Πράξεις τῶν Ἀποστόλων
Αποστολή Βαρνάβα και Σαύλου1-3
1Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος.
Ἦσαν δὲ εἰς τὴν Ἀντιόχειαν, μέλῃ τῆς ἐκεῖ Ἐκκλησίας, μερικοὶ προφῆται καὶ διδάσκαλοι καὶ ὁ Βαρνάβας καὶ ὁ Συμεών, ποὺ ἐλέγετο καὶ Νίγερ, καὶ ὁ Λούκιος ὁ Κυρηναῖος καὶ ὁ Μαναήν, ὁ ὁποῖος εἶχε ἀνατραφῇ μαζῆ μὲ τὸν τετράρχην Ἡρῴδην καὶ ὁ Σαῦλος.
2λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
Ἐνῶ δὲ αὐτοὶ προσέφεραν τὴν λατρείαν των πρὸς τὸν Κύριον καὶ ἐνήστευαν, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· <ξεχωρίστε μου ἀμέσως τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον διὰ τὸ ἔργον, διὰ τὸ ὁποῖον ἐγὼ τοὺς ἔχω προσκαλέσει>.
3τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν.
Τότε, ἀφοῦ καὶ πάλιν ἐνήστευσαν καὶ προσευχήθησαν, ἔβαλαν ἐπάνω εἰς αὐτοὺς τὰς χέρια των (διὰ νὰ τοὺς ἀναδείξουν ἐπισήμως τρόπον τινὰ ἐκπροσώπους καὶ πληρεξουσίους των) καὶ τοὺς ἔστειλαν εἰς τὸ εἰδικὸν ἔργον, ποὺ τοὺς εἶχε καλέσει ὁ Κύριος.
Ο Σαύλος και ο Βαρνάβας στην Κύπρο4-12
4Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον,
Αὐτοὶ τότε, ἀφοῦ ἔλαβαν τὴν εἰδικὴν αὐτὴν ἀποστολὴν ἀπὸ τὸ Ἅγιον Πνεῦμα, κατέβηκαν εἰς τὴν Σελεύκειαν καὶ ἀπὸ ἐκεῖ ἔπλευσαν εἰς τὴν Κύπρον.
5καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
Καὶ ὅταν ἔφθασαν εἰς τὴν Σαλαμῖνα τῆς Κύπρου, ἐκήρυτταν τὸν λόγον τοῦ Θεοῦ εἰς τὰς συναγωγὰς τῶν Ἰουδαίων· εἶχον δὲ μαζῆ των καὶ τὸν Ἰωάννην, διὰ νὰ τοὺς ὑπηρετῇ.
6Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα ἄνδρα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
Ἀφοῦ δὲ ἐπέρασαν ὅλην τὴν νῆσον μέχρι τῆς Πάφου, εὐρῆκαν ἐκεῖ κάποιον μάγον ψευδοπροφήτην Ἰουδαῖον, τοῦ ὁποίου τὸ ὄνομα ἧτο Βαριησοῦς.
7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
Αὐτὸς ἀνῆκε εἰς τὴν ἀκολουθίαν τοῦ ἀνθυπάτου Σεργίου Παύλου, ὁ ὁποῖος ἧτο ἄνθρωπος συνετός. Αὐτὸς ἐπροσκάλεσε τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον καὶ ἐζήτησε νὰ ἀκούσῃ τὸν λόγον τοῦ Θεοῦ.
8ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος - οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ - ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
Ἀνθίστατο ὅμως εἰς αὐτοὺς ὁ Ἐλύμας ὁ μάγος-ἔτσι, μὲ τὴν λέξιν μάγος μεταφράζεται τὸ ὄνομά του-ὁ ὁποῖος προσπαθοῦσε μὲ σοφίσματα νὰ ἀπομακρύνῃ τὸν ἀνθύπατον ἀπὸ τὴν πίστιν.
9Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν
Ὁ Σαῦλος δέ, ὁ ὁποῖος εἶχε καὶ τὸ ρωμαϊκὸν ὄνομα Παῦλος καθὸ Ρωμαῖος πολίτης, ἀφοῦ ἐγέμισε ἀπὸ Πνεῦμα Ἅγιον, ἐκύτταξε κατάματα τὸν μάγον
10εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;
καὶ εἶπε· <ὦ υἱὲ τοῦ διαβόλου, ποὺ εἷσαι γεμᾶτος ἀπὸ κάθε δολιότητα καὶ κάθε ρᾳδιουργίαν, ἐχθρὲ κάθε δικαιοσύνης, δὲν θὰ παύσῃς νὰ διαστρέφῃς μὲ τὰ σοφίσματα καὶ τὰς πονηρίας σου τὰς εὐθείας ὁδοὺς τοῦ Κυρίου;
11καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
Καὶ τώρα, ἰδού, τὸ ἐκδικητικὸν χέρι τοῦ Κυρίου εἶναι ἐπάνω σου καὶ θὰ μείνῃς τυφλὸς μέχρις ὡρισμένου καιροῦ μὴ βλέπων τὸν ἥλιον>. Καὶ ἀμέσως ἔπεσε ἐπάνω εἰς αὐτὸν κάτι σὰν πυκνὴ ὁμίχλη καὶ σκοτάδι, περιεφέρετο ἐδῶ καὶ ἐκεῖ καὶ ἐζητοῦσε ἀνθρώπους, νὰ τὸν ὁδηγοῦν ἀπὸ τὸ χέρι.
12τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
Τότε, ὅταν ὁ ἀνθύπατος εἶδε τὸ καταπληκτικὸν αὐτὸ θαῦμα, ἐπίστευσε. Καὶ καθὼς ἤκουε ἀπὸ τοὺς δύο Ἀποστόλους τὴν διδασκαλίαν τοῦ Κυρίου, ἐξεπλήσσετο καὶ ἐθαύμαζε δ᾿ αὐτήν.
Το κήρυγμα στην Αντιόχεια της Πισιδίας13-52
13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
Ἀφοῦ δὲ ἀπέπλευσαν ἀπὸ τὴν Πάφον ὁ Παῦλος καὶ οἱ συνοδοὶ του, ἦλθαν εἰς τὴν Πέργην τῆς Παμφυλίας. Ὁ Ἰωάννης ὅμως ἀπεχώρησε ἀπὸ αὐτοὺς καὶ ἐπέστρεψε εἰς Ἱεροσόλυμα.
14Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
Αὐτοὶ δέ, ἀφοῦ ἐπέρασαν ἀπὸ τὴν περιοχὴν τῆς Πέργης, ἔφθασαν εἰς τὴν Ἀντιόχειαν τῆς Πισιδίας καὶ κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου εἰσελθόντες εἰς τὴν συναγωγὴν ἐκάθισαν.
15μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἰ ἔστιν λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
Μετὰ δὲ τὴν ἀνάγνωσιν περικοπῶν ἀπὸ τὸν νόμον καὶ τοὺς προφήτας, ἔστειλαν οἱ ἐρχισυνάγωγοι πρὸς αὐτοὺς τὸν ὑπηρέτην τῆς συναγωγῆς καὶ τοὺς εἶπαν· <ἄνδρες ἀδελφοί, ἐὰν ἔχετε λόγον διδασκαλίας καὶ παρηγορίας πρὸς τὸν λαόν, λέγετε>.
16ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.
Ἀφοῦ δὲ ἐσηκώθηκε ὁ Παῦλος καὶ μὲ τὸ χέρι του ἔκαμε σημεῖον, ὅτι ἤθελε νὰ ὁμιλήσῃ, εἶπε· <ἄνδρες Ἰσραηλῖται καὶ ὅσοι ἐθνικοί, ποὺ φοβεῖσθε τὸν Θεὸν εἷσθε ἐδῶ, ἀκούσατε.
17ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
Ὁ Θεὸς τούτου τοῦ ἰσραηλιτικοὺ λαοῦ ἐξέλεξε τοὺς προγόνους μας καὶ ἐξύψωσε καὶ ἐπλήθυνε τὸν λαόν, καθ᾿ ὅν χρόνον ἔμεινε εἰς τὴν χώραν τῆς Ἀγύπτου καὶ μὲ τὴν παντοδύναμον δεξιὰν του τοὺς ἔβγαλε ἐλευθέρους ἀπὸ αὐτήν.
18καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
Καὶ ἐπὶ σαράντα περίπου χρόνια ὑπέμεινε τὰς δυστροπίας των εἰς τὴν ἔρημον.
19καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν.
Καὶ ἀφοῦ κατέλυσε ἑπτὰ ἔθνη εἰς τὴν χώραν τῆς Χαναάν, ἔδωκε εἰς αὐτοὺς κληρονομίαν τὴν γῆν τῶν ἐθνῶν αὐτῶν.
20καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.
Ἔπειτα δὲ ἀπὸ αὐτά, ἐπὶ τετρακόσια πενῆντα περίπου ἔτη, τοὺς ἔδωσε κριτάς, διὰ νὰ τοὺς κυβερνήσουν μέχρι τῆς ἐποχὴς τοῦ Σαμουὴλ τοῦ προφήτου.
21κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα·
Ἀπὸ τὴν ἐποχὴν δὲ τοῦ Σαμουὴλ ἐζήτησαν βασιλέαν καὶ τοὺς ἔδωκεν ὁ Θεὸς τὸν Σαούλ, τὸν υἱὸν τοῦ Κίς, ποὺ κατήγετο ἀπὸ τὴν φυλὴν Βενιαμίν, καὶ ὁ ὁποῖος ἐβασίλευσε σαράντα ἔτη.
22καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
Καὶ ὅταν, διὰ τὴν ἀνυπακοὴν καὶ τὰς ἁμαρτίας του, τὸν ἐδίωξε ὁ Θεός, ἀνέδειξε εἰς αὐτοὺς βασιλέα τὸν Δαυῒδ, διὰ τὸν ὁποῖον καὶ εἶπε αὐτὴν τὴν μαρτυρίαν: Εὑρῆκα τὸν Δαυῒδ, τὸν υἱὸν τοῦ Ἰεσσαί, ἄνθρωπον κατὰ τὴν καρδίαν μου, ὁ ὁποῖος θὰ ἐκτελέσῃ ὅλα τὰ θελήματά μου.
23τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν,
Ἀπὸ τοὺς ἀπογόνους δὲ τούτου ἀνέδειξε ὁ Θεός, σύμφωνα μὲ τὴν ὑπόσχεσίν του, τὸν Ἰησοῦν Χριστὸν Σωτῆρα εἰς τὸν Ἰσραήλ.
24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
Ὀλίγον δὲ χρόνον προηγουμένως πρὶν εἰσέλθῃ ὁ Ἰησοῦς εἰς τὴν δημοσίαν δρᾶσιν του, ἐκήρυξε ὁ Ἰωάννης βάπτισμα μετανοίας εἰς ὅλον τὸν λαὸν τοῦ Ἰσραήλ.
Ανάγνωσμα · Παραμονή Φώτων Ωρα Α, 25-32
Ανάγνωσμα · Αποτομή Τιμίας Κεφαλής Προδρόμου, 25-32
25ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
Κατὰ τὸν καιρὸν δέ ποὺ ὁ Ἰωάννης ἐξεπλήρωνε τὴν ἀποστολὴν του καὶ ἀκολουθοῦσε τὸν δρόμον, ποὺ τοῦ εἶχεν ὁρίσει ὁ Θεός, ἔλεγε: Ποῖον μὲ νομίζετε ὅτι εἷμαι; Δὲν εἷμαι ἐγὼ ὁ Μεσσίας, ἀλλ᾿ ἰδού, ὕστερα ἀπὸ ἐμὲ ἔρχεται ἐκεῖνος, τοῦ ὁποίου ἐγὼ δὲν εἷμαι ἄξιος νὰ λύσω τὸ ὑπόδημα τῶν ποδῶν.
26Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.
Ἄνδρες ἀδελφοί, παιδιά τοῦ γένους Ἀβραάμ, καὶ σεῖς οἱ ἐθνικοί, ποὺ φοβεῖσθε τὸν Θεόν, ἀκούσατε τοῦτο· πρὸς σᾶς ἀπευθύνεται τὸ κήρυγμα αὐτῆς τῆς σωτηρίας.
27οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
Διότι οἱ κάτοικοι τῆς Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντές των παρεγνώρισαν τοῦτον, τὸν Ἰησοῦν, ὅπως ἐπίσης καὶ τὰς φωνὰς τῶν προφητῶν, ποὺ ἀναγινώσκονται καὶ ἀκούονται κάθε Σάββατον εἰς τὰς συναγωγάς, καὶ τὸν κατεδίκασαν εἰς θάνατον, χωρὶς νὰ ἀντιληφθοῦν ὅτι ἔτσι ἐπραγματοποιήσαν τὰς προφητείας.
28καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.
Καὶ ἐνῶ δὲν εὐρῆκαν εἰς αὐτὸν καμμίαν ἐνοχήν, ποὺ νὰ τιμωρῆται μὲ θάνατον, ἐζήτησαν ἀπὸ τὸν Πιλᾶτον νὰ θανατωθῇ αὐτός.
29ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
Ἀφοῦ δὲ μὲ ἐκεῖνα τὰ ὁποῖα ἐν τῇ κακίᾳ των ἔπραξαν, ἐξεπλήρωσαν ὅλα ὅσα εἴχαν γραφῆ εἰς τοὺς προφήτας δι᾿ αὐτόν, τὸν κατέβασαν ἀπὸ τὸ ξύλον τοῦ σταυροῦ καὶ τὸν ἔβαλαν εἰς μνημεῖον.
30ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
Ὁ Θεὸς ὅμως τὸν ἀνέστησε ἐκ νεκρῶν.
31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
Καὶ αὐτὸς παρουσιάσθηκε ἐπὶ πολλὰς ἡμέρας εἰς ἐκείνους, ποὺ εἴχαν ἀνεβῆ μαζῆ του ἀπὸ τὴν Γαλιλαίαν εἰς τὴν Ἱερουσαλὴμ καὶ οἱ ὁποῖοι εἶναι αὐτόπται μάρτυρες αὐτοῦ καὶ τῆς ἀναστάσεώς του πρὸς τὸν λαόν.
32καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν,
Καὶ ἡμεῖς σήμερον κηρύττομεν πρὸς σᾶς τὸ χαρμόσυνον μήνυμα, ὅτι τὴν ὑπόσχεσιν, ποὺ ἔδωσεν ὁ Θεὸς πρὸς τοὺς προγόνους μας, αὐτὴν τὴν ἔχει ἐκπληρώσει τώρα εἰς τὰ τέκνα των, δηλαδὴ εἰς ἡμᾶς, ἀναστήσας τὸν Ἰησοῦν ἐκ νεκρῶν.
33ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Αὐτὰ ἔγιναν σύμφωνα καὶ μὲ ὅσα εἶναι γραμμένα εἰς τὸν δεύτερον ψαλμόν: Υἱός μου εἷσαι σύ, τὸν ὁποῖον ἐγὼ προαιωνίως ἐγέννησα ἐκ τῆς οὐσίας μου· καὶ σήμερον, ποὺ διὰ τῆς ὑπακοῆς σου καὶ τῆς σταυρικῆς σου θυσίας ἐνίκησες τὸν θάνατον, ἐβεβαίωσα ἐγὼ διὰ τῆς ἀναστάσεώς σου, ὅτι ὄντως ἔχεις γεννηθῇ ἀπὸ ἐμέ.
34ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά.
Ὅτι δὲ ὁ Θεὸς τὸν ἀνέστησε, ὄχι ὅπως μερικοὺς ἄλλους νεκροὺς τῆς Παλαιᾶς Διαθήκης, οἱ ὁποῖοι ἀπέθανον πάλιν, ἀλλὰ διὰ νὰ μὴ δοκιμάσῃ ποτὲ πλέον τὸν θάνατον καὶ νὰ μὴ ἐπιστρέψῃ εἰς τὴν φθορὰν τοῦ τάφου, εἶχε προείπει ὁ ἴδιος ὁ Θεὸς λέγων ὅτι θὰ δώσω εἰς σᾶς τὰς ἱερὰς καὶ ἀξιοπίστους πάντοτε ὑποσχέσεις μου, ποὺ εἶχα δώσει εἰς τὸν Δαυῒδ.
