς πῇ αὐτὸς ὁ διαδοσίας;> Ἄλλοι δὲ ἔλεγαν· <φαίνεται ὅτι κηρύττει ξένας καὶ ἀγνώστους θεότητας>. Αὐτὸ δὲ τὸ ἔλεγαν, διότι ὁ Παῦλος ἐκύρυττε εἰς αὐτοὺς τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν.
19ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
Καὶ ἀφοῦ τὸν ἐπῆραν, τὸν ἔφεραν εἰς τὸν Ἄρειον Πάγον καὶ τοῦ εἶπαν· <ἠμποροῦμεν νὰ μάθωμεν ποιὰ εἶναι αὐτῇ ἡ νέα διδασκαλία, τὴν ὁποίαν κηρύττεις;
20ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι.
Διότι ἐκαταλάβαμε, ὅτι κάτι παράδοξα πράγματα βάζεις εἰς τὰ αὐτιὰ μας· θέλομεν νὰ μάθωμεν, τί τάχα εἶναι αὐτά>.
21Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν καινότερον.
Ἐζήτησαν δὲ νὰ μάθουν, διότι οἱ Ἀθηναῖοι καὶ ὅλοι οἱ ξένοι, ποὺ ἔμεναν εἰς τὰς Ἀθήνας, διὰ τίποτε ἄλλο δὲν εἴχαν καιρόν, παρὰ μόνον διὰ νὰ λέγουν καὶ νὰ ἀκούουν νεώτερα.
22Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·
Ἀφοῦ ἐστάθηκε ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου εἶπε· <ἄνδρες Ἀθηναῖοι, ἐγὼ σᾶς θεωρῶ ὡς τοὺς περισσότερον θρήσκους ἀπὸ τοὺς ἄλλους ἀνθρώπους.
23διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.
Διότι, καθὼς ἐπερνοῦσα τοὺς δρόμους τῆς πόλεώς σας καὶ ἔβλεπα μὲ προσοχὴν τὰ ἱερά, ποὺ σέβεσθε, εὑρῆκα καὶ ἕνα βωμόν, εἰς τὸν ὁποῖον ἧτο χαραγμένη ἡ ἐπιγραφή: Εἰς τὸν ἄγνωστον Θεόν. Αὐτὸν λοιπὸν τὸν ὁποῖον σέβεσθε χωρὶς νὰ τὸν γνωρίζετε, αὐτὸν ἐγὼ κηρύττω εἰς σᾶς.
24ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
Ὁ Θεός, ὁ ὁποῖος ἔκαμε τὸν κόσμον καὶ ὅλα ὅσα ὑπάρχουν εἰς αὐτόν, αὐτὸς ὑπάρχει ἀπόλυτος κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ δὲν κατοικεῖ εἰς ναούς, ποὺ τοὺς κατασκευάζουν τὰ χέρια τῶν ἀνθρώπων.
25οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·
Οὔτε καὶ ὑπηρετεῖται ἀπὸ τὰ χέρια ἀνθρώπων, σὰν νὰ ἔχῃ ἀνάγκην ἀπὸ κάτι. Δὲν ἔχει ἀνάγκην ἀπὸ τίποτε, ἐξ ἀντιθέτου δὲ δίδει εἰς ὅλα ζωὴν καὶ ἀναπνοὴν καὶ ὅλα ὅσα τοὺς χρειάζονται διὰ τὴν συντήρησίν των.
26ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
Αὐτὸς ἔκαμε ἀπὸ ἕνα αἷμα ὅλα τὰ ἔθνη τῶν ἀνθρώπων, νὰ κατοικοῦν εἰς τὸ πρόσωπον τῆς γῆς καὶ ὥρισε διὰ τὸν καθένα ἀπὸ αὐτὰ προσδιωρισμένους καιροὺς ἐμφανίσεως καὶ ζωῆς, ὅπως ἐπίσης καὶ τὰ σύνορα τῆς κατοικίας των.
