Πράξεις τῶν Ἀποστόλων
Ο λόγος του Παύλου ενώπιον του Αγρίππα1-23
Παράλληλα: Πραξ Θ 1-19, Πραξ ΚΒ 6-16
Ανάγνωσμα · Κωνσταντίνου & Ελένης, ΚΣΤ 1
1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο·
Ὁ Ἀγρίππας ὁ βασιλεὺς εἶπε πρὸς τὸν Παῦλον· <σοῦ ἐπιτρέπεται νὰ ὁμιλήσῃς ὑπὲρ τοῦ εὐατοῦ σου>. Τότε ὁ Παῦλος, ἀφοῦ ἄπλωσε τὸ χέρι, ἤρχισε τὴν ἀπολογίαν του.
2Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον,
<Δι᾿ ὅλα ὅσα κατηγοροῦμαι ἀπὸ τοὺς Ἰουδαίους, θεωρῶ τὸν εὐατόν μου εὐτυχῆ, βασιλεῦ Ἀγρίππα, διότι μέλλω νὰ ἀπολογηθῶ ἐνώπιόν σου σήμερον.
3μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαί σου μακροθύμως ἀκοῦσαί μου.
Καὶ τοῦτο, διότι σὺ γνωρίζεις πολὺ καλά, ὅλα τὰ ἔθιμα τῶν Ἰουδαίων, ὅπως καὶ ὅλα τὰ ζητήματά των. Δι᾿ αὐτὸ καὶ σὲ παρακαλῶ, νὰ μὲ ἀκούσῃς μὲ ὑπομονήν.
4Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ᾿ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις ἴσασι πάντες Ἰουδαῖοι,
Ποία μὲν ὑπῆρξε ἡ ζωὴ καὶ ἡ δρᾶσις μου εἰς τὸ ἔθνος μου καὶ εἰς τὰ Ἱεροσόλυμα ἀπὸ τὴν ἀρχὴν τῆς νεότητός μου καὶ ἐντεῦθεν, γνωρίζουν ὅλοι οἱ Ἰουδαῖοι.
5προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
Αὐτοὶ μὲ ἔχουν γνωρίσει πολὺ ἐνωρίτερα καὶ ἐὰν θέλουν νὰ καταθέσουν τὴν ἀλήθειαν, θὰ βεβαιώσουν ὅτι ἐγὼ ἔζησα σύμφωνα μὲ τὴν διδασκαλίαν καὶ τὰς παραδόσεις τῆς πλέον αὐστηρᾶς ὁμάδος τῆς θρησκείας μας· ἔζησα δηλαδὴ καὶ ἐπολιτεύθην ὡς Φαρισαῖος.
6καὶ νῦν ἐπ᾿ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος,
Καὶ τώρα ἐγὼ στέκομαι ὑπόδικος εἰς τὸ δικαστήριον τοῦτο διὰ τὴν ἐλπίδα περὶ τοῦ Μεσσίου, ἡ ὁποία στηρίζεται εἰς τὴν ὑπόσχεσιν, ποὺ ὁ Θεὸς ἔδωκε εἰς τοὺς πατέρας μας.
7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ τῶν Ἰουδαίων.
Καὶ διὰ τὴν πραγματοποίησιν αὐτῆς τῆς ὑποσχέσεως αἱ δώδεκα φυλαὶ τοῦ λαοῦ μας συνεχῶς νύκτα καὶ ἡμέραν προσφέρουν τὰς θυσίας τῆς λατρείας καὶ ἔχουν τὴν ἐλπίδα νὰ φθάσουν εἰς αὐτήν. Δι᾿ αὐτὴν τὴν ἐλπίδα ἐγὼ κατηγοροῦμαι ἀπὸ τοὺς Ἰουδαίους, βασιλεῦ Ἀγρίππα.
