Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Πράξεις

Πράξεις τῶν Ἀποστόλων

Κεφάλαιον Ζ΄
Λειτουργία ανάγνωσης

Ο λόγος του Στεφάνου1-53

1Εἶπε δὲ ὁ ἀρχιερεύς· Εἰ ἄρα ταῦτα οὕτως ἔχει;

Εἶπε δὲ ὁ ἀρχιερεύς· <πὲς μας, εἶναι τάχα ἀληθινά, ὅσα καταγγέλλουν οἱ μάρτυρες;>

2ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,

Ὁ δὲ Στέφανος εἶπε· <ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξῃς παρουσιάσθηκε εἰς τὸν πρόγονόν μας, τὸν Ἀβραάμ, ὅταν ἧτο εἰς τὴν Μεσοποταμίαν, πρὶν ἀκόμη κατοικήσῃ εἰς τὴν Χαρράν.

3καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.

Καὶ εἶπε εἰς αὐτόν: Ἀναχώρησε ἀπὸ τὸν τόπον σου καὶ ἀπὸ τοὺς συγγενεῖς σου καὶ ἔλα εἰς περιοχήν, τὴν ὁποίαν ἐγὼ θά σοῦ δείξω.

4τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·

Τότε ὁ Ἀβραὰμ ἀνεχώρησε ἀπὸ τὴν χώραν τῶν Χαλδαίων καὶ ἐγκατεστάθη εἰς τὴν Χαρράν. Ἀπὸ ἐκεῖ, μετὰ τὸν θάνατον τοῦ πατρὸς του, τὸν ἔβαλε ὁ Θεὸς νὰ κατοικήσῃ εἰς τὴν γῆν αὐτήν, εἰς τὴν ὁποίαν καὶ σεῖς τώρα κατοικεῖτε.

5καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.

Καὶ ἐν τούτοις δὲν τοῦ ἔδωκε εἰς τὴν περιοχὴν αὐτὴν ὡς κληρονομίαν οὔτε ἑνὸς βήματος τόπον. Καὶ ὅμως εἶχε ὑποσχεθῃ ὁ Θεὸς νὰ δώσῃ ὡς ἰδιοκτησίαν τὴν χώραν αὐτήν, εἰς αὐτὸν τὸν ἴδιον καὶ ὕστερα ἀπὸ αὐτὸν εἰς τοὺς ἀπογόνους του, καίτοι ὅταν ὑπέσχετο αὐτὰ ὁ Θεός, δὲν εἶχεν ὁ Ἀβραὰμ τέκνον.

6ἐλάλησε δὲ οὕτως ὁ Θεὸς, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·

Ἐλάλησε δὲ ὁ Θεὸς κατ᾿ αὐτὸν τὸν τρόπον, ὅτι δηλαδὴ οἱ ἀπόγονοί του θὰ μείνουν ὡς πάροικοι εἰς ξένην χώραν. Καὶ οἱ ἄνθρωποι τῆς χώρας ἐκείνης θὰ τοὺς κάμουν δούλους των καὶ θὰ τοὺς ταλαιπωρήσουν τετρακόσια χρόνια.

7καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ, εἶπεν ὁ Θεὸς· καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.

Καὶ εἶπεν ὁ Θεός: Τὸ ἔθνος, εἰς τὸ ὁποῖον θὰ ἐργασθοῦν ὡς δοῦλοι, θὰ τὸ δικάσω ἐγώ. Καὶ ἔπειτα ἀπὸ αὐτὰ θὰ φύγουν ἀπὸ ἐκεῖ καὶ θὰ μὲ λατρεύσουν εἰς τὸν τόπον αὐτόν.

8καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.

Καὶ ἔδωκεν ὁ Θεὸς εἰς τὸν Ἀβραὰμ διαθήκην, ποὺ τὴν ἐπεκύρωσε μὲ τὴν περιτομήν. Καὶ ἔτσι, σύμφωνα μὲ τὴν πίστιν καὶ τὴν διαθήκην αὐτήν, ἐγέννησε ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ καὶ τὸν περιέταμε τὴν ὀγδόην ἡμέραν. Τὸ ἴδιο καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.

9Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον.

Καὶ οἱ δώδεκα πατριάρχαι ἐπειδὴ ἐφθόνησαν τὸν Ἰωσὴφ τὸν ἐπώλησαν ὡς δοῦλον εἰς ἐμπόρους, οἱ ὁποῖοι καὶ τὸν μετέφεραν εἰς τὴν Αἴγυπτον.

10καὶ ἦν ὁ Θεὸς μετ᾿ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.

Ὁ Θεὸς ὅμως ἧτο μαζῆ του, τὸν ἔβγαλε καὶ τὸν ἐγλύτωσε ἀπὸ ὅλας τὰς θλίψεις του καὶ τοῦ ἔδωκε χάριν καὶ σοφίαν, ὅπως αὐτῇ ἐφάνηκε ἐνώπιον Φαραώ, τοῦ βασιλέως τῆς Αἰγύπτου. Καὶ ἐγκατέστησε αὐτὸν ὁ Φαραὼ ἄρχοντα εἰς ὅλην τὴν Αἴγυπτον καὶ εἰς ὅλον τὸ ἀνάκτορόν του.

11ἦλθε δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.

Ἦλθε δὲ πεῖνα εἰς ὅλην τὴν χώραν τῆς Αἰγύπτου καὶ τῆς Χαναὰν καὶ θλῖψις μεγάλη, καὶ δὲν εὕρισκαν τροφὰς οἱ πρόγονοί μας διὰ τὸν ἑαυτὸν τους καὶ τὰ βοσκήματά τους.

12ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον·

Ὅταν δὲ ἤκουσεν ὁ Ἰακώβ, ὅτι εἰς τὴν Αἴγυπτον ὑπάρχει σιτάρι, ἔστειλε διὰ πρώτην φορὰν τοὺς προγόνους μας.

13καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ.

Καὶ κατὰ τὸ δεύτερον ταξίδιόν των ἐφανέρωσε τὸν ἑαυτὸν του ὁ Ἰωσὴφ εἰς τοὺς ἀδελφοὺς του καὶ ἔγινε πλέον γνωστὴ εἰς τὸν Φαραὼ ἡ οἰκογένεια τοῦ Ἰωσήφ.

14ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.

Ἔστειλε δὲ ὁ Ἰωσὴφ καὶ ἐκάλεσεν εἰς τὴν Αἴγυπτον τὸν πατέρα του τὸν Ἰακὼβ καὶ ὅλην τὴν οἰκογένειάν του, ἡ ὁποία ἀπετελεῖτο ἀπὸ ἐβδομήκοντα πέντε ψυχάς.

15κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,

Κατέβηκε πράγματι ὁ Ἰακὼβ εἰς τὴν Αἴγυπτον καὶ ἐκεῖ ἀπέθανε αὐτὸς καὶ οἱ δώδεκα πρόγονοί μας.

16καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ τοῦ Συχέμ.

Καὶ μετεφέρθησαν τὰ ὀστὰ των εἰς τὴν Συχὲμ καὶ ἐτέθησαν εἰς τὸ μνῆμα, τὸ ὁποῖον εἶχε ἀγοράσει ὁ Ἀβραὰμ μὲ ἀργυρὰ νομίσματα ἀπὸ τοὺς υἱοὺς τοῦ Ἐμμόρ, ποὺ κατοικοῦσε εἰς τὴν Συχέμ.

17Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἣν ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,

Καθὼς δὲ ἐπλησίαζε ὁ χρόνος διὰ τὴν ἐκπλήρωσιν τῆς ὑποσχέσεως, τὴν ὁποίαν μὲ ὅρκον εἶχε δώσει ὁ Θεὸς εἰς τὸν Ἀβραάμ, αὐξήθηκε ὁ λαὸς καὶ ἔγινε πλῆθος πολὺ ὁ ἀριθμὸς του εἰς τὴν Αἴγυπτον.

18ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.

Μέχρις ὅτου παρουσιάσθηκε ἄλλος βασιλεύς, ὁ ὁποῖος δὲν ἐγνώριζε τὸν Ἰωσὴφ καὶ τὰς ὑπηρεσίας τὰς ὁποίας εἶχε προσφέρει αὐτὸς εἰς τὴν Αἴγυπτον.

19οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι·

Αὐτὸς ἐσκέφθηκε πονηρὰ καὶ δόλια ἐναντίον τοῦ γένους ἡμῶν, ἐταλαιπώρησε τοὺς πατέρας ἡμῶν καὶ τοὺς ἐξηνάγκασε νὰ ἀφίνουν ἔκθετα τὰ βρέφη των, ὥστε νὰ μὴ διατηροῦνται αὐτὰ εἰς τὴν ζωήν.

20ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.

Κατὰ τὸν καιρὸν δὲ ἐκεῖνον ἐγεννήθηκε ὁ Μωϋσῆς, ὁ ὁποῖος ἧτο ὡραῖος καὶ ἀγαπητὸς εἰς τὸν Θεόν. Αὐτὸς ἀνατράφηκε κρυφὰ τρεῖς μῆνες εἰς τὸ σπίτι τοῦ πατρὸς του.

21ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.

Ὅταν δὲ τὸν ἔρριψαν ἔκθετον εἰς τὰ νερὰ τοῦ ποταμοῦ, τὸν ἀνέσυρε ἀπὸ ἐκεῖ καὶ τὸν ἐπῇρε ἡ κόρη τοῦ Φαραὼ καὶ τὸν ἀνέθρεψε, διὰ νὰ τὸν ἔχῃ ὡς θετὸν υἱὸν της.

22καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις.

Καὶ ἐμορφώθηκε ὁ Μωϋσῆς μὲ ὅλην τὴν σοφίαν τῶν Αἰγυπτίων. Ἦτο δὲ δυνατὸς καὶ συνετὸς καὶ εἰς τοὺς λόγους καὶ εἰς τὰ καλὰ ἔργα, ποὺ ἔκανε.

23Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη εἰς τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.

Καθὼς δὲ αὐτὸς συνεπλήρωσε τὰ σαράντα χρόνια τῆς ἡλικίας του, ἦρθε εἰς τὴν καρδίαν του ἡ ἐπιθυμία, νὰ ἐπισκεφθῇ τοὺς ἀδελφοὺς του, τοὺς ἀπογόνους τοῦ Ἰσραήλ.

24καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο, καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.

Καὶ ὅταν εἶδε κάποιον Ἰσραηλίτην νὰ ἀδικῆται, τὸν ὑπερησπίσθη καὶ ἐξεδικήθη τὸν ἀδικούμενον καὶ βασανιζόμενον αὐτὸν ἀδελφὸν του, φονεύσας τὸν Αἰγύπτιον.

25ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.

Ἐνόμιζε δὲ ὅτι θὰ ἐκαταλάβαιναν οἱ ἀδελφοὶ του, πὼς ὁ Θεὸς μὲ τὸ χέρι τὸ ἰδικὸν του δίδει εἰς αὐτοὺς σωτηρίαν. Ἐκεῖνοι ὅμως δὲν τὸ ἐκατάλαβαν.

26τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών· ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους;

Καὶ τὴν ἄλλην ἡμέραν, ἐνῶ δύο ἀπὸ αὐτοὺς ἐφιλονεικοῦσαν καὶ εἴχαν ἔλθει εἰς τὰ χέρια, παρουσιάσθηκε ἄξαφνα ὁ Μωϋσῆς καὶ τοὺς παρεκίνησε νὰ εἰρηνεύσουν εἰπών: <Ἄνθρωποι, σεῖς εἷσθε ἀδελφοὶ μεταξὺ σας. Διατὶ ἀδικεῖτε ὁ ἔνας τὸν ἄλλον;

27ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν;

Ἀλλὰ ἐκεῖνος, ποὺ ἀδικοῦσε τὸν πλησίον του, ἔσπρωξε τὸν Μωϋσέα καὶ τοῦ εἶπε: Ποιὸς σὲ ἔβαλε ἄρχοντα καὶ δικαστὴν εἰς ἡμᾶς;

28μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον;

Μήπως σὺ θέλεις νὰ μὲ φονεύσῃς, ὅπως ἐφόνευσες χθὲς τὸν Αἰγύπτιον;

29ἔφυγε δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.

Ἕνεκα δὲ τοῦ λόγου αὐτοῦ, ποὺ ἐφανέρωνεν ὅτι ὁ χθεσινὸς φόνος ἔγινε πλέον γνωστός, ἔφυγε ὁ Μωϋσῆς ἀπὸ τὴν Αἴγυπτον καὶ ᾖλθε καὶ ἔμεινε ὡς ξένος εἰς τὴν γῆν Μαδιάμ, ὅπου καὶ ἐπέκτησε δύο υἱούς.

30Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.

Ὅταν δὲ συνεπληρώθησαν σαράντα χρόνια ἀπὸ τὴν ἡμέραν τῆς φυγῆς του, παρουσιάσθηκε πρὸς αὐτὸν εἰς τὴν ἔρημον τοῦ ὅρους Σινὰ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἄγγελος τῆς μεγάλης βουλῆς τοῦ Κυρίου, μέσα εἰς φλόγα πυρός, ποὺ ἔβγαινε ἀπὸ ἕνα βάτο.

31ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν·

Ὁ δὲ Μωϋσῆς, ὅταν εἶδε αὐτὸ τὸ περίργον γεγονός, ἐθαύμαζε τὸ θέαμα· καθὼς δὲ ἐπροχωροῦσε διὰ νὰ τὸ ἀντιληφθῇ καλύτερα, ᾖλθε φωνὴ Κυρίου πρὸς αὐτόν, ἡ ὁποία τοῦ ἔλεγε:

32ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.

Ἐγὼ εἷμαι ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ ὁ Θεὸς τοῦ Ἰσαὰκ καὶ ὁ Θεὸς τοῦ Ἰακώβ. Ἐπειδὴ δὲ ἐκυριεύθηκε ἀπὸ τρόμον ὁ Μωϋσῆς, δὲν ἐτολμοῦσε νὰ ἐρευνήσῃ περισσότερον τὸ ὅραμα.

33εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.

Εἶπε δὲ εἰς αὐτὸν ὁ Κύριος: Λῦσε καὶ βγάλε τὸ ὑπόδημα τῶν ποδῶν σου, διότι ὁ τόπος, ἐπάνω εἰς τὸν ὁποῖον στέκεσαι, εἶναι γῆ ἁγία.

34ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστελῶ σε εἰς Αἴγυπτον.

Ἐγὼ εἶδα πολὺ καλὰ τὴν ταλαιπωρίαν καὶ καταπίεσιν τοῦ λαοῦ μου εἰς τὴν Αἴγυπτον καὶ ἤκουσα τοὺς στεναγμοὺς των καὶ κατέβηκα νὰ τοὺς ἐλευθερώσω. Καὶ τώρα ἐμπρός, θὰ σὲ στείλω εἰς τὴν Αἴγυπτον.

35Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.

Αὐτόν, λοιπόν, τὸν Μωϋσῆν, τὸν ὁποῖον ἐκεῖνοι εἶχον ἀρνηθῇ καὶ τοῦ εἶπαν: Ποιὸς σὲ ἔβαλε ἄρχοντα καὶ δικαστήν; Αὐτὸν ὁ Θεὸς ἄρχοντα καὶ ἐλευθερωτὴν ἔστειλεν μὲ τὸ χέρι καὶ τὴν δύναμιν τοῦ ἀγγέλου τῆς μεγάλης βουλῆς τοῦ Κυρίου, ποὺ εἶχε παρουσιασθῆ πρὸς αὐτὸν εἰς τὴν βάτον.

36οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.

Αὐτός, λοιπόν, ὁ Μωϋσῆς τοὺς ὠδήγησε ἔξω ἀπὸ τὴν χώραν τῆς δουλείας, ἀφοῦ ἔκαμε μεγάλα θαύματα εἰς τὴν Αἴγυπτον καὶ τὴν Ἐρυθρὰν θάλασσαν καὶ εἰς τὴν ἔρημον ἐπὶ σαράντα ἔτη, καὶ τὰ ὁποῖα θαύματα ἐμαρτυροῦσαν τὴν δύναμιν τοῦ Θεοῦ.

37οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.

Αὐτὸς εἶναι ὁ Μωϋσῆς, ποὺ εἶπε εἰς τοὺς Ἰσραηλίτας: Προφήτην εἰς σᾶς θὰ ἀναδείξῃ Κύριος ὁ Θεὸς σας ἀπὸ τοὺς ἀδελφοὺς σας, ὡσὰν ἐμέ, νομοθέτην καὶ ἐλευθερωτήν. Εἰς αὐτὸν θὰ ὑπακούετε.

38οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν,

Αὐτὸς ὁ Μωϋσῆς εἶναι ποὺ ᾖλθε εἰς τὴν συγκέντρωσιν τοῦ λαοῦ εἰς τὴν ἔρημον μετὰ τοῦ ἀγγέλου ὁ ὁποῖος τοῦ ὠμιλοῦσε εἰς τὸ ὅρος Σινά, καὶ τῶν πατέρων μας· αὐτὸς ἔλαβε τὰ λόγια τοῦ Θεοῦ, ποὺ δίδουν ζωήν, διὰ νὰ τὰ παραδώσῃ εἰς ἡμᾶς.

39ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον

Εἰς αὐτὸν δὲν ἠθέλησαν νὰ ὑπακούσουν οἱ πατέρες μας ἀλλὰ τὸν ἀπώθησαν καὶ κατὰ τὴν καρδίαν καὶ τὴν διάθεσίν των ἐγύρισαν πίσῳ εἰς τὴν Αἴγυπτον,

40εἰπόντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.

ἀφοῦ εἶπαν εἰς τὸν Ἀαρών: Κατασκεύασέ μας θεούς, οἱ ὁποῖοι θὰ προπορεύωνται ἐμπρὸς μας, διότι αὐτὸς ὁ Μωϋσῆς, ποὺ μᾶς ἔβγαλε ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου, ἐχάθηκε καὶ δὲν γνωρίζομεν, τί τοῦ συνέβη.

41καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.

Καὶ κατεσκεύασαν ἕνα εἴδωλον μοσχαριοῦ κατὰ τὰς ἡμέρας ἐκείνας καὶ προσέφεραν θυσίας εἰς τὸ εἴδωλον καὶ εὐφραίνοντο καὶ ἐγλεντοῦσαν διὰ τὰ ἔργα τῶν χειρῶν τῳν. (Καὶ ἔδειξαν ἔτσι φοβερὰν ἀπιστίαν καὶ ἀχαριστίαν πρὸς τὸν ἀληθινὸν Θεόν, ὁ ὁποῖος μὲ τόσα θαύματα τοὺς ἔχει λυτρώσει ἀπὸ τὴν δουλείαν τῶν Αἰγυπτίων).

42ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;

Ἕνεκα δὲ τούτων ἔφυγε ἀπὸ αὐτοὺς ὁ Θεὸς καὶ τοὺς ἀφῆκε νὰ λατρεύουν τὰ ἀστέρια τοῦ οὐρανοῦ, ὅπως ἔχει γραφῆ εἰς τὸ βιβλίον τῶν προφητῶν: Μήπως καί μοῦ προσφέρατε σεῖς, ἀπόγονοι τοῦ Ἰσραήλ, μὲ πίστιν καὶ εὐλάβειαν σφάγια καὶ θυσίας ἐπὶ σαράντα ἔτη εἰς τὴν ἔρημον; Ὄχι βέβαια.

43καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ρεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.

Ἀλλὰ ἐσηκώσατε εἰς τοὺς ὤμους σας τὴν εἰδωλολατρικὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἀστέρι τοῦ θεοῦ σας Ρεμφάν, δηλαδὴ τοῦ Κρόνου, εἴδωλα ποὺ ἐκάματε διὰ νὰ τὰ προσκυνῆτε. Καὶ διὰ τοῦτο πρὸς τιμωρίαν σας, θὰ σᾶς διώξω καὶ θὰ σᾶς βάλω νὰ κατοικήσετε μακρύτερα ἀπὸ τὴν Βαβυλῶνα.

44Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει·

Ἡ ἱερὰ ὅμως σκηνὴ τοῦ μαρτυρίου ὑπῆρχε εἰς τὴν ἔρημον διὰ τοὺς πατέρας μας, ὅπως εἶχε διατάξει αὐτός ποὺ ὠμιλοῦσε πρὸς τὸν Μωϋσέα, νὰ κατασκευάσῃ αὐτὴν σύμφωνα μὲ τὸν τύπον, τὸν ὁποῖον εἶχε ἴδει εἰς τὸ ὅρος.

45ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυῒδ·

Αὐτήν, λοιπόν, τὴν σκηνὴν οἱ πατέρες μας, ποὺ διεδέχθησαν τὸν Μωϋσέα, τὴν ἔφεραν μαζῆ μὲ τὸν Ἰησοῦν τοῦ Ναυῆ εἰς τὴν κυριευθεῖσαν χώραν τῶν ἐθνικῶν, τοὺς ὁποίους ἔδιωξε ὁ Θεὸς ἐμπρὸς ἀπὸ τοὺς πατέρας μας, καὶ αὐτῇ ἡ σκηνὴ ἔμεινε ἕως εἰς τὰς ἡμέρας τοῦ Δαυΐδ.

46ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ.

Αὐτὸς εὑρῆκε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ἐζήτησε νὰ εὕρῃ κατάλληλον περιοχήν, διὰ νὰ ἀνεγείρῃ κατοικίαν εἰς τὸν Θεὸν τοῦ Ἰακώβ.

Στεφάνου Πρωτομάρτυρος47-60

Παράλληλα: ΣΤ 8 – Ζ 5

47Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.

Ἀλλὰ ὁ Σολομὼν ἔκτισε ναὸν εἰς τὸν Θεόν.

48ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει·

Ὅμως ὁ Ὕψιστος δὲν κατοικεῖ εἰς χειροποιήτους ναούς, ὅπως ἄλλωστε καὶ ὁ προφήτης λέγει:

49ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;

Ὁ οὐρανὸς εἶναι δι᾿ ἐμὲ θρόνος καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον ἠμπορεῖτε νά μοῦ οἰκοδομήσετε, λέγει ὁ Κύριος, ἢ ποῖος θὰ εἶναι ὁ τόπος τῆς μονίμου παραμονῆς καὶ ἀναπαύσεώς μου;

50οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;

Ὅλα αὐτά, ποῦ ἠμπορεῖτε σεῖς οἱ ἄνθρωποι νά μοῦ τὰ προσφέρετε, δὲν τὰ ἔχει κάμει τὸ παντοδύναμον χέρι μου;

51Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.

Σκληροτράχηλοι, ποὺ δὲν θέλετε νὰ σκύψετε τὸ κεφάλι σας ἐνώπιον τοῦ Θεοῦ καί ποὺ ἔχετε περικόψει ἀπὸ τὴν καρδίαν σας τὰς κακίας, ἔχετε βαρειὰ τ᾿ αὐτιὰ σας, ὥστε νὰ μὴ ἀκούετε τὸ θέλημα τοῦ Θεοῦ· σεῖς πάντοτε ἀντιπράττετε καὶ ἀνθίστασθε εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, ὅπως καὶ οἱ πατέρες σας.

52τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε.

Ποῖον ἀπὸ τοὺς προφήτας δὲν κατεδίωξαν οἱ πατέρες σας; Αὐτοὶ καὶ ἐφόνευσαν ἐκείνους, ποὺ προανήγγειλαν, διὰ τὴν ἔλευσιν τοῦ δικαίου, τοῦ ὁποίου τώρα σεῖς ἔχετε γίνει προδόται καὶ φονεῖς.

53οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε.

Σεῖς οἱ ὁποῖοι ἐλάβατε τὸν νόμον μὲ ἐντολάς, ποὺ ὁ Θεὸς σᾶς ἔδωσε διὰ μέσου τῶν ἀγγέλων, καὶ δὲν τὸν ἐφυλάξατε>.

Ο λιθοβολισμός του Στεφάνου54-60

54Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν.

Ἐνῶ δὲ ἤκουαν αὐτὰ ᾑσθάνοντο τὰς καρδίας των νὰ σχίζωνται ἀπὸ ἄγριον θυμὸν καὶ ἔτριζαν τὰ δόντια των ἐναντίων τοῦ Στεφάνου.

55ὑπάρχων δὲ πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,

Αὐτὸς δέ, γεμᾶτος Πνεῦμα Ἀγιον, ἔστρεψε καὶ προσήλωσε τὸ βλέμμα του εἰς τὸν οὐρανόν, εἶδε τὴν δόξαν καὶ λαμπρότητα τοῦ οὐρανοῦ καὶ τὸν Ἰησοῦν νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ

56καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα.

καὶ εἶπε· <ἰδού, βλέπω ἀνοιγμένους τοὺς οὐρανοὺς καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου νὰ στέκεται ἐκ δεξιῶν τοῦ Θεοῦ>.

57κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν,

Οἱ σύνεδροι καὶ οἱ ἄλλοι Ἰουδαῖοι, ἀφοῦ ἐκραύγασαν μὲ μεγάλην φωνήν, ἐβούλλωσαν τ᾿ αὐτιὰ των, διὰ νὰ μὴ ἀκούουν τὰ βλάσφημα τάχα αὐτὰ λόγια τοῦ Στεφάνου καὶ ὥρμησαν μὲ μιὰ γνώμῃ ὅλοι μαζῆ ἐναντίον του.

58καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου,

Καὶ ἀφοῦ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν πόλιν, τὸν λιθοβολοῦσαν. Καὶ μάρτυρες τῆς κατηγορίας, οἱ ὁποῖοι, σύμφωνα μὲ τὸν νόμον, πρῶτοι ἔπρεπε νὰ ρίψουν λίθον ἐναντίον τοῦ καταδίκου, ἔβγαλαν καὶ ἀφῆκαν πρὸς φύλαξιν τὰ ροῦχα των κοντὰ εἰς τὰ πόδια ἑνὸς νέου, ποὺ ἐλέγετο Σαῦλος,

59καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.

καὶ ἐλιθοβολοῦσαν τὸν Στέφανον, καθ᾿ ὅν χρόνον ἐκεῖνος ἐπεκαλεῖτο τὸν Κύριον καὶ ἔλεγε· <Κύριε Ἰησοῦ, δέξου τὸ πνεῦμα μου>.

60θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

Ἀφοῦ δὲ ἐγονάτισε, ἐφώναξε μὲ μεγάλην φωνήν· <Κύριε, μὴ καταλογίσῃς εἰς αὐτοὺς αὐτὴν τὴν ἁμαρτίαν>. Καὶ ἀφοῦ εἶπε τὴν προσευχὴν αὐτὴν τῆς συγγνώμης, ἐκοιμήθηκε ἐν Κυρίῳ. Ὁ δὲ Σαῦλος ἐπεδοκίμαζε τὴν θανατικὴν ἐκτέλεσιν τοῦ Στεφάνου.