Πράξεις τῶν Ἀποστόλων
Πέτρος και Κορνήλιος1-33
1Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
Ὑπῆρχε δὲ εἰς τὴν Καισάρειαν κάποιος ἄνθρωπος, ὀνόματι Κορνήλιος, ἑκατόνταρχος, ἀπὸ τὴν στρατιωτικὴν μονάδα, ποὺ ἐλέγετο σπεῖρα Ἰταλική.
2εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός,
Αὐτὸς ἧτο εὐσεβὴς καὶ θεοφοβούμενος μαζῆ μὲ ὅλον του τὸν οἶκον. Ἔκανε πολλὰς ἐλεημοσύνας εἰς τὸν λαὸν καὶ παρακαλοῦσε πάντοτε τὸν Θεὸν νὰ τὸν φωτίζῃ.
3εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
Εἶδε, λοιπόν, κατὰ τὴν τρίτην ἀπογευματινὴν ὥραν, φανερὰ εἰς ἕνα ὅραμα, ἄγγελον τοῦ Θεοῦ, ὁ ὁποῖος εἰσῆλθε εἰς τὸ σπίτι του δι᾿ αὐτὸν καὶ τοῦ εἶπε· <Κορνήλιε>.
4ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· Τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
Αὐτὸς προσήλωσε τὰ μάτια του εἰς τὸν ἄγγελον, κατελήφθη ἀπὸ φόβον καὶ εἶπε· <τί εἶναι, κύριε;> Ὁ δὲ ἄγγελος τοῦ ἀπήντησε· <αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς τὸν οὐρανὸν πρὸς τὸν Θεόν, διὰ νὰ σὲ ἐνθυμῆται συνεχῶς.
5καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον·
Καὶ τώρα στεῖλε εἰς τὴν Ἰόππην ἀνθρώπους σου καὶ προσκάλεσε ἐδῶ τὸν Σίμωνα, ποὺ ἐπονομάζεται Πέτρος.
6οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
Αὐτὸς φιλοξενεῖται ἀπὸ κάποιον βυρσοδέψην Σίμωνα, τοῦ ὁποίου τὸ σπίτι εἶναι κοντὰ εἰς τὴν θάλασσαν>.
7ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
Ἀμέσως δὲ μόλις ὁ ἄγγελος ποὺ ὠμιλοῦσε πρὸς τὸν Κορνήλιον ἔφυγεν, ἐφώναξε αὐτὸς δύο ὑπηρέτας του καὶ ἕνα εὐσεβῆ στρατιώτην, ἀπὸ ἐκείνους ποὺ ἦσαν ἀπεσπασμένοι εἰς τὴν ὑπηρεσίαν του,
8καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
καὶ ἀφοῦ τοὺς ἐξήγησε ὅλα ὅσα εἶδε καὶ ἤκουσε, τοὺς ἔστειλε εἰς τὴν Ἰόππην γεμᾶτος ἐλπίδας καὶ ἐμπιστοσύνην εἰς τὰ λόγια τοῦ ἀγγέλου.
9Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
Τὴν ἄλλην ἡμέραν, ἐνῶ ἐκεῖνοι ἐπεζοποροῦσαν καὶ ἐπλησίαζαν εἰς τὴν πόλιν, ἀνέβηκε ὁ Πέτρος εἰς τὴν ταράτσα τῆς οἰκίας, κατὰ τὰς δώδεκα τὸ μεσημέρι, διὰ νὰ προσευχηθῇ.
10ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις,
Ἠσθάνθη δὲ πεῖναν μεγάλην καὶ ἤθελε νὰ φάγῃ. Ἐνῶ δὲ ἐκεῖνοι ποὺ ἦσαν εἰς τὸ σπίτι ἐτοίμαζαν τὰ τοῦ φαγητοῦ, κατέλαβε τὸν Πέτρον ἔκτασις, ὥστε νὰ βλέπῃ ἀποκαλύψεις Θεοῦ.
11καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς,
Καὶ βλέπει τὸν οὐρανὸν ἀνοιγμένο καὶ νὰ κατεβαίνῃ πρὸς αὐτὸν ἕνα σκεῦος, ποὺ ὠμοίαζε μὲ μεγάλο σινδόνι, δεμένον ἀπὸ τὰ τέσσερα ἄκρα, καὶ τὸ ὁποῖον σιγά-σιγὰ κατέβαινε εἰς τὴν γῆν.
12ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Εἰς αὐτὸ ὑπῆρχαν ὅλα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἐρπετὰ καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ.
13καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
Καὶ ἔγινε μιὰ φωνὴ πρὸς αὐτόν, ἡ ὁποία τοῦ ἔλεγε· <Πέτρε, σήκω, σφάξε καὶ φάγε>.
14ὁ δὲ Πέτρος εἶπε· Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
Ὁ δὲ Πέτρος ἀπήντησε· <ποτὲ καὶ μὲ κανένα τρόπο, δὲν θὰ κάμω αὐτό, Κύριε· διότι ποτὲ ἕως τώρα δὲν ἔφαγα κανένα μολυσμένον ἢ ἀκάθαρτον, ποὺ τὸ ἀπαγορεύει ὁ νόμος>.
15καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.
Καὶ πάλιν διὰ δευτέραν φορὰν ᾖλθε ἡ φωνὴ πρὸς τὸν Πέτρον· <αὐτά, ποὺ ὁ Θεὸς ἔχει κάμει πλέον καθαρά, σὺ μὴ τὰ θεωρεῖς μολυσμένα καὶ ἀκάθαρτα>.
16τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
Αὐτὸ ἐπανελήφθη τρεῖς φορὲς καὶ ἐνελήφθη πάλιν τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
Καθὼς δὲ ἀποροῦσε ἀπὸ μέσα του ὁ Πέτρος, τί τάχα νὰ ἐσήμαινε τὸ ὅραμα, ποὺ εἶδε, καὶ ἰδοὺ οἱ ἄνθρωποι οἱ σταλμένοι ἀπὸ τὸν Κορνήλιον, ἀφοῦ ἐν τῷ μεταξὺ εἴχαν πληροφορηθῇ, ποῦ ἧτο τὸ σπίτι τοῦ Σίμωνος, ἐτάθησαν εἰς τὴν ἐξωτερικὴν πόρταν.
18καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
Ἐφώναξαν δυνατὰ καὶ ἐζητοῦσαν νὰ πληροφορηθοῦν, ἐὰν ὁ Σίμων, ποὺ λέγεται καὶ Πέτρος, φιλοξενεῖται ἐδῶ.
19τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσί σε·
Ἐνῶ δὲ ὁ Πέτρος ἐσυλλογίζετο διὰ τὸ ὅραμα, ποὺ εἶδε, εἶπε εἰς αὐτὸν τὸ Ἅγιον Πνεῦμα· <ἰδού, τρεῖς ἄνδρες, σὲ ζητοῦν, Εἶναι ἐθνικοί.
20ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.
Ἀλλὰ σήκω, κατέβα ἀπὸ τὸ δῶμα καὶ πήγαινε μαζῆ τους, χωρὶς κανένα δισταγμόν, διότι ἐγὼ τοὺς ἔχω στείλει>.
21καταβὰς δὲ ὁ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;
Κατέβηκε πράγματι ὁ Πέτρος πρὸς τοὺς ἀνθρώπους αὐτοὺς καὶ εἶπε· <ἰδού, ἐγὼ εἶμαι αὐτὸς ποὺ ζητεῖτε, ποιὸς εἶναι ὁ λόγος διὰ τὸν ὁποῖον ἤρθατε ἐδῶ;>
22οἱ δὲ εἶπον· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
Ἐκεῖνοι δὲ τοῦ εἶπαν· <ὁ Κορνήλιος, ὁ ἑκατόνταρχος, ἄνθωπος δίκαιος καὶ φοβούμενος τὸν Θεόν, ποὺ μαρτυρεῖται ὡς εὐσεβὴς ἀπὸ ὅλον τὸ ἔθνος τῶν Ἰουδαίων, ἐπῇρε ἐντολὴν ἀπὸ ἅγιον ἄγγελον, νὰ σὲ καλέσῃ εἰς τὸ σπίτι του καὶ νὰ ἀκούσῃ ἀπὸ σένα λόγια Θεοῦ>.
23εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τῆς Ἰόππης συνῆλθον αὐτῷ,
Ὁ Πέτρος τοὺς ἐκάλεσε μέσα εἰς τὸ σπίτι καὶ τοὺς ἐφολοξένησε. Τὴν ἄλλην ἡμέραν ἐσηκώθηκε καὶ μαζῆ μὲ αὐτοὺς ἀνεχώρησε διὰ τὴν Καισάρειαν. Μαζῆ του δὲ ἀνεχώρησαν καὶ μερικοὶ ἀδελφοὶ ἀπὸ αὐτούς, ποὺ ἔμεναν εἰς τὴν Ἰόππην.
24καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
Καὶ τὴν ἄλλην ἡμέραν εἰσῆλθαν εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἐν τῷ μεταξὺ τοὺς ἐπερίμενε καὶ εἶχε καλέσει τοὺς συγγενεῖς του καὶ τοὺς στενοτέρους φίλους του.
25Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
Ὅταν δὲ ἐπρόκειτο νὰ εἰσέλθῃ ὁ Πέτρος εἰς τὸ σπίτι, ἐβγῆκε καὶ τὸν προϋπάντησε ὁ Κορνήλιος καὶ ἀφοῦ ἔπεσε εἰς τὰ πόδια του, ἐπροσκύνησε.
26ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων· Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.
Ὁ Πέτρος ὅμως τὸν ἐσήκωσε λέγων· <σήκω ἐπάνω, διότι καὶ ἐγὼ εἷμαι ἄνθρωπος>.
27καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
Καὶ συνομιλῶν μαζῆ του εἰσῆλθεν εἰς τὸ σπίτι καὶ εὑρῆκε ἐκεῖ πολλοὺς συγκεντρωμένους.
28ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
Καὶ εἶπε πρὸς αὐτοὺς ὁ Πέτρος· <σεῖς γνωρίζετε ὅτι εἶναι παράνομον καὶ ἀπαγορεύεται ἀπὸ τὸν νόμον τοῦ Μωϋσέως, Ἰουδαῖος ἄνθρωπος νὰ ἔρχεται εἰς στενὴν ἐπικοινωνίαν καὶ συναναστροφὴν ἢ καὶ νὰ πλησιάζῃ ἁπλῶς ἀλλοεθνῆ. Εἰς ἐμὲ ὅμως ὁ Θεὸς ἐφανέρωσε μὲ ὅραμα, νὰ μὴ θεωρῶ μολυσμένον ἢ ἀκάθαρτον κανένα ἄνθρωπον.
29διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;
Δι᾿ αὐτό, καὶ ὅταν μὲ ἐκαλέσατε, ἦλθα χωρὶς καμμίαν ἀντίρρησιν. Παρακαλῶ λοιπόν, πληροφορήσατέ με, διὰ ποῖον λόγον μὲ ἐκαλέσατε;>
30καὶ ὁ Κορνήλιος ἔφη· Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ
Καὶ ὁ Κορνήλιος εἶπε· <τέσσαρες ἡμέρες, ἀπὸ τὸ πρωΐ καὶ ἕως τὴν ὥρα αὐτήν, ἐνήστευα καὶ εἰς τὰς τρεῖς τὸ ἀπόγευμα προσευχόμουν εἰς τὸ σπίτι μου καὶ ἰδοὺ ἔνας ἄνθρωπος, μὲ λαμπρὰν ἐνδυμασίαν, ἐστάθηκε ἐμπρός μου
31καὶ φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
καὶ εἶπε: Κορνήλιε, ἡ προσευχή σου ἔγινε ἀκουστῇ ἀπὸ τὸν Θεὸν καὶ αἱ ἐλεημοσύναι σου ἔχουν γίνει γνωσταὶ καὶ φανεραὶ ἐνώπιον του.
32πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.
