Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Εὐαγγέλιον

Κατὰ Ἰωάννην

Κεφάλαιον ΙΗ΄
Λειτουργία ανάγνωσης

Η προδοσία και η σύλληψη του Ιησού1-11

Παράλληλα: Ματ ΚΣΤ 47-56, Μαρκ ΙΔ 43-50, Λουκ ΚΒ 47-53

Ανάγνωσμα · Μ Παρασκευή Όρθρος, 1-28

1Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.

Ἀφοῦ εἶπεν αὐτὰ ὁ Ἰησοῦς, ἐβγῆκε μαζῆ μὲ τοὺς μαθητάς του πέραν ἀπὸ τὸν χείμαρρον τῶν Κέδρων, ὅπου ὑπῆρχε κῆπος, εἰς τὸν ὁποῖον εἰσῆλθαν αὐτὸς καὶ οἱ μαθηταὶ του.

2ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη καὶ ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.

Ἐγνώριζε δὲ καὶ ὁ Ἰούδας, ὁ προδότης, αὐτὸν τὸν τόπον, διότι πολλὲς φορὲς μαζῆ μὲ τοὺς μαθητὰς του ὁ Ἰησοῦς εἶχεν ἔλθει ἐκεῖ.

3ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.

Ὁ Ἰούδας, λοιπόν, ἀφοῦ ἐπῇρε μαζῆ του τὸ ρωμαϊκὸν στραιωτικὸν ἀπόσπασμα καὶ ὑπηρέτας ἀπὸ τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, ᾖλθε ἐκεῖ μὲ φανάρια καὶ λαμπάδες καὶ ὅπλα.

4Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾿ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς· Τίνα ζητεῖτε;

Ὁ Ἰησοῦς, λοιπόν, γνωρίζων ὅλα ἐκεῖνα, ποὺ ἔμελλαν νὰ συμβοῦν εἰς αὐτόν, ἐβγῆκεν ἔξω ἀπὸ τὸν κῆπον καὶ εἶπεν εἰς αὐτούς· <Ποῖον ζητεῖτε;>

5ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾿ αὐτῶν.

Τοῦ ἀπήντησαν ἐκεῖνοι· <Ἰησοῦν τὸν Ναζωραῖον>. Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· <ἐγὼ εἷμαι>. Μαζῆ δὲ μὲ αὐτοὺς ἐστέκετο καὶ ὁ Ἰούδας, ὁ προδότης.

6ὡς οὖν εἶπεν αὐτοῖς ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.

Ὅταν, λοιπόν, εἶπεν εἰς αὐτούς, ὅτι ἐγὼ εἷμαι, ἐκεῖνοι καταπτοημένοι ὠπισθοχώρησαν καὶ ἔπεσαν κάτω.

7πάλιν οὖν αὐτούς ἐπηρώτησε· Τίνα ζητεῖτε; οἱ δὲ εἶπον· Ἰησοῦν τὸν Ναζωραῖον.

Πάλιν, λοιπόν, τοὺς ἠρώτησε· <ποῖον ζητεῖτε;> Ἐκεῖνοι εἶπον· <Ἰησοῦν τὸν Ναζωραῖον>.

8ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·

Ἀπεκρίθη ὁ Ἰησοῦς· <σᾶς εἶπα ὅτι ἐγὼ εἷμαι· ἐάν, λοιπόν, ζητῆτε ἐμέ, ἀφήσατε αὐτοὺς νὰ φύγουν>.

9ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.

Καὶ εἶπε τοῦτο, διὰ νὰ ἐξασφαλίσῃ τοὺς μαθητὰς του, καὶ νὰ ἐκπληρωθῇ ἀκόμη καὶ ὁ λόγος, τὸν ὁποῖον πρὸ ὀλίγου εἶχεν εἴπει εἰς τὸν Πατέρα του, ὅτι ἐκείνους τοὺς ὁποίους μοῦ ἔδωκες τοὺς ἐπροφύλαξα καὶ δὲν ἐχάθηκε κανένας ἀπὸ αὐτούς.

10Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.