8τί ἄπιστον κρίνεται παρ᾿ ὑμῖν εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;
Διατὶ θεωρεῖται ἀπίστευτον ἀπὸ σᾶς, ὅτι ὁ Θεὸς ἀνασταίνει τοὺς νεκρούς;
9ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
Καὶ ἐγὼ ἔδειξα ἀπιστίαν εἰς τὴν ἀνάστασιν τοῦ Ἰησοῦ καὶ εἰς αὐτὸν τὸν Ἰησοῦν. Καὶ ἐνόμισα λοιπὸν ὅτι εἴχα καθῆκον πολλὰ νὰ πράξω ἀντίθετα καὶ ἐχθρικὰ κατὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ τοῦ Ναζωραίου.
10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
Πρᾶγμα ἄλλως τε, τὸ ὁποῖον ἔκανα καὶ εἰς Ἱεροσόλυμα, καὶ πολλοὺς ἀπὸ τοὺς μαθητὰς τοῦ Χριστοῦ ἐγὼ ἔρριψα καὶ ἔκλεισα εἰς τὰς φυλακάς, ἀφοῦ εἴχα λάβει αὐτὴν τὴν ἐξουσίαν ἀπὸ τοὺς ἀρχιερεῖς, καὶ ὅταν οἱ ἄνθρωποι αὐτοὶ ἐφονεύοντο, ἐγὼ εἴχα δώσει καταδικαστικὴν ψῆφον ἐναντίον των.
11καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
Καὶ εἰς ὅλας τὰς συναγωγάς, ὅπου ὠδηγοῦντο διὰ νὰ δικασθοῦν, ἐγὼ εἰς πολλὰς περιστάσεις βασανίζων αὐτοὺς προσπαθοῦσα νὰ τοὺς ἐξαναγκάσω νὰ βλασφημήσουν ἐναντίον τοῦ Ἰησοῦ. Κυριαρχούμενος δὲ ἀπὸ ἀσυγκράτητον μανίαν ἐναντίον των, τοὺς κατεδίωκα ἀκόμη καὶ εἰς πόλεις, αἱ ὁποῖαι εἶναι ἔξω ἀπὸ τὴν Παλαιστίνην.
Ανάγνωσμα · Κωνσταντίνου & Ελένης, , 12-20
12Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾿ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων,
Ἀκριβῶς ἐπάνω εἰς τὸ ἔργον μου αὐτὸ ἐπήγαινα εἰς τὴν Δαμασκόν, διὰ νὰ καταδιώξω καὶ ἐκεῖ τοὺς Χριστιανοὺς μὲ ἐξουσίαν καὶ ἐγκρισιν, ποὺ εἴχα λάβει ἀπὸ τοὺς ἀρχιερεῖς.
13ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
Κατὰ τὸ μεσημέρι, καθὼς ἐπροχωροῦσα εἰς τὸν δρόμον, εἶδα, βασιλεῦ Ἀγρίππα, νὰ λάμπῃ γύρῳ ἀπὸ ἐμὲ καὶ ἀπὸ ἐκείνους, ποὺ ἐπήγαιναν μαζῆ μου, ἕνα φῶς ἀπὸ τὸν οὐρανὸν ἐντονώτερον ἀπὸ τὴν λαμπρότητα τοῦ ἡλίου.
14πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
Ἐνῶ δὲ ὅλοι ἐπέσαμεν κάτω εἰς τὴν γῆν, διότι δὲν ἀντείχαμεν εἰς τὴν καταπληκτικὴν αὐτὴν λάμψιν, ἤκουσα μίαν φωνὴν νά μοῦ ὁμιλῇ καὶ νὰ λέγῃ εἰς τὴν ἐβραϊκὴν γλῶσσαν: Σαούλ, Σαούλ, διατὶ μὲ καταδιώκεις; Εἶναι σκληρὸν διὰ σὲ νὰ κλωτσᾷς εἰς τὰ καρφιά.