Στεῖλε λοιπὸν εἰς τὴν Ἰόππην καὶ προσκάλεσε ἐδῶ τὸν Σίμωνα, ποὺ ἐπονομάζεται Πέτρος. Αὐτὸς φιλοξενεῖται εἰς τὴν οἰκίαν τοῦ Σίμωνος τοῦ βυρσοδέψου, κοντὰ εἰς τὴν θάλασσαν. Ὅταν ἔλθῃ θά σοῦ ὁμιλήσῃ, τί πρέπει νὰ πράξῃς διὰ τὴν σωτηρίαν σου.
33ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.
Ἀμέσως, λοιπόν, τὴν στιγμὴν ἐκείνην ἔστειλα καὶ σὲ ἐκάλεσα καὶ σὺ ἔκαμες καλά ποὺ ᾖλθες. Τώρα ὅλοι ἡμεῖς εἵμεθα ἐμπρὸς εἰς τὸν Θεόν, διὰ νὰ ἀκούσωμεν μὲ προσοχήν, ὅλα ὅσα ἔχει διατάξει εἰς σὲ ὁ Θεός>.
Ομιλία του Πέτρου στο σπίτι του Κορνηλίου34-43
34Ἀνοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός,
Ἤνοιξε ὁ Πέτρος τὸ στόμα αὐτοῦ καὶ μὲ εὐλάβειαν καὶ ἐπισημότητα εἶπεν· <ἀλήθεια, καταλαβαίνω τώρα πολὺ καλά, ὅτι ὁ Θεὸς δὲν εἶναι προσωπολήπτης.
35ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι.
Ἀλλὰ εἰς κάθε ἔθνος, κάθε ἔνας, ποὺ εὐλαβεῖται τὸν Θεὸν καὶ ἐφαρμόζει δικαιοσύνην εἰς τὴν ζωὴν του, γίνεται δεκτὸς ἀπὸ αὐτόν.
36τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος·
Σύμφωνα, ἄλλωστε, καὶ μὲ τὸν λόγον, τὸν ὁποῖον ἔστειλε ὁ Θεὸς εἰς τοὺς Ἰσραηλίτας, ἀναγγέλων τὸ χαρμόσυνον μήνυμα τῆς εἰρήνης διὰ τοῦ Ἰησοῦ Χριστοῦ. Αὐτὸς δὲ εἶναι καὶ Κύριος ὅλων.
37ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
Σεῖς γνωρίζετε καλὰ τὸ γεγονός, ποὺ ἐκηρύχθηκε καὶ διαδόθηκε εἰς ὅλην τὴν Ἰουδαίαν καὶ τὸ ὁποῖον ἔχει ἀρχίσει ἀπὸ τὴν Γαλιλαίαν ἔπειτα ἀπὸ τὸ βάπτισμα μετανοίας, ποὺ εἶχε κηρύξει ὁ Ἰωάννης.
38Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ·
Γνωρίζετε δηλαδὴ τὸν Ἰησοῦν, τὸν ἐκ τῆς Ναζαρέτ, πὼς ἔχρισεν αὐτὸν ὁ Θεὸς μὲ Πνεῦμα Ἅγιον καὶ τοῦ ἔδωσε τὴν θείαν δύναμιν καὶ ὁ ὁποῖος ἐπέρασε περιοχὰς καὶ χώρας εὐεργετῶν καὶ θεραπεύων, ὅλους ὅσοι ἐβασανίζοντο καὶ ἐτυραννοῦντο ἀπὸ τὸν διάβολον· ἔκανε δὲ τὰ ἀναρίθμητα καὶ μεγάλα αὐτὰ θαύματα, διότι ὁ Θεὸς ἧτο μαζῆ του.
39καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.
Καὶ ἡμεῖς εἵμεθα αὐτόπται μάρτυρες δι᾿ ὅλα ὅσα ἔπραξεν ὁ Ἰησοῦς εἰς τὴν χώραν τῶν Ἰουδαίων καὶ εἰς τὴν Ἱερουσαλήμ. Ἀλλὰ αὐτόν, τὸν μέγιστον εὐεργέτην των, τὸν ἐφόνευσαν οἱ Ἑβραῖοι κρεμάσαντες εἰς τὸ ξύλον τοῦ σταυροῦ.
40τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
Ὁ Θεὸς ὅμως τὸν ἀνέστησε κατὰ τὴν τρίτην ἡμέραν καί, πανάγαθος, ὅπως εἶναι, γεμᾶτος στοργὴ καὶ ἐνδιαφέρον πάντοτε διὰ τὴν σταθερὰν πίστιν καὶ σωτηρίαν τῶν καλοπροαιρέτων ψυχῶν, ηὐδόκησε καὶ ἐπέστρεψε νὰ γίνῃ ὁρατὸς καὶ φανερός,
41οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
ὄχι πλέον εἰς ὅλον τὸν λαόν, ὅπως πρῶτα, ἀλλὰ εἰς τοὺς αὐτόπτας μάρτυρας, οἱ ὁποῖοι εἴχαν ἐκλεγῆ ἐκ τῶν προτέρων ἀπὸ τὸν Θεόν, εἰς ἡμᾶς δηλαδή, οἱ ὁποῖοι ἐφάγαμεν καὶ ἔπιαμεν μαζῆ του, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασίν του.
42καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
Καὶ μὰς παρήγγειλε νὰ κηρύξωμεν τὸ Εὐαγγέλιον εἰς ὅλον τὸν λαόν, νὰ μαρτυρήσωμεν ἐπισήμως καὶ νὰ διαλαλήσωμεν ὅτι αὐτὸς ὁ Ἰησοῦς εἶναι ὁ ὡρισμένος ἀπὸ τὸν Θεὸν κριτὴς ζώντων καὶ νεκρῶν.
43τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
Δι᾿ αὐτὸν ὅλοι οἱ προφῆται μαρτυροῦν καὶ διδάσκουν ὅτι καθένας ποὺ πιστεύει εἰς αὐτόν, θὰ λάβῃ ἄφεσιν ἁμαρτιῶν μὲ τὴν χάριν καὶ τὴν δύναμιν τοῦ ὀνόματός του>.
Επιφοίτηση του Αγίου Πνεύματος στους Εθνικούς44-48
44Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
Ἐνῶ δὲ ὁ Πέτρος συνέχιζε νὰ λέγῃ τὰ λόγια αὐτά, αἴφνης ἔπεσε τὸ Πνεῦμα τὸ Ἅγιον εἰς ὅλους αὐτούς, ποὺ ἤκουαν τὴν διδασκαλίαν.
45καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται·
Οἱ ἐκ περιτομῆς Χριστιανοί, ποὺ εἴχαν ἔλθει μαζῆ μὲ τὸν Πέτρον, ὅταν εἶδαν τὸ γεγονὸς αὐτό, κατελήφθησαν ἀπὸ θαυμασμόν, διότι καὶ εἰς τοὺς ἐθνικοὺς ξεχύθηκε πλουσία ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος.
46ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν.
Καὶ ἐβεβαιώθησαν διὰ τὸ γεγονός, διότι ἤκουαν αὐτοὺς νὰ ὁμιλοῦν ξένας γλώσσας καὶ νὰ δοξολογοῦν τὸν Θεόν.
47τότε ἀπεκρίθη Πέτρος· Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον καθς καὶ ἡμεῖς;
Τότε ἔλαβε τὸν λόγον ὁ Πέτρος καὶ εἶπε· <μήπως ἠμπορεῖ νὰ ἐμποδίσῃ κανεὶς τὸ νερό, διὰ νὰ μὴ βαπτισθοῦν αὐτοί, οἱ ὁποῖοι, ὅπως καὶ ἡμεῖς, ἔλαβαν τὸ Πνεῦμα τὸ Ἅγιον;>
48προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
Καὶ διέταξε νὰ βαπτισθοῦν αὐτοὶ εἰς τὸ ὄνομα τοῦ Κυρίου. Τότε τὸν παρεκάλεσαν νὰ μείνῃ μαζῆ των μερικὰς ἡμέρας.