Ὅταν, λοιπόν, οἱ στρατιῶται συνῆλθον κάπως ἀπὸ τὸν φόβον των καὶ ἐπροχώρησαν, διὰ νὰ συλλάβουν τὸν Κύριον, ὁ Σίμων Πέτρος, ποὺ εἶχε κατὰ τὴν ὥραν ἐκείνην μάχαιραν, τὴν ἔσυρε καὶ ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἔκοψε τὸ δέξι αὐτί. Τὸ ὄνομα δὲ τοῦ δούλου ἐκείνου ἧτο Μάλχος. (Ὁ ζῆλος τοῦ Πέτρου τὸν παρέσυρε εἰς ἄκριτον καὶ ἐγκληματικὴν πρᾶξιν. Ἄκριτον, διότι ἐξέθετε ἔτσι ἐνώπιον τῶν Ρωμαίων, τὸν ἑαυτὸν του, τοὺς μαθητὰς καὶ τὸν Κύριον ὡς στασιαστάς. Ἐγκληματικήν, διότι ἐστρέφετο κατὰ τῆς ζωῆς τοῦ πλησίον, ἔστω καὶ ἐχθροῦ).

11εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατὴρ, οὐ μὴ πίω αὐτό;

Εἶπε ἀμέσως τότε ὁ Ἰησοῦς εἰς τὸν Πέτρον· <βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον, τὸ ὁποῖον μοῦ ἔδωκε ὁ Πατήρ, θέλεις σὺ νὰ μὴ τὸ πίω;>

Ο Ιησούς οδηγείται στον Άννα12-14

Παράλληλα: Ματ ΚΣΤ 57-58, Μαρκ ΙΔ 53-54, Λουκ ΚΒ 54

12Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν,

Τότε, λοιπόν, τὸ στρατιωτικὸν ἀπόσπασμα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων ἐπιασαν τὸν Ἰησοῦν καὶ τὸν ἔδεσαν.

13καὶ ἀπήγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.

Καὶ τὸν ἐπήγαν δεμένον πρῶτον πρὸς τὸν Ἄνναν, τὸν καθῃρημένον ἀρχιερέαν, ἀλλὰ παρὰ πολὺ ἰσχυρόν, διότι ἧτο καὶ πενθερὸς τοῦ Καϊάφα, ὁ ὁποῖος ἧτο ἀρχιερεὺς κατὰ τὸ ἰστορικὸν ἐκεῖνο ἔτος.

14ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.

Ὁ δὲ Καϊάφας ἧτο ἐκεῖνος ποὺ εἶχε συμβουλεύσει τοὺς Ἰουδαίους, ὅτι συμφέρει πρὸς χάριν τοῦ λαοῦ νὰ θανατωθῇ καὶ χαθῇ ἔνας ἄνθρωπος, καὶ ὡς τέτοιον ἐννοῦσε τὸν Χριστόν, τοῦ ὁποίου τὸν φόνον, ἕνεκα τῆς μοχθηρίας καὶ τοῦ φθόνου του, εἴχεν ἤδει ἀποφασίσει.

Ο Πέτρος αρνείται τον Ιησού15-18

Παράλληλα: Ματ ΚΣΤ 69-70, Μαρκ ΙΔ 66-68, Λουκ ΚΒ 55-57

15Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως·

Ἀκολουθοῦσε δὲ τὸν Ἰησοῦν ὁ Σίμων ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, δηλαδὴ ὁ Ἰωάννης. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἧτο γνωστὸς εἰς τὸν ἀρχιερέα καὶ δι᾿ αὐτὸ ἐμπῆκε μαζῆ μὲ τὸν Ἰησοῦν ἐλεύθερα εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.

16ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον.

Ὁ Πέτρος ὅμως, ἄγνωστος καθὼς ἧτο, ἐστέκετο ἔξω, κοντὰ εἰς τὴν θύραν, διότι δὲν ἐπετρέπετο ἡ εἴσοδος. Ἐβγῆκε τότε ἔξω εἰς τὴν πόρτα ὁ ἄλλος μαθητής, ὁ ὁποῖος ἧτο γνωστὸς εἰς τὸν ἀρχιερέα, ὡμίλησε εἰς τὴν θυρωρὸν καὶ ἐπέτρεψε ἐκείνη τὴν εἴσοδον εἰς τὸν Πέτρον.

17λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί.

