Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Πράξεις

Πράξεις τῶν Ἀποστόλων

Κεφάλαιον Θ΄
Λειτουργία ανάγνωσης

Η μεταστροφή του Σαύλου1-18

Παράλληλα: Πράξ. ΚΑ 27, Πραξ ΚΒ 6-16, Πράξ. ΚΣΤ 1, Πραξ ΚΣΤ 12-18

1Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ

Ὁ Σαῦλος ὅμως, κυριευμένος ἀπὸ μῖσος καὶ μανίαν, ἐξακολουθοῦσε νὰ ἀποπνέῃ καὶ νὰ ἐκδηλώνῃ αἰσθήματα ἀπειλῆς καὶ φόνου ἐναντίον τῶν μαθητῶν τοῦ Κυρίου. Προσῆλθε εἰς τὸν ἀρχιερέα

2ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.

καὶ ἐζήτησε ἀπὸ αὐτὸν συστατικὰς ἐπιστολὰς πρὸς τὰς συναγωγὰς τῆς Δαμασκοῦ, ὅπως, ἐὰν εὔρῃ μερικοὺς ἄνδρας καὶ γυναίκας νὰ ἀνήκουν εἰς τὸν δρόμον τοῦ Ἰησοῦ, δεμένους τοὺς ὁδηγήσῃ εἰς τὴν Ἱερουσαλήμ.

3ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ,

Ἐνῶ δὲ ἐπροχωροῦσε καὶ ἐπλησίαζε πλέον εἰς τὴν Δαμασκόν, αἴφνης ἄστραψε ὁλόγυρά του ἀπὸ τὸν οὐρανὸν λαμπρὸν φῶς.

4καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις;

Καὶ καθὼς ἀπὸ τὴν ἀπαστράπτουσαν λάμψιν ἔπεσε κάτω εἰς τὴν γῆς, ἤκουσε μίαν φωνήν, ἡ ὁποία τοῦ ἔλεγε· <Σαούλ, Σαούλ, διατὶ μὲ καταδιώκεις;>

5εἶπε δέ· Τίς εἶ, κύριε; ὁ δέ Κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·

Εἶπε δὲ ὁ Σαῦλος· <ποιὸς εἷσαι, κύριε;> Ὁ δὲ Κύριος ἀπήντησε· <ἐγὼ εἷμαι ὁ Ἰησοῦς, τὸν ὁποῖον σὺ καταδιώξεις, ἀφοῦ καταδιώκεις τοὺς ὀπαδούς μου.

6ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν.

Ἀλλὰ σήκω ἐπάνω καὶ πήγαινε εἰς τὴν πόλιν καὶ ἐκεῖ θά σοῦ ἀνακοινωθῇ, τί πρέπει νὰ κάμῃς>.

7οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.

Οἱ ἄνδρες ὅμως, ποὺ τὸν συνώδευαν, ἔμειναν ἄφωνοι, μὲ ἀνοικτὸ τὸ στόμα, διότι ἤκουαν μὲν τὴν φωνήν, ἀλλὰ δὲν ἔβλεπαν κανένα.

8ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.

Ἐσηκώθηκε ὁ Σαῦλος ἀπὸ τὴν γῆν, καὶ ἐνῶ ἦσαν ἀνοικτὰ τὰ μάτια του, δὲν ἔβλεπε κανένα. Οἱ στρατιῶται ὁδηγοῦντες αὐτὸ ἀπὸ τὸ χέρι, τὸν ἔφεραν μέσα εἰς τὴν Δαμασκόν.

9καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

Καὶ ἔμεινε τρεῖς ἡμέρας τυφλός, χωρὶς νὰ βλέπῃ· καί οὔτε ἔφαγε οὔτε ἔπιε.

10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, Κύριε.