15ἐγὼ δὲ εἶπον· τίς εἶ, Κύριε; ὁ δὲ εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
Ἐγὼ δὲ εἶπα: Ποιὸς εἷσαι, Κύριε; Ἐκεῖνος δὲ εἶπε: Ἐγὼ εἷμαι ὁ Ἰησοῦς, τὸν ὁποῖον σὺ καταδιώκεις.
16ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι,
Ἀλλὰ σήκω καὶ στάσου ὀρθὸς εἰς τὰ πόδια σου· διὰ τοῦτο παρουσιάσθηκα εἰς σέ, νὰ σὲ ἀναδείξω ὑπηρέτην καὶ κήρυκα αὐτῶν ποὺ εἶδες καὶ ἐκείνων τὰ ὁποῖα εἰς τὸ μέλλον θά σοῦ ἀποκαλύψω.
17ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω
Ἐγὼ δὲ θὰ σὲ σῴζω ἀπὸ τοὺς κινδύνους, ποὺ θὰ διατρέξῃς ἐκ μέρους τοῦ Ἰουδαϊκοὺ λαοῦ καὶ ἐκ μέρους τῶν ἐθνῶν, εἰς τὰ ὁποῖα ἐγὼ σὲ στέλλω.
18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
Καὶ σὲ στέλνω νὰ ἀνοίξῃς τὰ μάτια τῆς ψυχῆς των, διὰ νὰ πιστεύσουν καὶ ἐπιστρέψουν ἀπὸ τὸ σκότος εἰς τὸ φῶς καὶ ἀπὸ τὴν ἐξουσίαν τοῦ σατανᾶ εἰς τὸν Θεόν, καὶ νὰ πάρουν διὰ τῆς πίστεώς των εἰς ἐμὲ ἄφεσιν ἁμαρτιῶν καὶ κληρονομίαν μαζῆ μὲ ἐκείνους, ποὺ ἔχουν ἁγιασθῇ.
19Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
Ὅθεν, βασιλεῦ Ἀγρίππας, δὲν ἔγινα ἀνυπάκουος εἰς τὸ οὐράνιον αὐτὸ ὅραμα.
20ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
Ἀλλὰ πρῶτον εἰς αὐτούς ποὺ κατοικοῦσαν εἰς τὴν Δαμασκὸν καὶ εἰς τὰ Ἱεροσόλυμα, ἔπειτα δὲ εἰς ὅλην τὴν περιοχὴν τῆς Ἰουδαίας καὶ εἰς τὰ ἔθνη, ἐκήρυττα καὶ κηρύττω ματάνοιαν καὶ ἐπιστροφὴν εἰς τὸν Θεὸν καὶ νὰ πράττουν ἔργα ἄξια τῆς μετανοίας των.
21ἕνεκα τούτων με οἱ Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
Ἕνεκα δὲ αὐτῶν ἀκριβῶς τῶν κηρυγμάτων μου, οἱ Ἰουδαῖοι μὲ συνέλαβαν εἰς τὴν αὐλὴν τοῦ ναοῦ καὶ ἐπροσπαθοῦσαν νὰ μὲ φονεύσουν.
22ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
Ἔλαβα ὅμως βοήθειαν καὶ προστασίαν ἀπὸ τὸν Θεὸν τότε καὶ μέχρις αὐτῆς τῆς ἡμέρας, ποὺ στέκομαι σῶος καὶ ὑγιὴς ἐμπρὸς σας καὶ δίδω τὴν μαρτυρίαν τοῦ Εὐαγγελίου εἰς μικροὺς καὶ μεγάλους, χωρὶς νὰ λέγω τίποτε ἄλλο ἐκτὸς ἀπὸ ἐκεῖνα, ποὺ οἱ προφῆται καὶ ὁ Μωϋσῆς προεκήρυξαν, ὅτι μέλλουν νὰ γίνουν.
23εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι.