Ἀλλὰ ἡ μικρὰ δούλη, ποὺ ἧτο θυρωρός, καθὼς εἶδε τὸν Πέτρον, τοῦ λέγει· <μήπως καὶ σὺ εἷσαι ἀπὸ τοὺς μαθητὰς τοῦ ἀνθρώπου αὐτοῦ;> Ἀπήντησεν ἐκεῖνος· <δὲν εἷμαι>.

18εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ μετ᾿ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.

Ἐστέκοντο δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται, ποὺ εἴχαν ἑτοιμάσει ἀνθρακιάν, σωρὸν ἀναμμένα κάρβουνα, διότι ἔκανε κρύο καὶ ἐζεσταίνοντο. Ἔστεκε δὲ μαζῆ τους καὶ ὁ Πέτρος καὶ ἐζεσταίνετο.

Ο Άννας ανακρίνει τον Ιησού19-24

Παράλληλα: Ματ ΚΣΤ 57-68, Μαρκ ΙΔ 53-65, Λουκ ΚΒ 66-71

19Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.

Ἐν τῷ μεταξὺ ὁ ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν διὰ τοὺς μαθητὰς του, ποῖοι ἦσαν καὶ διατὶ τὸν ἀκολουθοῦσαν, καὶ διὰ τὴν διδασκαλίαν του.

20ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.

Ἀπήντησε εἰς αὐτὸν ὁ Ἰησοῦς· <ἐγὼ φανερὰ ὡμίλησα εἰς τοὺς ἀνθρώπους· ἐγὼ πάντοτε ἐδίδαξα εἰς τὰς συναγωγὰς καὶ εἰς τὰς αὐλὰς τοῦ ναοῦ, ὅπου πάντοτε, πλήθη Ἰουδαίων συγκεντρώνονται, καὶ κρυφὰ δὲν εἶπα τίποτε.

21τί με ἐπερωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.

Διατὶ ἐρωτᾷς ἐμέ; Ρώτησε ἐκείνους, ποὺ μὲ ἄκουσαν νά σοῦ εἴπουν, τί τοὺς ἐδίδαξα. Ἰδοὺ αὐτοὶ γνωρίζουν ἐκεῖνα τὰ ὁποῖα εἶπα ἐγώ>.

22ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;

Ὅταν δὲ ὁ Ἰησοῦς εἶπεν αὐτά, ἔνας ἀπὸ τοὺς ὑπηρέτας, ποῦ ἐστέκετο κοντὰ του, κατάφερε ράπισμα ἐναντίον τοῦ Ἰησοῦ λέγων· <μὲ αὐτὸν τὸν ἀσεβῆ τρόπον ἀπαντᾷς εἰς τὸν ἀρχιερέα;>

23ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;

Τοῦ ἀπήντησεν ὁ Ἰησοῦς· <ἐὰν κακῶς ὡμίλησα, μαρτύρησε ἐδῶ ἐνώπιον τοῦ δικαστηρίου διὰ τὸ κακὸν αὐτό. Ἐὰν ὅμως καλὰ καὶ σωστὰ ἀπήντησα, διατὶ μὲ δέρνεις;>

24ἀπέστειλεν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.

Μὴ τολμῶν νὰ συνεχίσῃ τὴν ἀνάκρισιν ὁ Ἄννας, ἔστειλε τὸν Ἰησοῦν δεμένον πρὸς τὸν Καϊάφαν τὸν ἀρχιερέα.

Ο Πέτρος αρνείται πάλι τον Ιησού25-27

Παράλληλα: Ματ ΚΣΤ 69-75, Μαρκ ΙΔ 66-72, Λουκ ΚΒ 54-62

25Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;

Ὁ δὲ Σίμων Πέτρος ἐξακολουθοῦσε νὰ στέκεται κοντὰ εἰς τὴν φωτιὰ καὶ νὰ ζεσταίνεται. Τοῦ εἶπαν τότε μερικοὶ ἀπὸ ἐκείνους ποὺ ἦσαν ἐκεῖ· <μήπως καὶ σὺ εἷσαι ἀπὸ τοὺς μαθητὰς ἐκείνου;>

26ἠρνήσατο οὖν ἐκεῖνος καὶ εἶπεν· Οὐκ εἰμί. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ;

Ἠρνήθη τότε ὁ Πέτρος καὶ εἶπε· <δὲν εἷμαι>. Τοῦ λέγει τότε ἔνας ἀπὸ τοὺς δούλους τοῦ ἀρχιερέως, συγγενὴς ἐκείνου τοῦ ὁποίου ὁ Πέτρος ἔκοψε τὸ αὐτί· <τί μᾶς λές; Ἐγὼ δὲν σὲ εἶδα εἰς τὸν κῆπον μαζῆ του;>

27πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

Πάλιν λοιπὸν ἀρνήθηκε ὁ Πέτρος καὶ ἀμέσως ἔνας πετεινὸς ἀλάλησε.

