Πράξεις τῶν Ἀποστόλων
1Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε τὴν ἀπολογίαν μου, ποὺ ἀπευθύνω τώρα πρὸς σᾶς>.
2ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.
Ὅταν δὲ ἤκουσαν ὅτι ὠμιλοῦσε τὴν ἐβραϊκὴν γλῶσσαν, τὸν ἐπρόσεξαν περισσότερον καὶ ἔκαμαν μεγαλυτέραν ἡσυχίαν.
3καὶ φησίν· Ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιὴλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.
Καὶ τότε ὁ Παῦλος εἶπε· <ἐγὼ εἷμαι ἄνθρωπος Ἰουδαῖος, ποὺ ἔχω γεννηθῆ εἰς τὴν Ταρσὸν τῆς Κιλικίας· ἔχω ὅμως ἐκπαιδευθῆ εἰς τὴν πόλιν αὐτήν, εἰς τὴν Ἱερουσαλήμ, κοντὰ εἰς τὸν γνωστὸν σας διδάσκαλον Γαμαλιήλ. Ἐπομένως ἔχω διδαχθῆ μὲ πολλὴν ἀκρίβειαν τὸν νόμον τῶν πατέρων μας καὶ ἤμουν πάντοτε γεμᾶτος ζῆλον διὰ τὴν δόξαν τοῦ Θεοῦ, ὅπως εἷσθε καὶ σεῖς σήμερα.
4ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
Ἀκριβῶς δὲ διότι εἶχα τέτοιον ζῆλον, κατεδίωξα μέχρι θανάτου τὴν νέαν αὐτὴν πίστιν, τὸν δρόμον τῆς χριστιανικῆς ζωῆς, συλλαμβάνων, δεσμεύων καὶ παραδίδων εἰς τὰς φυλακὰς ἄνδρας καὶ γυναῖκας.
5ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾿ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
Αὐτὰ ἀκριβῶς τὰ βεβαιώνουν ὁ ἀρχιερεὺς καὶ ὅλον τὸ συνέδριον τῶν Ἰουδαίων. Ἀπὸ αὐτοὺς δὲ ἀφοῦ ἔλαβα συστατικὰς καὶ ἐξουσιοδοτικὰς ἐπιστολὰς διὰ τοὺς Ἰουδαίους ἀδελφοὺς τῆς Δαμασκοῦ, ἐπήγαινα μὲ τὸν σκοπὸν νὰ φέρω εἰς τὴν Ἱερουσαλὴμ δεμένους τοὺς χριστιανούς, ποὺ θὰ ἦσαν ἐκεῖ, διὰ νὰ τιμωρηθοῦν.
6Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
Ἐνῶ δὲ ἐπροχωροῦσα καὶ ἐπλησίαζα εἰς τὴν Δαμασκόν, αἴφνης κατὰ τὸ μεσημέρι ἄστραψε γύρῳ μου ὁλόλαμπρο φῶς ἀπὸ τὸν οὐρανόν.
7ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ, Σαούλ, τί με διώκεις;
Ἔπεσα τότε κάτω εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνήν, ποὺ μοῦ ἔλεγε: Σαούλ, Σαούλ, διατὶ μὲ καταδιώκεις;
8ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, Κύριε; εἶπέ τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
Ἐγὼ δὲ ἀπήντησα: Ποιὸς εἷσαι Κύριε; Καί μοῦ εἶπε: Ἐγὼ εἷμαι ὁ Ἰησοῦς, ὁ Ναζωραῖος, τὸν ὁποῖον σὺ καταδιώκεις.
9οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
Αὐτοὶ δέ ποὺ ἦσαν μαζῆ μου, εἶδαν τὸ φῶς, ἐκυριεύθησαν ἀπὸ φόβον, ἀλλὰ δὲν ἐξεχώρισαν τὶς λέξεις ἐκείνου, ὁ ὁποῖος μοῦ ὠμιλοῦσε.
10εἶπον δέ· τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
Ἐγὼ δὲ εἶπα: Τί νὰ κάμω, Κύριε; Ὁ δὲ Κύριός μοῦ εἶπε: Σήκω, πήγαινε εἰς τὴν Δαμασκὸν καὶ ἐκεῖ θά σοῦ λεχθῇ δι᾿ ὅλα ὅσα ὁ Θεὸς ἔχει ὁρίσει νὰ κάμῃς ἐσύ.
11ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
Ἐπειδὴ δέ, ἐξ αἰτίας τοῦ λαμπροῦ ἐκείνου φωτός, δὲν ἔβλεπα πλέον, ἦλθα εἰς τὴν Δαμασκὸν χειραγωγούμενος, ἀπὸ ἐκείνους, ποὺ ἦσαν μαζῆ μου.
12Ἀνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἐν Δαμασκῷ Ἰουδαίων,
Κάποιος δέ, ὀνόματι Ἀνανίας, ἄνθρωπος σύμφωνα μὲ τὸν Νόμον πιστὸς καὶ εὐλαβὴς καὶ ὁ ὁποῖος ἐμαρτυρεῖτο ὡς ἐνάρετος ἀπὸ ὅλους τοὺς Ἰουδαίους κατοίκους τῆς Δαμασκοῦ,
13ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
ᾖλθε εἰς ἐμέ, ἐστάθηκε κοντά μου καί μοῦ εἶπε: Σαούλ, ἀδελφέ, σήκωσε τὰ μάτια σου ἐπάνω. Καὶ ἐγὼ ἀμέσως τὴν στιγμὴν ἐκείνην ἀπέκτησα τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ τὸν ἐκύτταξα.
14ὁ δὲ εἶπεν· ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
Ἐκεῖνος δὲ εἶπε: Ὁ Θεὸς τῶν πατέρων μας σὲ προώρισε νὰ μάθῃς τὸ θέλημα του καὶ νὰ ἰδῇς τὸν δίκαιον Ἰησοῦν καὶ νὰ ἀκούσῃς τὰ λόγια του ἀπὸ τὸ ἴδιο του τὸ στόμα.
15ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
Καὶ τοῦτο, διότι θὰ εἷσαι κῆρυξ καὶ μάρτυς αὐτοῦ πρὸς ὅλους τοὺς ἀνθρώπους, εἰς τοὺς ὁποίους θὰ ἀναγγείλῃς αὐτά ποὺ εἶδες καὶ ἤκουσες.
16καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
Καὶ τώρα τί περιμένεις; (Θέσε ἀμέσως εἰς ἐνέργειαν αὐτά ποὺ ἤκουσες). Σήκω, βαπτίσου καὶ καθαρίσου ἀπὸ τὰς ἁμαρτίας σου μὲ τὸ ἅγιον βάπτισμα, ἀφοῦ ἐπικαλεσθῇς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
17Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι·
Ὅταν δὲ ἐπέστρεψα εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς ὥραν ποὺ προσευχόμουν εἰς τὸ ἱερόν, περιέπεσα εἰς ἔκστασιν καὶ εἶδα αὐτὸν τὸν Κύριον νά μοῦ λέγῃ:
18σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.
Σπεῦσε καὶ φύγε γρήγορα ἀπὸ τὴν Ἱερουσαλήμ, διότι οἱ Ἰουδαῖοι δὲν θὰ παραδεχθοῦν τὴν μαρτυρίαν καὶ τὸ κύρυγμά σου περὶ ἐμοῦ.
19κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
Καὶ ἐγὼ εἶπα: Κύριε, αὐτοὶ γνωρίζουν πολὺ καλὰ ὅτι ἐγὼ ἐφυλάκιζα καὶ ἔδερνα εἰς τὰς διαφόρους συναγωγὰς ἐκείνους, ποὺ ἐπίστευσαν εἰς σέ.
20καὶ ὅτε ἐξεχετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
Καὶ ὅταν ἐχύνετο τὸ αἷμα τοῦ Στεφάνου, τοῦ μάρτυρός σου ἐγὼ ὁ ἴδιος ἤμουν ἐκεῖ κοντὰ παρὼν καὶ ἐπεδοκίμαζα τὸν φόνον του καὶ ἐφύλασσα τὰ ἐνδύματα ἐκείνῳ, ποὺ τὸν ἐφόνευαν.
21καὶ εἶπε πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
Καί μου εἶπε: Πήγαινε, διότι ἐγὼ θὰ σὲ στείλω εἰς ἔθνη μακράν>.
Συνομιλία με το Ρωμαίο διοικητή22-29
22Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
Οἱ Ἰουδαῖοι τὸν ἤκουαν ἥσυχοι ἕως τὸ σημεῖον αὐτὸ τοῦ λόγου. Ὅταν ὅμως ἀνέφερε τὰ ἔθνη (ἐκυριεύθησαν ἀπὸ φανατισμὸν καὶ σκοτισμὸν νοῦ) ἐσήκωσαν τὴν φωνὴν των κράζοντες· <φόνευσέ τον, ἐξαφάνισε ἀπὸ τὴν γῆν αὐτὸν τὸν ἄνθρωπον. Διότι δὲν θὰ ἔπρεπε ἤδη νὰ ζῇ αὐτός>.