Ὑπῆρχε δὲ εἰς τὴν Δαμασκὸν ἔνας μαθητής, ὀνόματι Ἀνανίας, καὶ μὲ ὅραμα εἶπε πρὸς αὐτὸν ὁ Κύριος· <Ἀνανία>. Ἐκεῖνος δὲ εἶπε· <ἰδού, ἐδῶ εἷμαι, Κύριε>.

11ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,

Ὁ δὲ Κύριος εἶπε τότε πρὸς αὐτόν· <σήκω καὶ πήγαινε εἰς τὴν ὁδόν, ποὺ λέγεται εὐθεῖα, καὶ ζήτησε εἰς τὸ σπίτι τοῦ Ἰούδα κάποιον, ποὺ ὀνομάζεται Σαῦλος καὶ κατάγεται ἀπὸ τὴν Ταρσόν. Διότι, ἰδού, κατὰ τὴν ὥραν αὐτὴν προσεύχεται καὶ ζητεῖ τὴν βοήθειάν μου.

12καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἁνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.

Εἶδε καὶ αὐτὸς εἰς ὅραμα ἕνα ἄνθρωπον, ὀνόματι Ἀνανίαν, ὁ ὁποῖος εἰσῆλθε εἰς τὸ σπίτι καὶ ἔθεσε ἐπάνω εἰς αὐτὸν τὸ χέρι, διὰ νὰ τὸν θεραπεύσῃ ἀπὸ τὴν τύφλωσιν καὶ ξαναϊδῇ ἔτσι τὸ φῶς>.

13ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ·

Ἀπήντησε δὲ ὁ Ἀνανίας· <Κύριε, ἔχω ἀκούσει ἀπὸ πολλοὺς διὰ τὸν ἄνθρωπον αὐτόν, διὰ τὰ τόσα καὶ τόσα κακά, ποὺ ἔκαμε εἰς τοὺς ἁγίους ὀπαδούς σου, οἱ ὁποῖοι μενουν εἰς τὴν Ἱερουσαλὴμ .

14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.

Καὶ ἐδῶ εἰς τὴν Δαμασκὸν ἔχει ἐξουσίαν ἀπὸ τοὺς ἀρχιερεῖς νὰ δέσῃ ὅλους, ὅσοι ἐπικαλοῦνται τὸ ὄνομά σου>.

15εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·

Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· <πήγαινε καὶ μὴ φοβεῖσαι. Διότι αὐτὸς εἶναι ὄργανον τῆς ἰδικῆς μου ἐκλογῆς, διὰ νὰ βαστάσῃ καὶ κηρύξῃ τὸ ὄνομά μου ἐμπρὸς εἰς ἐθνικοὺς καὶ εἰς βασιλεῖς καὶ εἰς τοὺς ἀπογόνους τοῦ Ἰσραήλ.

16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.

Διότι ἐγὼ ὁ ἴδιος θὰ τοῦ δείξω ἀπὸ τώρα, ὅσα πρέπει νὰ πάθῃ διὰ τὸ ὄνομά μου>

17Ἀπῆλθε δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος ἁγίου.

Ἐπῆγε πράγματι ὁ Ἀνανίας· εἰσῆλθε εἰς τὴν οἰκίαν καὶ ἀφοῦ ἔθεσε ἐπάνω εἰς αὐτὸν τὰ χέρια του, εἶπε· <Σαούλ, ἀδελφέ, ὁ Κύριος Ἰησοῦς, ὁ ὁποῖος σοῦ παρουσιάσθηκε εἰς τὸν δρόμον, ποὺ ἤρχεσο· μὲ ἔστειλε, νὰ ἀποκτήσῃς καὶ πάλιν τὸ φῶς καὶ νὰ γεμίσῃς ἀπὸ Ἅγιον Πνεῦμα>.

18καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

Καὶ ἀμέσως ἔπεσαν ἀπὸ τὰ μάτια του κάτι σὰν λέπια, ἀπέκτησε τὸ φῶς του, ἐσηκώθηκε καὶ ἐβαπτίσθηκε ἀμέσως. Καὶ κατόπιν ἔφαγε τροφὴν καὶ ἀπέκτησεν πάλιν τὰς δυνάμεις του, τὰς σωματικὰς καὶ τὰς πνευματικάς.

