Κατὰ Λουκᾶν
Ο Ιησούς στον Πιλάτο1-5
Παράλληλα: Ματ ΚΖ 1-2, Ματ ΚΖ 11-14, Μαρκ ΙΕ 1-5, Ιωα ΙΗ 28-38α
1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
Καὶ ἀφοῦ ἐσηκώθηκε ὅλο τὸ πλῆθος τῶν συνέδρων, ἔφεραν τὸν Ἰησοῦν εἰς τὸν Πιλᾶτον.
2ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
Ἤρχισαν δὲ νὰ τὸν κατηγοροῦν καὶ νὰ λέγουν· <αὐτὸν τὸν εὑρήκαμεν νὰ παρακινῇ τὸ ἔθνος εἰς ἐπανάστασιν καὶ νὰ ἐμποδίζῃ τὴν πληρωμὴν τῶν φόρων εἰς τὸν Καίσαρα καὶ νὰ λέγῃ διὰ τὸν εὐατὸν του, ὅτι εἶναι ὁ Χριστός, ὁ βασιλεύς>.
3ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις.
Ὁ δὲ Πιλᾶτος τὸν ἠρώτησε, λέγων· <σύ, ὁ δεμένος ὑπόδικος, εἷσαι βασιλεὺς τῶν Ἰουδαίων;> Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ τοῦ εἶπε· <ὅπως καὶ σὺ τὸ λέγεις εἷμαι βασιλεύς, ὄχι ὅμως ὅπως οἱ κοσμικοὶ βασιλεῖς>.
4ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
Ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, ὅτι <δὲν εὑρίσκω καμμίαν ἐνόχην εἰς τὸν ἄνθρωπον αὐτόν>.
5οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
Ἀλλὰ αὐτοὶ μὲ περισσότερον πεῖσμα καὶ φανατισμὸν ἐπέμεναν, λέγοντες ὅτι ἀναταράσσει τὸν λαὸν μὲ τὸ νὰ διδάσκῃ τὰ ἐπαναστατικὰ του κηρύγματα, ποὺ ἔκαμε ἀρχὴν ἀπὸ τὴν Γαλιλαίαν καὶ τὰ ἔφερε ἕως ἐδῶ.
Ο Ιησούς στον Ηρώδη6-12
6Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι·
Ὁ δὲ Πιλᾶτος, ὅταν ἤκουσε τὴν λέξιν Γαλιλαία, ἠρώτησε, ἐὰν ὁ ἄνθρωπος αὐτὸς εἶναι ἀπὸ τὴν Γαλιλαίαν.
7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
Καὶ ὅταν ἐξηκρίβωσε ὅτι ὁ Ἰησοῦς εἶναι ἀπὸ τὴν περιοχὴν τῆς δικαιοδοσίας τοῦ Ἡρῴδου, τὸν παρέπεμψεν εἰς τὸν Ἡρῴδην, ὁ ὁποῖος κατὰ τὰς ἡμέρας αὐτὰς τοῦ Πάσχα εὑρίσκετο καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα.(Καὶ τοῦτο, διὰ νὰ ἀπαλλαγῇ αὐτὸς ἀπὸ τὴν ἐνοχλητικὴν ἐκείνην δίκην).
8ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον.
Ὁ δὲ Ἡρῴδης, ὅταν εἶδε τὸν Ἰησοῦ ἐχάρηκε πολύ, διότι ἀπὸ πολὺν καιρὸν ἤθελε νὰ τὸν ἵδῃ, ἐπειδὴ πολλὰ συνεχῶς ἤκουε δι᾿ αὐτὸν καὶ ἤλπιζε, πρὸς ἰκανοποίησιν τῆς περιεργείας του, νὰ ἵδῃ κάποιο θαῦμα νὰ γίνεται ἀπὸ τὸν Ἰησοῦν.
9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
Τὸν ἐρωτοῦσε δὲ ὁ Ἡρῴδης διὰ πολλὰ καὶ μὲ πολλὰς ἐρωτήσεις. Ὁ Ἰησοῦς ὅμως δὲν τοῦ ἔδωκε καμμίαν ἀπάντησιν.
10εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐντόνως κατηγοροῦντες αὐτοῦ.
Ἐκεῖ δὲ κοντὰ ἐστέκοντο οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ τὸν κατηγοροῦσαν μὲ ζωηρὸν τόνον καὶ ἐπιμονήν.
11ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
Ὁ Ἡρῴδης ὅμως, ἀφοῦ τὸν ἐξηυτέλισε μαζῆ μὲ τὰ στρατεύματά του καὶ τὸν ἐνέπαιξε, τοῦ ἐφόρεσε, διὰ νὰ τὸν εἰρωνευθῇ καὶ τὸν γελοιοποιήσῃ, μίαν λαμπρὰν στολήν, καὶ τὸν παρέπεμψε πάλιν εἰς τὸν Πιλᾶτον.
12ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.
Ἔγιναν δὲ ἐξ ἀφορμῆς τοῦ γεγονότος αὐτοῦ φίλοι μεταξὺ τῶν ὁ Ἡρῴδης καὶ ὁ Πιλᾶτος κατὰ τὴν ἡμέραν αὐτήν. Διότι προηγούμενος εὑρίσκοντο εἰς ἔχθραν μεταξὺ των. (Ἴσως ἓξ αἰτίας ζητημάτων δικαιοδοσίας).
Η καταδίκη του Ιησού σε θάνατο13-25
Παράλληλα: Ματ ΚΖ 11-26, Μαρκ ΙΕ 1-15, Ιωα ΙΗ 38β-ΙΘ16
13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Ὁ Πιλᾶτος δέ, ἀφοῦ ἐκάλεσε μαζῆ τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν,
14εἶπε πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ.
εἶπε πρὸς αὐτούς· <μοῦ ἐφέρατε τὸν ἄνθρωπος αὐτὸν νὰ τὸν δικάσω, διότι τάχα ἐξεγείρει τὸν λαὸν ἐναντίον τοῦ Καίσαρος καὶ τῶν νόμων τοῦ κράτους. Καὶ ἰδοὺ ἐγὼ τὸν ἀνέκρινα ἐνώπιον σας καὶ δὲν εὑρῆκα εἰς τὸν ἄνθρωπον αὐτὸς καμμιὰν παράβασιν καὶ ἐνόχην, εἰς ὅσα σεῖς τὸν κατηγορεῖτε.
15ἀλλ᾿ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ.
Ἀλλὰ οὔτε καὶ ὁ Ἡρῴδης δὲν τὸν εὑρῆκε ἔνοχον· διότι ἐγὼ ἔστειλα καὶ σᾶς μαζῆ μὲ τὸν ἄνθρωπον αὐτὸν πρὸς τὸν Ἡρῴδην καὶ ἰδού, ὅτι τίποτε τὸ ἄξιον θανάτου δὲν ἔχει διαπραχθῇ ἀπὸ αὐτόν.
16παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
Λοιπόν, ἀφοῦ τὸν βασανίσω καὶ διατάξω νὰ τὸν φραγγελώσουν θὰ τὸν ἀπολύσω>.
17ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.
Εἶχε δὲ ὑποχρέωσιν ὁ Πιλᾶτος, ἀπὸ κάποιο ἔθιμον, νὰ ἀπελευθερώνῃ χάριν τοῦ λαοῦ κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα ἕνα κρατούμενον.
18ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν·
Ἐφώναξαν δὲ δυνατὰ ὅλον τὸ πλῆθος μαζῆ, ἄρχοντες καὶ λαός, λέγοντες· <φόνευσε αὐτόν, νὰ μὰς ἀφήσῃς ἐλεύθερον τὸν Βαραββᾶν>.
19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακὴν.
Ὁ ὁποῖος Βαραββᾶς εἶχε ριφθῇ εἰς τὴν φυλακὴν διὰ κάποιαν στάσιν, ποὺ ἔγινε εἰς τὴν πόλιν καὶ διὰ φόνον.
20πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
Πάλιν λοιπὸν ὁ Πιλᾶτος ὡμίλησε πρὸς τὸν λαόν, διότι ἤθελε νὰ ἀπολύσῃ τὸν Ἰησοῦν.
21οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν.
Αὐτοὶ ὅμως εἰς ἀπάντησιν ἐφώναζαν δυνατὰ λέγοντες· <σταύρωσον, σταύρωσον αὐτόν>.
22ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
Ὁ δὲ Πιλᾶτος διὰ τρίτην φορὰν εἶπεν εἰς αὐτούς· <διατὶ νὰ τὸν σταυρώσω; Ποῖον κακόν, ἄξιον σταυρικοῦ θανάτου, ἔπραξε αὐτός; Τίποτε τὸ ἄξιον θανάτου δὲν εὕρηκα εἰς αὐτόν. Θὰ τὸν μαστιγώσω λοιπὸν καὶ θὰ τὸν ἀπολύσω>. (῍Αν ἧτο ἀθῶος διατὶ νὰ τὸν μαστιγώση; ῍Αν ἧτο ἔνοχος διατὶ νὰ τὸν ἀπολύσῃ; Ὁ Πιλᾶτος ἄδικος καθὼς ἧτο δὲν εἶχε τὸ θάρρος νὰ ἀποδώσῃ δικαιοσύνην καὶ ἀπολύσῃ τὸν Κύριον).
23οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.
Αὐτοὶ δὲ μαινόμενοι ἐπέμεναν μὲ μεγάλας φωνὰς καὶ ἐζητοῦσαν νὰ σταυρωθῇ. Καὶ αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων ὑπερίσχυαν καὶ ἐσκέπαζαν τὰ λόγια τοῦ Πιλάτου.
24ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν,
Ὁ δὲ Πιλᾶτος ἀπεφάσισε ὁριστικῶς νὰ γίνῃ τὸ αἴτημα των.
25ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.
Ἀφῆκε δὲ πρὸς χάριν αὐτῶν ἐλεύθερον τὸν Βαραββᾶν, ὁ ὁποῖος ἧτο φυλακισμένος διὰ στάσιν καὶ φόνον καὶ τοῦ ὁποίου τὴν ἀπόλυσιν ἐζητοῦσαν ἐκεῖνοι, τὸν δὲ Ἰησοῦν παρέδωκε, σύμφωνα μὲ τὸ θέλημά των, νὰ σταυρωθῇ.
Η σταύρωση του Ιησού26-43
Παράλληλα: Ματ ΚΖ 32-44, Μαρκ ΙΕ 21-32, Ιωα ΙΘ 17-27
26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ᾿ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ.
Καὶ ὅταν τὸν ἐπήγαιναν πρὸς τὸν Γολγοθάν, ἔπιασαν κάποιον Σίμωνα Κυρηναῖον, ποὺ ἤρχετο ἀπὸ τὸ χωράφι, τοῦ ἐφόρτωσαν τὸν σταυρὸν νὰ τὸν φέρῃ πίσῳ ἀπὸ τὸν Ἰησοῦν, ὁ ὅποῖος εἶχε πλέον σωματικῶς ἐξαντληθῆ.
27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
Τὸν ἀκολουθοῦσε δὲ πολὺ πλῆθος λαοῦ καὶ γυναικῶν, αἱ ὁποῖαι ἐκτυποῦσαν τὸ στῆθος καὶ τὴν κεφαλὴν των καὶ ἐθρηνοῦσαν δι᾿ αὐτόν.
28στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ, πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
Ὁ δὲ Ἰησοῦς ἀφοῦ ἐγύρισε πρὸς αὐτὰς εἶπε· <θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε δι᾿ ἐμέ, ἀλλὰ κλαίετε διὰ τὸν εὐατὸν σας καὶ τὰ τέκνα σας.
29ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.