27ζητεῖν τὸν Κύριον εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
Τοὺς ἐνεφύτευσε δὲ τὸν πόθον νὰ ἀναζητοῦν πάντοτε τὸν Κύριον, μήπως καὶ θὰ κατώρθωναν νὰ τὸν ψηλαφήσουν καὶ νὰ τὸν εὔρουν, ἂν καὶ αὐτὸς ὑπάρχῃ πολὺ κοντὰ εἰς τὸν καθένα ἀπὸ ἡμᾶς.
28Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασιν· τοῦ γὰρ καὶ γένος ἐσμέν.
Διότι μέσα εἰς τὴν θείαν αὐτοῦ παρουσίαν καὶ ἀγαθότητα ζῶμεν καὶ κινούμεθα καὶ ὑπάρχομεν, ὅπως καὶ μερικοὶ ἀπὸ τοὺς ποιητάς σας ἔχουν πεῖ. Διότι εἵμεθα ἰδικόν του γένος, πλασθέντες ἀπὸ αὐτὸν κατ᾿ εἰκόνα αὐτοῦ καὶ καθ᾿ ὁμοίωσιν.
29γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
Ἐφ᾿ ὁσον λοιπὸν εἵμεθα γένος τοῦ Θεοῦ, δὲν πρέπει νὰ νομίζωμεν ὅτι ἡ θεότης εἶναι ὁμοία μὲ χρυσὸν ἢ μὲ ἄργυρον ἢ μὲ μάρμαρον, μὲ ἀγάλματα δηλαδή ποὺ ἔχουν χαραχθῆ μὲ τέχνην καὶ σύμφωνα μὲ τὰς καλλιτεχνικὰς ἐπινοήσεις τοῦ ἀνθρώπου.
30τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν,
Τώρα λοιπὸν ὁ Θεός, μακρόθυμος καθὼς εἶναι, ἀφῆκε τοὺς χρόνους αὐτοὺς τῆς ἀγνοίας καὶ εἰδωλολατρίας τῶν ἀνθρώπων καὶ παραγγέλει εἰς ὅλους τοὺς ἀνθρώπους πανταχοῦ τῆς γῆς νὰ μετανοήσουν.
31διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
Διότι ὥρισεν ἡμέραν, κατὰ τὴν ὁποίαν μέλλει νὰ κρίνῃ ὅλην τὴν οἰκουμένην μὲ δικαιοσύνην διὰ μέσου ἑνὸς ἀνδρός, τὸν ὁποῖον ὁ ἴδιος ὥρισε κριτὴν καὶ τὸν ἐπρόβαλε εἰς ὅλους μὲ ἀδιαφιλονίκητον ἀπόδειξιν καὶ κῦρος, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν>.
32Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν περὶ τούτου.
Ὅταν ὅμως ἤκουσαν δι᾿ ἀνάστασιν νεκρῶν, ἄλλοι μὲν τὸν ἐνέπαιζαν, ἄλλοι δὲ τοῦ εἶπαν· <θὰ σὲ ἀκούσωμεν καὶ πάλιν διὰ τὸ ζήτημα αὐτό>.
33καί οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
Ἔτσι δέ, ἀφοῦ εἶπε καὶ ἤκουσε αὐτὰ ὁ Παῦλος, ἀνεχώρησε ἀπὸ τὸν Ἄρειον Πάγον ἐκ μέσου αὐτῶν.
34τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
Μερικοὶ ὅμως ἄνθρωποι προσκολλήθηκαν εἰς αὐτὸν καὶ τὸν ἠκολούθησαν μὲ ἐμπιστοσύνην καὶ ἐπίστευσαν εἰς τὸ κήρυγμά του. Μεταξὺ δὲ αὐτῶν ἧτο καὶ ὁ Διονύσιος ὁ Ἀεροπαγίτης καὶ κάποια γυναῖκα, ὀνόματι Δάμαρις, καὶ μερικοὶ ἄλλοι μαζῆ μὲ αὐτούς.