Το κήρυγμα του Σαύλου στη Δαμασκό19-25

19Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ὄντων ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς,

Ἕμεινε δὲ ὁ Σαῦλος ὀλίγας ἡμέρας μαζῆ μὲ τοὺς μαθητάς, ποὺ ἦσαν εἰς τὴν Δαμασκόν.

20καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

Καὶ ἀμέσως ἐκήρυττε εἰς τὰς συναγωγὰς τὸν Ἰησοῦν, λέγων ὅτι αὐτὸς εἶναι πράγματι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ.

21ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;

Ὅλοι δὲ ὅσοι τὸν ἤκουσαν ἐκυριεύθησαν ἀπὸ ἔκπληξιν καὶ ἀπορίαν καὶ ἔλεγαν· <δὲν εἶναι αὐτός, ποὺ κατεδίωξε μὲ μῖσος μέχρις ἀφανισμοῦ εἰς τὴν Ἱερουσαλὴμ ἐκείνους, ποὺ ἐπεκαλοῦντο μὲ πίστιν τὸ ὄνομα τοῦτο καὶ ὁ ὁποῖος ἔχει ἔλθει ἑδῷ, μὲ αὐτὸς ἀκριβῶς τὸν σκοπόν, νὰ συλλάβῃ αὐτοὺς καὶ δεμένους νὰ τοὺς ὁδηγήσῃ εἰς τοὺς ἀρχιερεῖς;>

22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.

Ὁ Παῦλος ὅμως ἐνισχύετο ἀκόμη περισσότερον μὲ τὴν χάριν τοῦ Θεοῦ καὶ μὲ τὸ φωτισμένον κήρυγμά του ἔφερε σύγχυσιν εἰς τοὺς Ἰουδαίους, ποὺ κατοικοῦσαν εἰς τὴν Δαμασκόν, ἀποδεικνύων, μὲ τὴν πραγματοποίησιν τῶν προφητειῶν, ὅτι αὐτὸς εἶναι ὁ Χριστός.

23ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·

Ὅταν δὲ ἐπέρασαν ἀρκετὲς ἡμέρες, συνεσκέφθησαν καὶ ἀπεφάσισαν οἱ Ἰουδαῖοι νὰ τὸν φονεύσουν.

24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν, παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσι·

Ἔγινε ὅμως γνωστὴ εἰς τὸν Σαῦλον ἡ ἐπιβουλὴ των. Καὶ οἱ Ἰουδαῖοι παρατηροῦσαν ἡμέραν καὶ νύκτα τὰς πύλας τῆς πόλεως, διὰ νὰ τὸν φονεύσουν.

25λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι.

Οἱ μαθηταὶ ὅμως ἐπῆραν τὸν Σαῦλον καὶ εἰς καιρὸν νυκτὸς τὸν κατέβασαν μέσα εἰς ἕνα κοφίνι ἀπὸ κάποιο παράθυρο τοῦ τείχους.

Ο Σαύλος στη Ιερουσαλήμ26-31

26Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής.

Ὅταν δὲ ὁ Σαῦλος ἔφθασε εἰς τὴν Ἱερουσαλήμ, προσπαθοῦσε νὰ ἐπικοινωνήσῃ καὶ νὰ προσκολληθῇ εἰς τοὺς μαθητάς. Ὅλοι ὅμως τὸν ἐφοβοῦντο, διότι δὲν ἐπίστευαν ὅτι εἶναι πράγματι μαθητὴς τοῦ Χριστοῦ.

27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ.

Ἀλλὰ ὁ Βαρνάβας τὸν ἐπῇρε μὲ ἐμπιστοσύνην καὶ τὸν ὠδήγησε εἰς τοὺς Ἀποστόλους. Καὶ διηγήθηκε τότε εἰς αὐτοὺς ὁ Σαῦλος, πῶς εἰς τὸν δρόμον εἶδε τὸν Κύριον καὶ ὅτι τοῦ ὡμίλησε ὁ Κύριος καί πῶς εἰς τὴν Δαμασκὸν ἐκήρυξε μὲ θάρρος πίστιν εἰς τὸν Ἰησοῦν Χριστόν.

28καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλήμ καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ,

Καὶ συνεδέθη πλέον μὲ αὐτοὺς στενότατα, ἐπήγαινε καὶ ἤρχετο μαζῆ των συνεχῶς εἰς Ἱερουσαλὴμ καὶ μὲ παρρησίαν ὠμιλοῦσε διὰ τὸν Κύριον Ἰησοῦν.

29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτόν ἀνελεῖν.

Ἀκόμη δὲ ὠμιλοῦσε καὶ ἐσυζητοῦσε μὲ τοὺς Ἑλληνιστὰς Ἰουδαίους. Ἐκεῖνοι ὅμως ἐζητοῦσαν εὐκαιρίαν, νὰ τὸν φονεύσουν.

30ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.

Ὅταν δὲ οἱ ἀδελφοὶ ἔμαθαν τοὺς σκοποὺς των, συνώδευσαν καὶ ὠδήγησαν τὸν Παῦλον εἰς τὴν Καισάρειαν καὶ τὸν ἔστειλαν εἰς τὴν Ταρσόν, τὴν πατρίδα του, ὅπου καὶ θὰ ἧτο ἀσφαλὴς ἀπὸ τὰς ἐπιβουλὰς τῶν Ἑβραίων, ποὺ ἔμειναν ἄπιστοι καὶ ἀμετανόητοι.

31Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο.

Αἱ Ἐκκλησίαι, λοιπόν, ποὺ ἦσαν εἰς ὅλην τὴν Ἰουδαίαν καὶ τὴν Γαλιλαίαν καὶ τὴν Σαμάρειαν, εἴχαν εἰρήνην καὶ οἰκοδομοῦντο εἰς τὴν χριστιανικὴν ζωὴν καὶ ἐζοῦσαν μὲ τὸν φόβον τοῦ Κυρίου καὶ μὲ τὴν δύναμιν καὶ παρηγορίαν, ποὺ τοὺς ἔδιδε τὸ Πνεῦμα τὸ Ἅγιον, ἐπληθύνοντο.

Η θεραπεία του Αινέα32-35

Ανάγνωσμα · Κυρ. Παραλύτου, 32-42

32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.

Συνέβη δέ, ὅταν ὁ Πέτρος περιώδευε ὅλα αὐτὰ τὰ μέρη, νὰ κατεβῆ εἰς τοὺς πιστούς, οἱ ὁποῖοι κατοικοῦσαν εἰς τὴν Λύδδαν.

33εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος.

Εὑρῆκε δὲ ἐκεῖ ἕνα ἄνθρωπον, ὀνόματι Αἰνέαν, ὁ ὁποῖος κατέκειτο ἐπὶ ὀκτὼ ἔτη παράλυτος ἐπάνω εἰς ἕνα κρεββάτι.

34καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.

Καὶ τοῦ εἶπεν ὁ Πέτρος· <Αἰνέα, ὁ Ἰησοῦς, ὁ Χριστὸς σὲ θεραπεύει ἀπὸ τὴν ἀσθένειάν σου. Σήκω καὶ στρῶσε μόνος σου τὸ κρεββάτι σου>. Καὶ ἀμέσως ἐκεῖνος ἐσηκώθηκε ὑγιής.

35καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.

Καὶ τὸν εἶδαν ὅλοι, ὅσοι κατοικοῦσαν τὴν Λύδδαν καὶ τὴν περιοχὴν τοῦ Σάρωνος, οἱ ὁποῖοι ἐπίστευσαν καὶ ἐπέστρεψαν εἰς τὸν Κύριον, παρακινηθέντες ἀπὸ τὸ θαῦμα αὐτό.

Η ανάσταση της Ταβιθά36-43

36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.

Εἰς δὲ τὴν Ἰόππην ἐζοῦσε μία μαθήτρια τοῦ Κυρίου, ὀνόματι Ταβιθά, τῆς ὁποίας τὸ ὄνομα εἰς τὴν ἑλληνικὴν σημαίνει Δορκάς. Αὐτῇ ἧτο γεμάτη ἀπὸ καλὰ ἔργα καὶ ἐλεημοσύνας, τὰς ὁποίας ἔκανε συνεχῶς.

37ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ.

Συνέβη ὅμως κατὰ τὰς ἡμέρας ἐκείνας νὰ ἀσθενήσῃ καὶ νὰ πεθάνῃ. Ἀφοῦ δέ, σύμφωνα μὲ τὰ ἰουδαϊκὰ ἔθιμα, τὴν ἔλουσαν καὶ τὴν ἐτοίμασαν διὰ τὴν ταφήν, τὴν ἔβαλαν εἰς τὸ ὑπερῶον.

38ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν.

Ἐπειδὴ δὲ ἡ Λύδδα ἧτο κοντὰ εἰς τὴν Ἰόππην καὶ οἱ μαθηταὶ εἴχαν ἀκούσει, ὅτι ὁ Πέτρος ἦταν ἐκεῖ, ἔστειλαν δύο ἄνδρας πρὸς αὐτὸν καὶ τὸν παρακαλοῦσαν νὰ μὴ βραδύνῃ νὰ ἔλθῃ μέχρις αὐτῶν.

39ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς.

Πράγματι ὁ Πέτρος ἐσηκώθηκε καὶ ἐπῆγε μαζῆ μὲ τοὺς δύο ἀπεσταλμένους. Ὅταν δὲ ἔφθασε, τὸν ἀνέβασαν εἰς τὸ ὑπερῷον. Ἐκεῖ δὲ παρουσιάσθησαν εἰς αὐτὸν ὅλαι αἱ χῆραι κλαίουσαι διὰ τὸν θάνατον τῆς Ταβιθᾶς, καὶ ἐδείκνυαν εἰς τὸν Πέτρον χιτῶνας καὶ ἐπανωφόρια, ὅσα ἔφκιανε, ὅταν ἧτο ἐν ζωῇ ἡ Δορκάς.

40ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε.

Ὁ Πέτρος, ἀφοῦ ἔβγαλε ὅλους ἔξω ἀπὸ τὸ ὑπερῷον, ἐγονάτισε καὶ προσευχήθηκε. Ἔπειτα ἐστράφη πρὸς τὸ σῶμα καὶ εἶπε· <Ταβιθά, σήκω>. Ἐκείνη δὲ ἄνοιξε ἀμέσως τὰ μάτια της καὶ ὅταν εἶδε τὸν Πέτρον ἀνασηκώθηκε εἰς τὸ κρεββάτι της.

41δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.

Τῆς ἔδωσε τότε τὸ χέρι του ὁ Πέτρος καὶ τὴν ἐσήκωσε. Καὶ ἀφοῦ ἐκάλεσε τοὺς Χριστιανοὺς καὶ μάλιστα τὰς χήρας, τοὺς τὴν παρουσίασε ζωντανήν.

42γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

Ἔγινε δὲ γνωστὸν τὸ θαῦμα αὐτὸ τῆς ἀναστάσεως εἰς ὅλην τὴν Ἰόππην καὶ πολλοὶ ἐπίστευσαν εἰς τὸν Κύριον.

43Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

Ἔμεινε δὲ εἰς τὴν Ἰόππην ὁ Πέτρος ἀρκετὰς ἡμέρας εἰς τὸ σπίτι κάποιου Σίμωνος βυρσοδέψου.