Διότι ἰδοὺ ἔρχονται ἡμέραι, κατὰ τὰς ὁποίας θὰ εἴπουν· καλότυχες εἶναι οἱ στεῖρες γυναῖκες καὶ αἱ κοιλίαι ποὺ δὲν ἐγέννησαν καὶ οἱ μαστοί ποὺ δὲν ἐθήλασαν βρέφη. Διότι αὐταί ποὺ ἔχουν παιδιά θὰ αἰσθανθοῦν δριμύτερον τὸν πόνον διὰ τὰ δεινά ποὺ θὰ ἔλθουν εἰς αὐτὰς καὶ εἰς τὰ παιδιά των.
30τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ᾿ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς·
Τότε θ᾿αρχίσουν νὰ λέγουν εἰς τὰ ὅρη· πέσατε ἐπάνω μας· καὶ εἰς τὰ βουνά· σκεπάσατέ μας μὲ τὸ βάρος σας, διὰ νὰ ἀποθάνωμεν μίαν ὥραν ἐνωρίτερα καὶ μὴ βασανιζώμεθα ἀπὸ τὰ ἀνυπόφορα πλέον δεινά.
31ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
Διότι ἐὰν εἰς τὸ χλωρὸν δένδρον κάνουν αὐτὰ οἱ Ρωμαῖοι, εἰς τὸ ξηρὸν τί θὰ συμβῇ; (Ἐὰν εἰς ἐμὲ τὸν ἀθῶον, ποὺ ἔχω θείαν καὶ ἀκατάλυτον ζωήν, γίνωνται αὐτά, τί μέλλει νὰ γίνῃ εἰς σᾶς, ποὺ εἷσθε τόσον βαρειὰ ἔνοχοι διὰ τὰ πολλὰ καὶ μεγάλα ἁμαρτήματά σας;)>
Ανάγνωσμα · Μ Παρασκευή Όρθρος, 32-49
Ανάγνωσμα · Μ Παρασκευή Ώρα ΣΤ, 32-49
32Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.
Ὠδηγοῦντο δὲ εἰς τὸν τόπον τῆς σταυρώσεως καὶ ἄλλοι δύο, οἱ ὁποῖοι ἦσαν κακοῦργοι, διὰ νὰ θανατωθοῦν μαζῆ μὲ αὐτόν.
33Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
Καὶ ὅταν ἔφθασαν εἰς τόπον, ποὺ ἐλέγετο Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς δύο κακούργους, ἕνα εἰς τὰ δεξιὰ καὶ ἕνα εἰς τὰ ἀριστερά.
34ὁ δὲ Ἰησοῦς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον.
Ὁ δὲ Ἰησοῦς ἔλεγε· <Πάτερ, συγχώρησέ τους· διότι τυφλωμένοι ἀπὸ τὴν ἐμπάθειάν των, δὲν γνωρίζουν τί κάνουν>. Καὶ οἱ στρατιῶται ἐμοιράζοντο μεταξὺ τους τὰ ἱμάτια του καὶ ἔβαλλαν κλῆρον, τί θὰ πάρῃ ὁ καθένας.
35καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ὁ ἐκλεκτός.
Καὶ ἐστέκετο ὁ λαὸς παρατηρῶν καὶ ἀπολαμβάνων τὸ θέαμα τῆς σταυρώσεως. Περιγελοῦσαν δὲ αὐτὸν καὶ οἱ ἄρχοντες μαζῆ μὲ ἄλλους καὶ ἔλεγαν· <ἄλλους ἔσωσε. ῍Ας σώσῃ τώρα καὶ τὸν ἑαυτὸν του, ἐὰν εἶναι πράγματι αὐτὸς ὁ Χριστὸς ὁ ἐκλεκτὸς τοῦ Θεοῦ>.
36ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ
Τὸν ἐνέπαιζαν δὲ οἱ στρατιῶται, οἱ ὁποῖοι προσήρχοντο καὶ τοῦ προσέφεραν ξύδι
37καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
καὶ ἔλεγαν· <ἐὰν σὺ εἷσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσε τὸν ἑαυτόν σου>.
38ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ρωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Ἦτο δὲ καὶ ἐπιγραφὴ εἰς εἰδικὴν σανίδα, στερεωμένη εἰς τὸ ἐπάνω μέρος τοῦ σταυροῦ, γραμμένη μὲ γράμματα Ἑλληνικὰ καὶ Ρωμαϊκὰ καὶ Ἐβραϊκά: Αὐτὸς εἶναι ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Ανάγνωσμα · Μ Παρασκευή Εσπερινός, 39-43
39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.
Ἔνας δὲ ἀπὸ τοὺς σταυρωθέντας κακούργους τὸν ἐβλασφημοῦσε λέγων· <ἐὰν σὺ εἷσαι πράγματι ὁ Χριστός, σῶσε τὸν εὐατόν σου καὶ ἡμᾶς>.
40ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Ἀπεκρίθη δὲ ὁ ἄλλος, τὸν ἐπέπληττε καὶ τοῦ ἔλεγε· οὔτε τὸν Θεὸν σὺ ὁ ἐγκληματίας καὶ ἔνοχος δὲν φοβεῖσαι, διότι ὑφίστασαι τὴν ἰδίαν καταδίκην μὲ αὐτὸν τὸν ἀθῶον;
41καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.
Καὶ ἡμεῖς μὲν δικαίως τιμωρούμεθα, διότι ἀπολαμβάνομεν ἄξια ἐκείνων ποὺ ἐπράξαμεν. Αὐτὸς ὅμως κανένα ποτὲ ἄτοπον δὲν ἔπραξε>.
42καὶ ἔλεγε τῷ Ἰησοῦ· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Καὶ ἔλεγεν εἰς τὸν Ἰησοῦν· <ἐνθυμήσου με, Κύριε, ὅταν θὰ ἔλθῃς μὲ δόξαν καὶ δύναμιν εἰς τὴν βασιλείαν σου, ὥστε νὰ ἀπολαύσω καὶ ἐγὼ τὴν χαρὰν καὶ τὴν μακαριότητα αὐτῆς>.
43καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Ἀμήν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
Καὶ εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· <σὲ διαβεβαιώνω, ὅτι σήμερον θὰ εἷσαι μαζῆ μου εἰς τὸν παράδεισον>.
Ο θάνατος του Ιησού44-49
Παράλληλα: Ματ ΚΖ 45-56, Μαρκ ΙΕ 33-41, Ιω ΙΘ 28-30
44ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλειπόντος,
Ἦτο δὲ ὥρα ἓξ περίπου ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου, δηλαδὴ μεσημέρι, καὶ ἀπλώθηκε σκότος εἰς ὅλην τὴν γῆν ἕως τὰς τρεῖς τὸ ἀπόγευμα, διότι εἶχε χαθῆ ὁ ἥλιος ἀπὸ τὸν οὐρανόν.
45καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον·
Καὶ ἐσχίσθη εἰς τὸ μέσον τὸ πολύτιμον παραπέτασμα τοῦ ναοῦ.
46καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
Καὶ ἐφώναξε μὲ φωνὴν μεγάλην ὁ Ἰησοῦς καὶ εἶπε· <πάτερ, εἰς τὰς χεῖράς σου παραίδω τὸ πνεῦμα μου >. Καὶ ἀφοῦ εἶπε τοὺς λόγους αὐτούς, ἐξέπνευσε.
47ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
Ὅταν δὲ ὁ ἑκατόνταρχος εἶδεν αὐτό ποὺ ἔγινε, δηλαδὴ τὸ σκότος, τὸν σεισμὸν καὶ πρὸ παντὸς τὸν τρόπον μὲ τὸν ὁποῖον ὁ Χριστὸς ὡς Κύριος τῆς ζωῆς του παρέδωσε τὸ πνεῦμα, ἐδόξασε τὸν Θεόν, λέγων· <πράγματι ὁ ἄνθρωπος οὗτος ἧτο δίκαιος>.
48καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
Καὶ ὅλα τὰ πλήθη ποὺ εἴχαν ἔλθει μαζῆ διὰ νὰ παρακολουθήσουν τὸ θέαμα τῆς σταυρώσεως, ὅταν εἶδαν αὐτά ποὺ ἔγιναν, ἐγύρισαν πίσῳ εἰς τὴν πόλιν, κτυπῶντες τὰ στήθη των, διὰ νὰ ἐκδηλώσουν ἔτσι τὴν μετάνοιάν των.
49εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
Ὅλοι δὲ οἱ γνωστοὶ τοῦ Κυρίου ἐστέκοντο ἀπὸ μακρυά, ὅπως ἐπίσης καὶ αἱ γυναῖκες, ποὺ τὸν εἴχαν ἀκολουθήσει ἀπὸ τὴν Γαλιλαίαν, καὶ ἔβλεπαν ὅλα τὰ περιστατικὰ τῆς σταυρώσεως.
Ο ενταφιασμός του Ιησού50-56
Παράλληλα: Ματ ΚΖ 57-61, Μαρκ ΙΕ 42-47, Ιωα ΙΘ 38-42
50Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
Καὶ ἰδού, ἐμφανίζεται ἔνας ἄνθρωπος ποὺ ἐλέγετο Ἰωσήφ, ὁ ὁποῖος ἧτο βουλευτής, μέλος δηλαδὴ τοῦ συνεδρίου, ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος.
51- οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ,
Αὐτὸς δὲν εἶχε συγκατατεθῆ εἰς τὴν ἀπόφασιν τοῦ συνεδρίου καὶ εἰς τὴν ἄλλην ἐνέργειαν τῶν συνέδρων διὰ τὴν σταύρωσιν τοῦ Χριστοῦ. Αὐτὸς κατήγετο ἀπὸ τὴν Ἀριμαθαίαν, πόλιν τῶν Ἰουδαίων, εἶχε δὲ δεχθῇ καὶ πιστεύσει εἰς τὸ κήρυγμα περὶ τῆς βασιλείας τοῦ Θεοῦ τὴν ὁποίαν καὶ ἐπερίμενε.
52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,
Αὐτὸς προσῆλθε εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ.
53καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος·
Καὶ ἀφοῦ τὸ κατέβασε ἀπὸ τὸν σταυρόν, τὸ ἐτύλιξεν εἰς σινδόνι καὶ τὸ ἔθεσε εἰς μνημεῖον σκαλισμένον εἰς βράχον, μέσα εἰς τὸ ὁποῖον κανείς ποτὲ δὲν εἶχε ταφῇ.
54καὶ ἡμέρα ἦν παρασκευὴ, σάββατον ἐπέφωσκε.
Καὶ ἧτο ἀκόμη ἡμέρα Πρασκευή. Ἐπλησίαζεν ὅμως τὸ Σάββατον, ποὺ θὰ ἤρχιζε μὲ τὴν δύσιν τοῦ ἡλίου.
55Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
Παρακολουθοῦσαν δὲ μὲ προσοχὴν αἱ γυναῖκες, ποὺ εἴχαν ἔλθει μαζῆ μὲ τὸν Ἰησοῦν ἀπὸ τὴν Γαλιλαίαν καὶ εἶδαν τὸ μνημεῖον, ὅπως ἐπίσης εἶδαν πῶς ἐτέθη τὸ σῶμα του εἰς αὐτὸ σαβανωμένον.
56ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
Ἀφοῦ δὲ ἐπέστρεψαν εἰς τὴν πόλιν, ἡτοίμασαν πρὶν δύσῃ ὁ ἥλιος, ἀρώματα καὶ εὐώδη ἔλαια. Καὶ κατὰ μὲν τὸν Σάββατον ἡσύχασαν καὶ δὲν ἔκαναν τίποτε, σύμφωνα μὲ τὴν ἐντολὴν περὶ τῆς σαββατικῆς ἀργίας.