Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Πράξεις

Πράξεις τῶν Ἀποστόλων

Κεφάλαιον ΚΑ΄
Λειτουργία ανάγνωσης

Ταξίδι στα Ιεροσόλυμα1-16

1Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾿ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ρόδον, κἀκεῖθεν εἰς Πάταρα.

Ὅταν δέ, καθὼς μὲ δυσκολίαν ἀπεσπάνθημεν ἀπὸ αὐτούς, ἐπεπλεύσαμεν, ἤλθαμεν κατ᾿ εὐθεῖαν εἰς τὴν Κῶ, τὴν δὲ ἄλλη ἡμέραν εἰς τὴν Ρόδον καὶ ἀπὸ ἐκεῖ εἰς τὰ Πάταρα.

2καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν.

Καὶ ἀφοῦ εὑρήκαμεν πλοῖον, ποὺ ἐπρόκειτο νὰ περάσῃ εἰς τὴν Φοινίκην, ἐπεβιβάσθημεν εἰς αὐτὸ καὶ ἐπεπλεύσαμεν.

3ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον.

Ὅταν δὲ ἐπροχωρήσαμεν ἀρκετά, ὥστε νὰ φανῇ ἀπὸ μακρυὰ ἡ Κύπρος, τὴν ἀφήσαμεν ἀριστερὰ καὶ ἐπλέσαμεν εἰς τὴν Συρίαν καὶ ἐρρίξαμε ἄγκυρα εἰς τὴν Τύρον. Διότι ἐκεῖ ἐπρόκειτο τὸ πλοῖον νὰ ξεφορτώση τὸ φορτίον του.

4καὶ ἀνευρόντες τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα.

Ἀφοῦ δὲ ἀνεζητήσαμεν καὶ εὑρήκαμεν τοὺς μαθητάς, ἐμείναμεν εἰς τὴν πόλιν αὐτὴν ἑπτὰ ἡμέρας. Καὶ οἱ Χριστιανοὶ αὐτοί, ἐπειδὴ εἴχαν φωτισθῆ ἀπὸ τὸ Ἅγιον Πνεῦμα δι᾿ ὅσα ἔμελλον νὰ συμβοῦν εἰς τὸν Παῦλον, τοῦ ἔλεγαν νὰ μὴ ἀνεβῇ εἰς τὰ Ἱεροσόλυμα, διὰ νὰ ἀποφύγῃ τὰς σκληρὰς περιπετείας.

5ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα,

Ὅταν ὅμως συνεπληρώσαμεν τὰς ἑπτὰ ἡμέρας, ἐβγήκαμεν ἀπὸ τὸ σπίτι, ποὺ ἐφιλοξενούμεθα, καὶ ἐπηγαίναμε, συνοδευόμενοι καὶ προπεμπόμενοι ἀπὸ ὅλους σὺν γυναιξὶ καὶ τέκνοις, ἕως ἔξω ἀπὸ τὴν πόλιν. Καὶ ἐκεῖ εἰς τὴν παραλίαν γονατιστοὶ προσευχηθήκαμε.

6καὶ ἀσπασάμενοι ἀλλήλους ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.

Καὶ ἀφοῦ ἀποχαιρετήσαμεν ἀλλήλους, ἡμεῖς μὲν ἀνεβήκαμε εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ἐπέστρεψαν εἰς τὰ σπίτια των.

7Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς.

Ἡμεῖς δὲ ἀφοῦ ἐτελειώσαμε τὸ θαλασσινὸ ταξίδι, ἐφθάσαμεν ἀπὸ τὴν Τύρον εἰς τὴν Πτολεμαΐδα καὶ ἀφοῦ ἀχαιρετήσαμεν μὲ ἐγκαρδιότητα τοὺς ἀδελφοὺς ἐμείναμεν κοντὰ των μίαν ἡμέραν.

8τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρ’ αὐτῷ.

Τὴν δὲ ἄλλην ἡμέραν ἀνεχωρήσαμεν καὶ ἤλθαμεν εἰς τὴν Καισάρειαν. Ἐπήγαμεν δὲ εἰς τὸ σπίτι τοῦ Φιλίππου τοῦ Εὐαγγελιστοῦ, ὁ ὁποῖος ἧτο ἔνας ἀπὸ τοὺς ἑπτὰ διακόνους καὶ ἐμείναμεν πλησίον του.

9τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι.

Εἶχε δὲ αὐτὸς τέσσαρας θυγατέρας παρθένους, αἱ ὁποῖαι ἐδίδασκαν καὶ ἐπροφήτευαν.

10ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος,

Ἐνῶ δὲ ἡμεῖς ἐμέναμεν περισσοτέρας ἡμέρας εἰς τὴν Καισάρειαν, κατέβηκε ἀπὸ τὴν Ἰουδαίαν ἔνας προφήτης, ὀνόματι Ἄγαβος.

11καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.

Ἦλθεν ἐκεῖ ὅπου ἐμέναμεν, ἐπῇρε τὴν ζώνην τοῦ Παύλου, ἔδεσε μὲ αὐτὴν τὰ δικὰ του πόδια καὶ χέρια καὶ εἶπε· <αὐτὰ λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· τὸν ἄνδρα εἰς τὸν ὁποῖον ἀνήκει ἡ ζώνη αὐτῇ, ἔτσι θὰ τὸν δέσουν εἰς τὴν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ θὰ τὸν παραδώσουν εἰς τὰ χέρια τῶν ἐθνικῶν Ρωμαίων>.

12ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.

Ἡμεῖς δὲ καὶ οἱ ἐντόπιοι, ἀμέσως μόλις ἠκούσαμεν τὰ λόγια αὐτά, παρακαλούσαμεν μὲ δάκρυα τὸν Παῦλον νὰ μὴ ἀνεβῇ εἰς Ἱερουσαλήμ.

13ἀπεκρίθη τε ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.

Ἀπεκρίθη τότε ὁ Παῦλος· <τί εἶναι αὐτό ποὺ κάνετε, κλαίετε καί μοῦ κομματιάζετε τὴν καρδιά; Διότι ἐγὼ εἷμαι ἕτοιμος διὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, ὄχι μόνον νὰ δεθῶ, ἀλλὰ καὶ νὰ ἀποθάνω εἰς τὴν Ἱερουσαλήμ>.

14μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γινέσθω.

Ἐπειδὴ δὲ ὁ Παῦλος δὲν ἐπείθετο εἰς τὰς παρακλήσεις μας, ἡσυχάσαμεν εἰπόντες· <ἂς γίνῃ τὸ θέλημα τοῦ Κυρίου>.

15Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ·

Ἔπειτα δὲ ἀπὸ τὰς ἡμέρας αὐτάς, ἀφοῦ ἐτοιμάσαμεν τὰ τοῦ ταξιδίου μας, ἐξεκινήσαμεν διὰ τὴν Ἱερουσαλήμ.

16συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾿ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.

Ἦλθαν δὲ μαζῆ μας καὶ μερικοὶ μαθηταὶ ἀπὸ τὴν Καισάρειαν, οἱ ὁποῖοι μάλιστα καὶ μᾶς ὠδήγησαν, διὰ νὰ φιλοξενηθῶμεν κατὰ τὸ ταξίδι μας, εἰς κάποιον, ὀνόματι Μνάσωνα, Κύπριον, ἀρχαῖον μαθητήν.

Ο Παύλος επισκέπτεται τον Ιάκωβο17-26

17γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί.

Ὅταν σὲ ἐφθάσαμεν εἰς Ἱεροσόλυμα, μᾶς ἐδέχθησαν μὲ χαρὰν οἱ ἀδελφοί.

18τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.

Τὴν ἑπομένην ἐπῆγε ὁ Παῦλος μαζῆ μὲ ἡμᾶς εἰς τὸ σπίτι τοῦ Ἰακώβου, ὅπου καὶ ἦλθαν ὅλοι οἱ πρεσβύτεροι.

19καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.

Καὶ ἀφοῦ τοὺς ἐχαιρέτησε, ἀνέφερε καὶ ἐξήγησε ἕνα πρὸς ἕνα, ὅσα ὁ Θεὸς ἐπραγματοποίησε μεταξὺ τῶν ἐθνῶν διὰ τῆς ἀποστολικῆς διακονίας αὐτοῦ.

20οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἶπον τε αὐτῷ· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι.

Ἐκεῖνοι δέ, ὅταν ἤκουσαν αὐτά, ἐδόξασαν τὸν Κύριον καὶ τοῦ εἶπον· <βλέπεις, ἀδελφέ, πόσαι χιλιάδες εἶναι οἱ Ἑβραῖοι, ποὺ ἔχουν πιστεύσει εἰς τὸν Κύριον, καὶ ὅλοι αὐτοὶ ἐξακολουθοῦν μὲ ζῆλον νὰ κρατοῦν καὶ νὰ ὁμιλοῦν διὰ τὸν νόμον τοῦ Μωϋσέως.

21κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσι περιπατεῖν.

Ἤκουσαν δὲ πολλὲς φορὲς καὶ μὲ ἐπιμονὴν διὰ σέ, ὅτι διδάσκεις ὅλους τοὺς Ἰουδαίους, ποὺ εὑρίσκονται μεταξὺ τῶν διαφόρων ἐθνῶν, νὰ ἀποστατήσουν ἀπὸ τὸν νόμον τοῦ Μωϋσέως, λέγων εἰς αὐτοὺς νὰ μὴ περιτέμνουν τὰ τέκνα των οὔτε νὰ ζοῦν σύμφωνα μὲ τὰ πατροπαράδοτα ἔθιμα τῶν Ἑβραίων.

22τί οὖν ἐστι; πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας.

Τί θὰ γίνῃ λοιπὸν τώρα; Πάντως, θὰ συγκεντρωθῆ ὀπωσδήποτε τὸ πλῆθος τῶν Χριστιανῶν Ἰουδαίων, διότι θὰ ἀκούσουν ὅτι ἦλθες.

23τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν·

Διὰ νὰ διαλύσῃς λοιπὸν τὰς ὑποψίας καὶ νὰ προλάβῃς τὸ σκάνδαλον, κάμε αὐτό ποὺ θά σοῦ εἴπωμεν. Ὑπάρχουν ἐδῶ μαζῆ μας τέσσαρες ἄνδρες, ποὺ ἔχουν κάμει τάξιμο ἐπὶ τοῦ εὐατοῦ των νὰ ζήσουν μὲ εἰδικὴν ἐγκράτειαν καὶ νὰ μὴ κόψουν ἐπὶ ὡρισμένον χρονικὸν διάστημα τὰς τρίχας τῆς κεφαλῆς των, διὰ νὰ τὰς ἀφιερώσουν κατόπιν εἰς τὸ θυσιαστήριον σύμφωνα μὲ τὸ ἔθιμον περὶ τῶν Ναζηραίων.

24τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾿ αὐτοῖς ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνώσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων.

Ἀφοῦ λοιπὸν πάρῃς αὐτοὺς μαζῆ σου, κάμε καὶ σὺ μαζῆ μὲ αὐτοὺς ὅ,τι ὁρίζει ὁ μωσαϊκὸς νόμος διὰ τὸν ἀγνισμὸν καὶ πλήρωσε δι᾿ αὐτοὺς ὅ,τι θὰ χρειασθῆ, διὰ τὰς θυσίας, ποὺ πρέπει νὰ γίνουν, διὰ νὰ ξυρίσουν οἱ ἄνθρωποι αὐτοὶ τὴν κεφαλὴν των. Ἔτσι δὲ θὰ μάθουν ὅλοι ὅτι δὲν ἔχουν καμμίαν βάσιν ὅσα εἰς βάρος σου ἔχουν πληροφορηθῇ, ἀλλ᾿ ὅτι καὶ σὺ ὁ ἴδιος πορεύεσαι φυλάσσων τὸν μωσαϊκὸν νόμον.

25περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.

Ὅσον δὲ διὰ τοὺς ἐθνικούς, ποὺ ἔχουν πιστεύσει, ἡμεῖς τοὺς ἐστείλαμεν ἐπιστολήν, σύμφωνα μὲ τὴν ἀπόφασιν ποὺ ἐλάβομεν, νὰ μὴ τηροῦν κανένα ἀπὸ τοὺς τύπους αὐτοὺς τοῦ Νόμου, εἰ μὴ μόνον νὰ προφυλάσσωνται ἀπὸ τὸ εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ τὸ πνικτὸν καὶ τὴν πορνείαν>.

26τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.

Τότε ὁ Παῦλος ἐπῇρε τὴν ἑπομένην ἡμέραν τοὺς τέσσαρας ἄνδρας, ὑπεβλήθη εἰς τοὺς ἀγνισμούς, ποὺ ὥριζε ὁ νόμος, εἰσῆλθε εἰς τὸ ἱερὸν καὶ ἀνήγγειλε εἰς ὅλους ὅτι συνεπληρώθησαν αἱ ἡμέραι τοῦ ἀγνισμοῦ, ἕως ὅτου προσεφέρθη δι᾿ ἕνα ἕκαστον ἀπὸ αὐτοὺς ἡ καθιερωμένη θυσία.

Σύλληψη του Παύλου27-36

Παράλληλα: Πραξ Θ 1-19, Πραξ ΚΣΤ 12-18

27Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾿ αὐτὸν

Ὄτυαν δὲ ἐπρόκειτο νὰ συμπληρωθοῦν αἱ ἑπτὰ ἡμέραι, κατὰ τὰς ὁποίας θὰ ἔληγε ἡ ὅλη τελετὴ τοῦ ἀγνισμοῦ, οἱ ἀπὸ τὴν Ἀσίαν Ἰουδαῖοι, ὅταν εἶδαν τὸν Παῦλον εἰς τὸ ἱερόν, ἀνεστάτωσαν καὶ ἐξεσήκωσαν ὅλον τὸν λαὸν καὶ τὸν ἔπιασαν,

28κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον·

κράζοντες· <ἄνδρες Ἰσραηλῖται, βοηθῆστε μας· αὐτὸς εἶναι ὁ ἄνθρωπος, ὁ ὁποῖος εἰς ὅλα τὰ μέρη διδάσκει ὅλους ἐναντίον τοῦ ἰσραηλιτικοὺ λαοῦ καὶ ἐναντίον τοῦ μωσαϊκοῦ Νόμου καὶ ἐναντίον τοῦ ἱεροῦ τούτου τόπου. Ἀκόμη δὲ καὶ Ἕλληνας εἰδωλολάτρας ἔφερε εἰς τὸ ἱερὸν καὶ ἐμόλυνε τὸν ἅγιον τοῦτον τόπον>.

29ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.

Ἔλεγαν δὲ αὐτό, διότι εἴχαν ἰδεῖ τὸν Τρόφιμον, τὸν Ἐφέσιον, εἰς τὴν πόλιν μαζῆ μὲ τὸν Παῦλον, τὸν ὁποῖον καὶ ἐνόμιζαν ὅτι τὸν εἶχεν εἰσαγάγει ὁ Παῦλος εἰς τὸ ἱερόν.

30ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.

Ἐταράχθηκε ὅλη ἡ πόλις, ἐμαζεύτηκε ταχέως ἐκεῖ λαὸς Ἑβραίων καὶ ἀφοῦ ἔπιασαν τὸν Παῦλον, τὸν ἔσυραν ἔξω ἀπὸ τὴν αὐλὴν τοῦ ναοῦ καὶ ἀμέσως ἐκλείσθησαν αἱ θύραι, μήπως καὶ μολυνθῇ ὁ ναὸς μὲ τὸ αἷμα τοῦ Παύλου, τὸν ὁποῖον εἶχαν ἀπόφασιν νὰ ἐκτελέσουν ἀμέσως ἐκεῖ.

31ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ·

Ἐνῶ δὲ ἐκεῖνοι μὲ τὰ κτυπήματα των ἐπιχειροῦσαν νὰ τὸν φονεύσουν, ἔγινε γνωστὸν εἰς τὸν χιλίαρχον τοῦ ρωμαϊκοῦ τάγματος ὅτι ὅλη ἡ Ἱερουσαλὴμ εἶναι ἀναστατωμένη.

32ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους κατέδραμεν ἐπ᾿ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

Αὐτὸς παραλαβὼν ἀμέσως στρατιώτας καὶ ἑκατοντάρχους, ἔτρεξε κάτω εἰς αὐτούς. Ὅταν δὲ ἐκεῖνοι εἶδαν τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἔπαυσαν νὰ κτυποῦν τὸν Παῦλον.

33ἐγγίσας δὲ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς ἂν εἴη καὶ τί ἐστι πεποιηκώς.

Ἀφοῦ ἐπλησίασε ὁ χιλίαρχος, ἔπιασε τὸν Παῦλον, διέταξε νὰ τὸν δέσουν μὲ δύο ἁλυσίδες καὶ ἐζητοῦσε πληροφορίες, ποιὸς εἶναι αὐτὸς καὶ τί ἔχει κάμει.

34ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.

Ὅμως ἄλλοι ἄλλα ἐφώναζαν μέσα εἰς τὸ πλῆθος. Ἐπειδὴ δὲ ὁ χιλίαρχος ἕνεκα τῆς ὀχλοβοῆς δὲν ἠμποροῦσε νὰ μάθῃ κάτι τὸ βέβαιον, διέταξε νὰ ὁδηγήσουν τὸν Παῦλον εἰς τὸ περιτειχισμένον στρατόπεδον.

35ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου·

Ὅταν δὲ ᾖλθε εἰς τὰ σκαλοπάτια τῆς κλίμακος τοῦ φρουρίου, ἠναγκάσθησαν οἱ στρατιῶται νὰ βαστάζουν εἰς τὰ χέρια τὸν Παῦλον, διὰ νὰ τὸν προφυλάξουν ἀπὸ τὸ στρύμωγμα καὶ τὴν ὁρμὴν τοῦ ὄχλου.

36ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κρᾶζον· Αἶρε αὐτόν.

Διότι ὅλον τὸ πλῆθος τοῦ λαοῦ ἀκολουθοῦσε καὶ ἐκραύγαζε· <φόνευσέ τον, νὰ λείψῃ ἀπὸ τὴν γῆν>.

Απολογία του Παύλου37- ΚΒ 21

37μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις;

Καὶ ὅταν ὁ Παῦλος ἐπρόκειτο νὰ εἰσαχθῇ εἰς τὸ φρούριον, εἶπε εἰς τὸν ἑκατόνταρχον· <μοῦ ἐπιτρέπεται νά σοῦ πῶ κάτι;> Ἐκεῖνος δὲ εἶπε· <ὥστε γνωρίζεις τὴν ἑλληνικήν;

38οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;

Δὲν εἷσαι λοιπὸν σὺ ὁ Αἰγύπτιος, ὁ ὁποῖος τώρα πρὸ ὀλίγων ἡμερῶν εἶχε ἀναστατώσει καὶ ἔβγαλε εἰς τὴν ἔρημον τὶς τέσσαρες χιλιάδες δολοφόνους, τοὺς ὡπλισμένους μὲ μαχαίρια;>

39εἶπε δὲ ὁ Παῦλος· Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος Ταρσεὺς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.

Εἶπε δὲ ὁ Παῦλος· <ἐγὼ εἷμαι μὲν Ἰουδαῖος, κατάγομαι ὅμως ἀπὸ τὴν Ταρσὸν καὶ εἷμαι συνεπῶς πολίτης μιᾷς ἐπισήμου πόλεως τῆς Κιλικίας. Σὲ παρακαλῶ πολύ, δός μου τὴν ἄδειαν, νὰ ὁμιλήσω πρὸς τὸν λαόν>.

40ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσειε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ λέγων·

Ἀφοῦ δὲ ὁ χιλίαρχος ἔδωσε τὴν ἄδειαν, ὁ Παῦλος ἐστάθηκε εἰς τὰ σκαλιὰ καὶ ἐκίνησε τὸ χέρι πρὸς τὸν λαόν, διὰ νὰ φανερώσῃ ὅτι θέλει νὰ ὁμιλήσῃ. Ὅταν δὲ ἔγινε πολλὴ ἡσυχία, ὡμίλησε πρὸς αὐτοὺς εἰς τὴν ἐβραϊκὴν γλῶσσαν λέγων: