Πράξεις τῶν Ἀποστόλων
Στη Μελίτη1-10
1Καὶ διασωθέντες τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται.
Καὶ ὅταν πλέον ἐσώθησαν εἰς τὴν ξηράν, τότε ἔμαθον, ὅτι ἡ νῆσος ἐλέγετο Μελίτη (ἡ σημερινὴ Μάλτα).
2οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
Οἱ ἐντόπιοι τῆς νήσου μᾶς προσέφεραν ἀξαιρετικὴν περιποίησιν καὶ ἀγάπην. Διότι, ἀφοῦ ἄναψαν φωτιά, μᾶς ἐδέχθησαν καὶ μᾶς παρέλαβαν ὅλους μας μὲ καλωσύνην κοντὰ εἰς τὴν φωτιὰν κάτω ἀπὸ ὑπόστεγον, διὰ νὰ μᾶς προφυλάξουν ἀπὸ τὴν βροχήν, ποὺ ἔπιπτε καὶ ἀπὸ τὸ ψῦχος.
3συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης διεξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.
Ὁ Παῦλος, ἀφοῦ ἐμάζευσε ἀρκετὰ φρύγανα σὲ δεμάτι καὶ τὰ ἔρριψε εἰς τὴν φωτιά, μιὰ ὀχιὰ ἀναζωογονήθηκε ἀπὸ τὴν θερμότητα, ἐπετάχθηκε καὶ ἐδάγκωσε τὸ χέρι τοῦ Παύλου.
4ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν.
Ὅταν δὲ οἱ κάτοικοι εἶδαν τὸ θηρίον νὰ κρέμεται ἀπὸ τὸ χέρι τοῦ Παύλου, ἔλεγαν μεταξὺ των· <ἐξάπαντος ὁ ἄνθρωπος αὐτὸς εἶναι φονηᾶς, τὸν ὁποῖον, ἂν καὶ ἐσώθηκε ἀπὸ τῇ θάλασσαν, ἡ θεία Δίκη δὲν τὸν ἄφησε νὰ ζῇ>.
5ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
Ἀλλ᾿ ὁ Παῦλος ἐτίναξε ἀπ᾿ ἐπάνω του τὸ θηρίον καὶ τὸ ἔρριψεν εἰς τὴν φωτιάν, χωρὶς αὐτὸς νὰ πάθῃ κανένα κακὸ ἀπὸ τὸ δάγκωμα.
6οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεόν αὐτὸν εἶναι.
Ἐκεῖνοι ὅμως ἐπερίμεναν ὅτι θὰ ἐπρήζετο ἢ θὰ ἔπιπτε κάτω αἰφνιδίως νεκρός. Ἐνῶ δὲ ἐπὶ πολὺ ἐπερίμεναν καὶ ἔβλεπαν ὅτι τίποτε τὸ δυσάρεστον δὲν εἶχε γίνει εἰς τὸν Παῦλον, μετέβαλαν γνώμην καὶ ἔλεγαν ὅτι αὐτὸς εἶναι θεός.
7Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
Εἰς τὴν περιοχὴν δὲ τοῦ τόπου ἐκείνου ὑπῆρχον κτήματα, ποὺ ἀνῆκαν εἰς τὸν πρῶτον τῆς νήσου, ὀνόματι Πόπλιον. Αὐτὸς μᾶς ὑποδέχθηκε καὶ μᾶς ἐφιλοξένησε μὲ πολλὴν καλωσύνην ἐπὶ τρεῖς ἡμέρας.
8ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
Συνέβη δὲ τότε νὰ κατάκειται μὲ πυρετὸν καὶ μὲ δυσεντερίαν ὁ πατέρας τοῦ Ποπλίου. Αὐτὸν ἐπεσκέφθηκε ὁ Παῦλος, προσευχήθηκε, ἔβαλε τὰ χέρια ἐπάνω του καὶ τὸν ἐθεράπευσε.
9τούτου οὖν γενομένου καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο·
Ἔπειτα ἀπὸ τὸ γεγονὸς αὐτὸ καὶ οἱ ἄλλοι τῆς νήσου, ποὺ εἴχαν ἀσθενείας, ἤρχοντο εἰς τὸν Παῦλον καὶ ἐθεραπεύοντο.
10οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν.
Αὐτοὶ δὲ καὶ μὲ πολλὰς ἐκδηλώσεις σεβασμοῦ μᾶς ἐτίμησαν καὶ ὅταν ἐπρόκειτο νὰ ταξιδεύσωμεν ἀπὸ τὴν νῆσον μᾶς ἐφωδίασαν μὲ τὰ ἀπαραίτητα τρόφιμα διὰ τὸ ταξίδι.
Από τη Μελίτη στη Ρώμη11-15
11Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις,
Ἔπειτα δὲ ἀπὸ τρεῖς μῆνες ἀπεπλεύσαμεν ἐπάνω εἰς ἕνα πλοῖον Ἀλεξανδρινόν, ποὺ εἶχε παραχειμάσει εἰς τὴν νῆσον καὶ ἔφερε ὡς σῆμα του τὴν εἰκόνα τοῦ Κάστορος καὶ Πολυδεύκους, οἱ ὁποῖοι κατὰ τὴν μυθολογίαν ἦσαν δίδυμα παιδιά τοῦ Διός.
12καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς·
Καὶ ἀφοῦ προσωρμισθήκαμε εἰς τὰς Συρακούσας, ἐμείναμεν ἐκεῖ τρεῖς ἡμέρας.
13ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ρήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους·
Ἀπὸ ἐκεῖ, ἀφοῦ ἐπλεύσαμεν παραλλήλως πρὸς τὴν ἀκτὴν τῆς Σικελίας, ἐφθάσαμεν εἰς τὸ Ρήγιον. Καὶ ὅταν ἔπειτα ἀπὸ μίαν ἡμέραν ἐσηκώθηκε νότιος ἄνεμος, ἐξεκινήσαμεν καὶ μετὰ δύο ἡμέρας ἐφθάσαμεν εἰς Ποτιόλους.
14οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ἐπ᾿ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά, καὶ οὕτως εἰς τὴν Ρώμην ἤλθομεν.
Ἐκεῖ δὲ εὑρήκαμεν ἀδελφοὺς Χριστιανούς, παρηγορηθήκαμεν καὶ ἐνισχυθήκαμεν ἀπὸ τὴν ἐπικοινωνίαν μὲ αὐτούς, ὥστε ἐμείναμεν μαζῆ των ἑπτὰ ἡμέρας. Καὶ ἔτσι ἐφθάσαμεν εἰς τὴν Ρώμην.
15κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ Θεῷ ἔλαβε θάρσος.
Ἀπὸ τὴν Ρώμην δὲ οἱ ἀδελφοί, οἱ ὁποῖοι ἐν τῷ μεταξὺ εἴχαν πληροφορηθῆ τὰ περὶ τοῦ ταξιδίου μας, ἐβγῆκαν εἰς προϋπάντησίν μας μέχρι τῆς ἐμπορικῆς ἀγορᾶς, ποὺ ἐλέγετο Ἄπιος φόρος, καὶ μέχρις τῶν Τριῶν Ταβερνῶν. Ὅταν τοὺς εἶδε ὁ Παῦλος, εὐχαρίστησε τὸν Θεὸν διὰ τὴν συνάντησιν αὐτὴν μὲ τοὺς Χριστιανοὺς τῆς Ρώμης καὶ ἐπῇρε θάρρος ἀπὸ τὴν συμπαράστασίν των.