Κηρύττω δηλαδή, περὶ τοῦ ἂν ὁ Χριστὸς ἔμελλε νὰ πάθῃ, ἐὰν ἐπρόκειτο πρῶτος αὐτὸς ἐκ τῶν νεκρῶν νὰ ἀναστηθῇ καὶ περὶ τοῦ ἂν ἐπρόκειτο νὰ κηρύξῃ τὸ Εὐαγγέλιον τῆς σωτηρίας εἰς τὸν Ἰουδαϊκὸν λαὸν καὶ τοὺς ἐθνικούς>.
Η απήχηση που είχε η απολογία24-32
24Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη· Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
Ἐνῶ δὲ αὐτὰ ὁ Παῦλος ἀπελογεῖτο εἶπε ὁ Φῆστος μὲ μεγάλη φωνήν· <παρεφρόνησες, Παῦλε, τὰ πολλὰ γράμματα σὲ κάνουν νὰ παραλογίζεσαι>.
25ὁ δὲ, Οὐ μαίνομαι, φησί, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
Ὁ δὲ Παῦλος ἀπήντησε· <δὲν παραλογίζομαι, ἐξοχώτατε Φῆστε, ἀλλὰ ἐξαγγέλω λόγους ἀληθείας καὶ συνέσεως.
26ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι τούτων οὐ πείθομαι οὐδέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
Καὶ ὁμιλῶ ἔτσι, διότι γνωρίζει πολὺ καλὰ τὰ γεγονότα αὐτὰ ὁ βασιλεύς, πρὸς τὸν ὁποῖον καὶ μὲ τόσον θάρρος ὁμιλῶ. Δὲν πιστεύω τίποτε ἀπὸ αὐτὰ νὰ διαφεύγῃ τὴν γνῶσιν καὶ τὴν προσοχὴν του. Εἶναι ἄλλως τε αὐτὰ γνωστά, διότι δὲν ἔχουν πραγματοποιηθῇ εἰς καμμίαν ἀπόμερον γωνίαν, ἀλλὰ εἰς ὅλους τοὺς Ἰουδαίους.
27πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
Πιστεύεις, βασιλεῦ Ἀγρίππα, εἰς τοὺς προφήτας; Ἐγὼ ξέρω ὅτι πιστεύεις>.
28ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.
Εἶπε δὲ ὁ Ἀγρίππας εἰς τὸν Παῦλον· <ὀλίγον ἀκόμη καὶ μὲ πείθεις νὰ γίνω Χριστιανός>.
29ὁ δὲ Παῦλος εἶπεν· Εὐξαίμην ἂν τῷ Θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
Ὁ δὲ Παῦλος εἶπε· <θὰ ηὐχόμην εἰς τὸν Θεὸν καὶ ὀλίγον καὶ πολὺ ὄχι μόνον σύ, ἀλλὰ καὶ ὅλοι ὅσοι μὲ ἀκούουν σήμερον νὰ γίνουν τέτοιοι σὰν ἐμέ, ἐκτὸς ἀπό τίς ἁλυσίδες αὐτές>.
30Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
Καὶ ἀφοῦ εἶπε αὐτὰ ὁ Παῦλος, ἐσηκώθηκε ὁ Βασιλεὺς καὶ ὁ Ρωμαῖος ἡγεμὼν καὶ ἡ Βερνίκη καὶ ὅλοι ὅσοι ἐκάθηντο μαζῆ μὲ αὐτούς.
31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος.
Καὶ ὅταν ἀνεχώρησαν, συνωμιλοῦσαν μεταξὺ των λέγοντες ὅτι ὁ ἄνθρωπος αὐτὸς τίποτε ἄξιον θανάτου ἢ φυλακίσεως δὲν ἔχει κάμει.
32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Ὁ δὲ Ἀγρίππας εἶπε εἰς τὸν Φῆστον· <ὁ ἄνθρωπος αὐτὸς ἧτο δυνατὸν ν᾿ ἀπολυθῇ, ἂν δὲν εἶχε ἐπικαλεσθῆ τὸν Καίσαρα>.