35διὸ καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
Δι᾿ αὐτὸ καὶ εἰς ἄλλον ψαλμὸν μὲ τὸ στόμα τοῦ Δαυῒδ προφητεύει: Δὲν θὰ ἐπιτρέψῃς νὰ ἵδῃ τὴν φθορὰν καὶ ἀποσύνθεσιν τοῦ θανάτου ὁ Μεσσίας, ὁ ἀφωσιωμένος ἐντελῶς εἰς σέ.
36Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν·
Ἡ προφητεία αὐτῇ δὲν ἐξεπληρώθη εἰς τὸν Δαυῒδ, διότι ὁ Δαυῒδ, ἀφοῦ ὑπηρέτησε τοὺς ἀνθρώπους τῆς ἐποχῆς του, σύμφωνα μὲ τὴν θέλησιν τοῦ Θεοῦ, ἀπέθανε καὶ προσετέθη εἰς τοὺς προγόνους του καὶ εἶδε τὴν ἀποσύνθεσιν τοῦ θανάτου.
37ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.
Ὁ Ἰησοῦς ὅμως, τὸν ὁποῖον ὁ Θεὸς ἀνέστησε ἐκ νεκρῶν, δὲν εἶδε αὐτὴν τὴν φθορὰν καὶ ἀποσύνθεσιν.
38γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται,
῍Ας εἶναι λοιπὸν γνωστὸν εἰς σᾶς, ἄνδρες ἀδελφοί, ὅτι σήμερον κηρύττεται πρὸς σᾶς ἄφεσις ἁμαρτιῶν διὰ τοῦ Ἰησοῦ Χριστοῦ.
39καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
Καὶ ἀπὸ ὅλας τὰς παραβάσεις καὶ τὰ ἁμαρτήματα, ποὺ δὲν ἠμπορέσατε νὰ ἀπαλλαγῆτε καὶ νὰ δικαιωθῆτε διὰ τοῦ μωσαϊκοὺ νόμου, κάθε ἔνας ποὺ πιστεύει εἰς τὸν Ἰησοῦν Χριστόν, παίρνει δι᾿ αὐτοῦ τὴν ἄφεσιν καὶ τὴν δικαίωσιν.
40βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾿ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις·
Προσέχετε ὅμως, μήπως δείξετε ἀπιστίαν καὶ πέσει ἐπάνω σας ἐκεῖνο, ποὺ ἔχει λεχθῇ εἰς τὰ βιβλία τῶν προφητῶν:
41ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
Ἰδέτε σεῖς, ποὺ καταφρονεῖτε τὸν Θεὸν καὶ τὰ προστάγματά του. Θαυμάσατε καὶ ἐξαφανισθῆτε· διότι ἐγὼ πραγματοποιῶ εἰς τὰς ἡμέρας σας ἔργον τιμωρίας καὶ καταστροφῆς, ἔργον τὸ ὁποῖον ἐὰν κανεὶς ἐκ τῶν προτέρων σᾶς τὸ διηγηθῇ, θὰ σᾶς φανῇ τόσον παράδοξον, ὥστε δὲν θὰ τὸ πιστεύσετε>.
42Ἐξιόντων δὲ αὐτῶν ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
Ὅταν δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας ἐβγῆκαν ἀπὸ τὴν συναγωγὴν τῶν Ἰουδαίων, οἱ ἐθνικοί ποὺ εἴχαν ἀκούσει τὸ κήρυγμά του μέσα εἰς τὴν συναγωγήν, τοὺς παρακαλοῦσαν νὰ κηρύξουν εἰς αὐτοὺς πάλιν τὰ λόγια αὐτὰ κατὰ τὸ προσεχὲς Σάββατον.
43λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.
Ὅταν δὲ ἔληξε ἡ συγκέντρωσις τῆς συναγωγῆς, πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους καὶ τοὺς προσηλύτους ἐθνικούς, ποὺ ἐσέβοντο τὸν Θεόν, ἠκολούθησαν τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, οἱ ὁποῖοι καὶ συνωμιλοῦσαν μὲ ἁπλότητα μαζῆ των καὶ τοὺς ἔπειθαν νὰ μένουν πιστοὶ εἰς τὴν χάριν ποὺ τοὺς ἔδωκε ὁ Θεός.
44Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
Κατὰ τὸ ἑπόμενον δὲ Σάββατον, ὅλη σχεδὸν ἡ πόλις εἶχε συγκεντρωθῆ, διὰ νὰ ἀκούσῃ τὸν λόγον τοῦ Θεοῦ.
45ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες.
Οἱ Ἰουδαῖοι ὅμως, ὅταν εἶδαν τὰ πλήθη αὐτὰ τοῦ λαοῦ, κατελήφθησαν ἀπὸ φθόνον καὶ ζηλοτυπίαν καὶ ἀντέλεγαν εἰς ὅσα ἐδίδασκε ὁ Παῦλος, παρατάσσοντες ὁλονὲν καὶ νέας σοφιστικὰς ἀντιλογίας, ὑβρίζοντες καὶ βλασφημοῦντες τὸν Χριστὸν καὶ τοὺς Ἀποστόλους.
46παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
Ὁ Παῦλος ὅμως καὶ ὁ Βαρνάβας ὡμίλησαν μὲ παρρησίαν καὶ θάρρος καὶ τοὺς εἶπαν· <εἰς σᾶς, σύμφωνα μὲ τὸ θεῖον σχέδιον, ἧτο ἀνάγκη νὰ κηρυχθῇ πρῶτον ὁ λόγος τοῦ Θεοῦ. Ἐπειδὴ ὅμως σεῖς τὸν ἀποκρούετε καὶ δὲν τὸν δέχεσθε καὶ οἱ ἴδιοι δὲν κρίνετε ἀξίους τοὺς ἑαυτοὺς σας διὰ τὴν αἰώνιον ζωήν, ἰδού, στρεφόμεθα τώρα πρὸς τὰ ἔθνη.
47οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
Διότι τέτοια ἐντολὴ μᾶς ἔχει δώσει ὁ Κύριος. Διὰ τοῦ προφήτου Ἠσαΐου ὁμιλῶν πρὸς τὸν Μεσσίαν εἶπε: Σὲ ἔχω θέσει φῶς τῶν ἐθνῶν, διὰ νὰ εἷσαι σὺ εἰς σωτηρίαν ὅλων ἀνεξαιρέτως τῶν ἀνθρώπων ἕως τὰ πέρατα τῆς γῆς>.
48ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδέξαντο τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
Οἱ ἐθνικοὶ ἀκούοντες τὰ λόγια αὐτὰ ἔχαιραν καὶ ἐδέχθησαν τὸν λόγον τοῦ Κυρίου καὶ ἐπίστευσαν, ὅσοι, διὰ τὴν καλὴν των διάθεσιν, εἴχαν προορισθῆ ἀπὸ τὸν Θεὸν διὰ τὴν αἰώνιον ζωήν.
49διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας.
Διεδίδετο δὲ ὁ λόγος τοῦ Κυρίου εἰς ὅλην τὴν χώραν.
50οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
Οἱ δὲ Ἰουδαῖοι ἐξηρέθισαν καὶ παρεκίνησαν τὰς προσηλύτους γυναίκας, ποὺ ἐσέβοντο τὸν Θεόν, τὰς γυναίκας τῆς ἀριστοκρατίας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐξήγειραν διωγμὸν ἐναντίον τοῦ Παύλου καὶ τοῦ Βαρνάβα καὶ τοὺς ἔβγαλαν ἔξω ἀπὸ τὰ σύνορα τῆς χώρας των.
51οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον.
Ἐκεῖνοι δὲ εἰς ἔνδειξιν διαμαρτυρίας ἐναντίον των, ἐτίναξαν τὴν σκόνην τῶν ποδιῶν των καὶ ἦλθαν εἰς τὸ Ἰκόνιον.
52οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος ἁγίου.
Οἱ Χριστιανοὶ ὅμως, ποὺ ἔμεναν εἰς τὴν Ἀντιόχειαν καὶ τὴν περιοχὴν ἐγέμιζαν ὁλονὲν καὶ μὲ περισσοτέραν χαρὰν καὶ Πνεῦμα Ἅγιον.