Ο Παύλος στη Ρώμη16-31
16Ὅτε δὲ ἤλθομεν εἰς Ρώμην, ὁ ἑκατοντάρχης παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾿ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Ὅταν δὲ ἤλθαμεν εἰς τὴν Ρώμην, ὁ ἑκατόνταρχος παρέδωκε τοὺς δεσμίους εἰς τὸν ἀρχηγὸν τοῦ στρατοπέδου. Εἰς τὸν Παῦλον ὅμως ἐδόθηκε ἡ ἄδεια νὰ μένῃ μόνος του εἰς δωμάτιον μαζῆ μὲ τὸν στρατιώτην, ποὺ τὸν ἐφρουροῦσε.
17Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ἐγώ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ρωμαίων·
Ἔπειτα δὲ ἀπὸ τρεῖς ἡμέρας ἐπροσκάλεσε ὁ Παῦλος τοὺς προκρίτους ἐκ τῶν Ἰουδαίων. Ὅταν δὲ αὐτοὶ συνεκεντρώθησαν, τοὺς εἶπε·<ἄνδρες ἀδελφοί, ἐγὼ χωρὶς νὰ ἔχω κάμει τίποτε ἐναντίον τοῦ λαοῦ ἢ ἐναντίον τῶν ἱερῶν πατροπαραδότων ἐθίμων, παρεδόθην δέσμιος ἀπὸ τὰ Ἱεροσόλυμα εἰς τὰ χέρια τῶν Ρωμαίων.
18οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
Αὐτοί, ἀφοῦ μὲ ἀνέκριναν, ἤθελαν νὰ μὲ ἀπολύσουν, διότι δὲν ὑπῆρχε εἰς ἐμὲ καὶ δὲν μὲ ἐβάρυνε κανένα ἔγκλημα ἄξιον θανάτου.
19ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι.
Ἐπειδὴ ὅμως οἱ Ἰουδαῖοι ἀντέλεγαν, ἠναγκάσθην νὰ ἐπικαλεσθῶ τὸν Καίσαραν, ὄχι διότι ἔχω νὰ κατηγορήσω εἰς κάτι τὸ ἔθνος μου, ἀλλὰ διότι ἤθελα νὰ ὑπερασπίσω τὸν εὐατόν μου.
20διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
Δι᾿ αὐτὸν λοιπὸν τὸν λόγον σᾶς παρεκάλεσα νὰ σᾶς ἴδω καὶ νὰ σᾶς ὁμιλήσω διὰ τὴν αἰτίαν, ποὺ εἷμαι δέσμιος. Διότι ἐγὼ ἕνεκα τῆς ἐλπίδος τοῦ ἰσραηλιτικοὺ λαοῦ, διὰ τὴν ἔλευσιν τοῦ λυτρωτοῦ Μεσσίου, εἷμαι δεμένος μὲ αὐτὴν τὴν ἁλυσίδα>.
21οἱ δὲ πρὸς αὐτὸν εἶπον· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν.
Ἐκεῖνοι δὲ εἶπαν πρὸς αὐτόν· <ἡμεῖς οὔτε γράμματα διὰ σὲ ἐλάβαμε ἀπὸ τὴν Ἰουδαίαν οὔτε κανένας ἀπὸ τοὺς ἀδελφοὺς ᾖλθε καὶ μᾶς ἀνέφερε ἢ μᾶς εἶπε κάτι κακὸν ἐναντίον σου.
22ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
Πάντως ἔχομεν τὴν δικαίαν ἀξίωσιν καὶ ἐπιθυμοῦμεν νὰ ἀκούσωμεν ἀπὸ σὲ αὐτά, τὰ ὁποῖα φρονεῖς· μᾶς εἶναι ὅμως γνωστὸν ὅτι διὰ τὴν θρησκευτικὴν αὐτὴν αἵρεσιν, εἰς τὴν ὁποίαν ἀνήκεις, εἰς κάθε μέρος πολλαὶ λέγονται ἀντιλογίαι>.
23Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
Ἀφοῦ δὲ ὥρισαν εἰς αὐτὸν ἡμέραν συναντήσεως, ἦλθαν εἰς τὸ οἴκημα, ὅπου ἐφιλοξενεῖτο, περισσότεροι τώρα. Εἰς αὐτοὺς ἐξέθετε ὁ Παῦλος τὰ περὶ τοῦ Χριστοῦ καὶ ἔδιδε τὴν καλὴν μαρτυρίαν περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ προσπαθοῦσε νὰ πείσῃ αὐτοὺς διὰ τὴν ζωὴν καὶ τὸ ἔργον τοῦ Ἰησοῦ, ὁμιλῶν ἀπὸ πρωῒας ἕως τὸ βράδυ καὶ φέρων ἀποδείξεις ἀπὸ τὸν νόμον τοῦ Μωϋσέως καὶ τοὺς προφήτας.
24καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
Καὶ ἄλλοι μὲν ἐπείθοντο εἰς τὰ λεγόμενα τοῦ Παύλου, ἄλλοι δὲ ἀπιστοῦσαν.
25ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν, ὅτι Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν
Ἐπειδὴ δὲ διαφωνοῦσαν μεταξὺ των, ἀνεχώρησαν, ἀφοῦ τοὺς εἶπε ὁ Παῦλος ἕνα ἀκόμη λόγον, ὅτι δηλαδὴ <καλὰ εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τοῦ προφήτου Ἠσαΐου πρὸς τοὺς προγόνους μας,
26λέγον· πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἶπον· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
λέγον· πήγαινε εἰς τὸν λαὸν αὐτὸν καὶ εἰπέ: Θὰ ἀκούσετε, ἀλλὰ δὲν θὰ καταλάβετε, καὶ μὲ τὰ ἴδια σας τὰ μάτια θὰ ἰδῆτε, ἀλλὰ δὲν θὰ ἴδετε τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου.
27ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.
Διότι ἐχόνδρυνε καὶ ἐσκληρύνθηκε ἡ καρδία τοῦ λαοῦ τούτου καὶ ἐβαρυάκουσαν μὲ τὰ αὐτιὰ τῆς ψυχῆς των καὶ ἔκλεισαν τὰ μάτια τοῦ νοῦ των, ὥστε νὰ μὴν ἴδουν μὲ τὰ μάτια των καὶ νὰ μὴ ἀκούσουν μὲ τὰ αὐτιὰ των καὶ νὰ μὴ καταλάβουν τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου μὲ τὴν διάνοιάν των καὶ ἐπιστρέψουν εἰς ἐμὲ μετανοημένοι καὶ θεραπεύσω αὐτούς.
28γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται.
Ἀλλὰ ἂς εἶναι γνωστὸν εἰς σᾶς, ὅτι αὐτῇ ἡ διὰ τοῦ Μεσσίου σωτηρία ἐκ μέρους τοῦ Θεοῦ ἐστάλη εἰς τοὺς ἐθνικούς. Αὐτοὶ θὰ τὴν ἀκούσουν καὶ θὰ τὴν δεχθοῦν μὲ ἀγαθὴν διάθεσιν>.
29καὶ ταῦτα αὐτοῦ εἰπόντος ἀπῆλθον οἱ Ἰουδαίοι πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
Καὶ ἀφοῦ εἶπε ὁ Παῦλος αὐτά, ἔφυγαν οἱ Ἰουδαῖοι συζητοῦντες πολὺ καὶ μὲ πολλὴν ἔξαψιν μεταξὺ των.
30Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
Ἔμεινε δὲ ὁ Παῦλος δύο ὁλόκληρα ἔτη εἰς ἰδιαίτερον οἴκημα, τὸ ὁποῖον εἶχε ἐνοικιάσει καὶ ἐδέχετο μὲ χαρὰν ὅλους ἐκείνους, ποὺ ἤρχοντο εἰς ἐπίσκεψίν του.
31κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
Ἐκήρυσσε δὲ πρὸς αὐτοὺς τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἐδίδασκε τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μὲ κάθε παρρησίαν, χωρὶς νὰ τοῦ περεμβάλῃ κανεὶς κανένα ἐμπόδιον.