23κραυγαζόντων δὲ αὐτῶν καὶ ῥιπτόντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
Ἐπειδὴ δὲ αὐτοὶ ἐκραύγαζαν καὶ ἔρριπταν τὰ ροῦχα των καὶ ἐπετοῦσαν χῶμα εἰς τὸν ἀέρα,
24ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα ἐπιγνῷ δι᾿ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
διέταξε ὁ χιλίαρχος νὰ ὁδηγηθῇ ὁ Παῦλος εἰς τὸ στρατόπεδον καὶ ἔδωσε ἐντολὴν νὰ τὸν ἀνακρίνουν χρησιμοποιοῦντες καὶ τὴν μαστίγωσιν, διὰ νὰ τὸν ἀναγκάσουν ἔτσι νὰ πῇ τὴν ἀλήθειαν, ὥστε νὰ μάθῃ ὁ χιλίαρχος τὴν αἰτίαν, διὰ τὴν ὁποίαν ἐκραύγαζαν ἔτσι ἐναντίον του οἱ Ἑβραῖοι.
25ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ρωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
Ὅταν ὅμως γυμνὸν τὸν ἐτέντωσαν καὶ τὸν ἔδεσαν εἰς τὴν σανίδα, διὰ νὰ τὸν μαστιγώσουν, εἶπε ὁ Παῦλος εἰς τὸν ἑκατόνταρχον, ποὺ ἐστέκετο ἐκεῖ ὄρθιος· <ἔχετε λοιπὸν τὸ δικαίωμα καὶ τὴν ἐξουσίαν νὰ μαστιγώσετε Ρωμαῖον πολίτην, χωρὶς προηγουμένως νὰ τὸν δικάσετε καὶ νὰ τὸν κρίνετε;>
26ἀκούσας δὲ ὁ ἑκατόνταρχος προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων· ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ρωμαῖός ἐστι.
Ὅταν ὁ ἑκατόνταρχος ἤκουσε αὐτό, προσῆλθε εἰς τὸν χιλίαρχον καὶ τοῦ εἶπε· <πρόσεχε τί μέλλεις νὰ πράξῃς· διότι ὁ ἄνθρωπος αὐτὸς εἶναι Ρωμαῖος πολίτης>.
27προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, εἰ σὺ Ρωμαῖος εἶ. ὁ δὲ ἔφη· Ναί.
Ἦλθε τότε ὁ χιλίαρχος πρὸς τὸν Παῦλον καὶ τοῦ εἶπε· <λέγε μου, ἐὰν πράγματι σὺ εἷσαι Ρωμαῖος πολίτης>. Ὁ δὲ Παῦλος τοῦ εἶπε· <ναί>.
28ἀπεκρίθη τε ὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι.
Ἀπεκρίθη ὁ χιλίαρχος· <ἐγὼ μὲ πολλὰ χρήματα ἀπέκτησα τὸ δικαίωμα τοῦ Ρωμαίου πολίτου>. Ὁ δὲ Παῦλος εἶπε· <ἐγὼ ὅμως καὶ ἔχω γεννηθῇ Ρωμαῖος πολίτης>.
29εὐθέως οὖν ἀπέστησαν ἀπ᾿ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ρωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
Ἀμέσως δὲ τότε ἀπεμακρύνθησαν ἀπὸ αὐτὸν ἐκεῖνοι, ποὺ ἐπρόκειτο νὰ τὸν ἀνακρίνουν. Ἀλλὰ καὶ ὁ χιλίαρχος ἐφοβήθηκε, ὅταν ἔμαθε ὅτι εἶναι Ρωμαῖος πολίτης καὶ διότι τὸν εἶχε δέσει.
Μπροστά στο μέγα συνέδριο30-ΚΓ 11
30Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτόν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
Τὴν ἄλλην δὲ ἠμέραν ἐπειδὴ ἤθελε νὰ μάθῃ μὲ ἀκρίβειαν, τί εἶναι ἐκεῖνο, διὰ τὸ ὁποῖον κατηγορεῖται ἀπὸ τοὺς Ἑβραίους, ἔλυσε αὐτὸν ἀπό τις ἁλυσίδες καὶ διέταξε νὰ συγκεντρωθοῦν οἱ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριόν των καὶ ἀφοῦ κατέβασε τὸν Παῦλον ἀπὸ τὸ στρατόπεδον, τὸν ἔβαλε νὰ σταθῇ ὄρθιος ἐμπρὸς εἰς αὐτούς.