Ο Ιησούς οδηγείται στον Πιλάτο28-38α

Παράλληλα: Ματ ΚΖ 1-2, Ματ ΚΖ 11-14, Μαρκ ΙΕ 1-15, Λουκ ΚΓ 1-5

Ανάγνωσμα · Μ Παρασκευή Όρθρος, 28-ΙΘ 16

28Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾿ ἵνα φάγωσι τὸ πάσχα.

Ἀφοῦ, λοιπόν, οἱ ἀρχιερεῖς κατὰ τὴν νύκτα, καὶ τὸ συνέδριον ἀμέσως μὲ τὴν ἀνατολὴν τοῦ ἡλίου, κατεδίκασαν τὸν Χριστὸν εἰς θάνατον, τὸν ἔφεραν δεμένον εἰς τὸ πραιτώριον, ὅπου ἕμενε καὶ ἐδίκαζεν ὁ Ρωμαῖος ἡγεμών. Ἦτο δὲ πρωΐ. Καὶ αὐτοὶ δὲν ἐμπῆκαν εἰς τὸ πραιτώριον (εἰς τὸν τόπον ποὺ τὸν θεωροῦσαν μολυσμένον, διότι ἐκεῖ ἔμπαιναν εἰδωλολάτραι καὶ ἐδικάζοντο ἐγκληματίαι) διὰ νὰ μὴ μολυνθοῦν, ἀλλὰ νὰ μείνουν καὶ νὰ εἶναι καθαροί, ὥστε νὰ φάγουν κατὰ τὸ βράδυ αὐτὸ τῆς Παρασκευῆς τὸ πασχάλιον δεῖπνον.

29ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ εἶπε· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;

Συγκαταβαίνων, λοιπόν, εἰς τὰς προλήψεις των ὁ Πιλᾶτος, ἐβγῆκε πρὸς αὐτοὺς καὶ τοὺς εἶπε· <ποίαν κατηγορίαν φέρνετε ἐναντίον αὐτοῦ τοῦ ἀνθρώπου;>

30ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.

Ἀπήντησαν ἐκεῖνοι ἀορίστως καὶ εἶπαν· <ἐὰν αὐτὸς δὲν ἧτο κακοποιός, δὲν θά σοῦ τὸν εἴχαμε παραδώσει>.

31εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·

Εἶπε τότε εἰς αὐτοὺς ὁ Πιλᾶτος· <ἐφ᾿ ὄσον δὲν καταθέτετε συγκεκριμένην κατηγορίαν καὶ ἰσχυρίζεσθε κατὰ τρόπον ἀόριστον, ὅτι εἶναι κακοποιός, παρέτέ τον σεῖς καὶ σύμφωνα μὲ τὸν νόμον σας δικάστε τον>. Τοῦ εἶπαν τότε οἱ Ἰουδαῖοι· <ἡμεῖς τὸν κρίνομεν ἄξιον θανάτου, ἀλλὰ δὲν ἔχομεν τὸ δικαίωμα νὰ θανατώσωμεν διὰ σταυροῦ κανένα, χωρὶς τὴν ἄδειαν τοῦ Ρωμαίου ἡγεμόνος>.

32ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.

Τὰ εἶπαν δὲ αὐτά, διὰ νὰ ἐπαληθεύσῃ πλήρως ὁ λόγος, τὸν ὁποῖον ὁ Ἰησοῦς εἶχεν εἴπει, φανερώνων ἐκ τῶν προτέρων μὲ ποῖον εἶδος θανάτου ἔμελλε νὰ ἀποθάνῃ. (Διότι οἱ Ρωμαῖοι κατεδίκαζαν εἰς σταυρικὸν θάνατον, ἐνῶ οἱ Ἑβραῖοι, σύμφωνα μὲ τοὺς νόμους των, καὶ ὅταν ἦσαν ἐλεύθερος λαός, κατεδίκαζαν εἰς τὸν διὰ λιθοβολισμοὺ θάνατον).

33Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλᾶτος καὶ ἐφώνησε τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;

Εἰσῆλθεν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐκάλεσεν ἰδιαιτέρως τὸν Ἰησοῦν καὶ τοῦ εἶπε· <σὺ εἷσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων;>

34ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἀφ᾿ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;

Τοῦ ἀπήντησεν ὁ Ἰησοῦς· <Ἀπὸ τὸν εὐατόν σου, ἀπὸ ἰδικήν σου διαπίστωσιν τὸ λέγεις αὐτὸ ἢ ἄλλοι σοῦ τὸ εἶπαν, ὡς κατηγορίαν ἐναντίον μου;>

35ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;

Ἀπήντησεν ὁ Πιλᾶτος· <μήπως ἐγὼ εἷμαι Ἰουδαῖος, διὰ νὰ ἀνακατεύωμαι εἰς τὰ ζητήματα τῶν Ἑβραίων; Τὸ ἔθνος σου καὶ οἱ ἀρχιερεῖς σὲ παρέδωκαν εἰς ἐμὲ ὡς ἔνοχον. Τί ἔκαμες;>

36ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἄν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.

Ἀπήντησεν ὁ Ἰησοῦς· <ἡ βασιλεία μου δὲν προέρχεται ἀπὸ τὸν κόσμον αὐτόν. Ἐὰν ἧτο ἀπὸ τὸν κόσμον τοῦτον ἡ βασιλεία μου, οἱ στρατιῶται μου θὰ ἀνελάμβαναν ἀγῶνα, διὰ νὰ μὴ παραδοδῶ εἰς τοὺς Ἰουδαίους. Ἀλλὰ ἡ ἰδική μου βασιλικὴ ἐξουσία δὲν προέρχεται ἀπὸ τοῦτον ἐδῶ τὸν κόσμον οὔτε στηρίζεται εἰς τὴν δύναμιν τῶν ὅπλων>.

37εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.

Εἶπε τότε εἰς αὐτὸν ὁ Πιλᾶτος· <λοιπὸν εἷσαι βασιλεύς;> Ἀπήντησεν ὁ Ἰησοῦς· <ὅπως καὶ σὺ τὸ λέγεις, εἷμαι βασιλεύς>. Ἐγὼ δι᾿ αὐτὸ ἐγεννήθηκα καὶ δι᾿ αὐτὸ ἔχω ἔλθει εἰς τὸν κόσμον νὰ κηρύξω τὴν ἀλήθειαν. Καὶ κάθε ἔνας ὁ ὁποῖος αἰσθάνεται μέσα του διάθεσιν καὶ πόθον διὰ τὴν ἀλήθειαν, ἀκούει, δέχεται καὶ ἐφαρμόζει τὴν διδασκαλίαν μου καὶ ἔτσι γίνεται πολίτης τῆς οὐρανίου βασιλείας μου>.

38λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.

Λέγει εἰς αὐτὸν ὁ Πιλᾶτος. <Τί εἶναι ἀλήθεια; Καὶ ποιὸς μπορεῖ νὰ τὴν βρῇ;> Καὶ ἀφοῦ εἶπεν αὐτό, ἐβγῆκε πάλιν ἀπὸ τὸ πραιτώριον πρὸς τοὺς Ἑβραίους καὶ τοὺς εἶπε· <παρ᾿ ὄλα ὅσα λέγετε σεῖς, ἐγὼ δὲν εὑρίσκω καμμίαν ἐνόχην εἰς αὐτόν.

Ο Ιησούς καταδικάζεται σε θάνατο38β-ΙΘ 16

Παράλληλα: Ματ ΚΖ 15-31, Μαρκ ΙΕ 6-20, Λουκ ΚΓ 13-25

39ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;

Ὑπάρχει ὅμως ἕνα ἔθιμον εἰς σᾶς, νὰ ἀπολύω κάθε πάσχα ἕνα κατάδικον πρὸς χάριν σας. Θέλετε, λοιπόν, ἐφέτος νὰ ἀπολύσω πρὸς χάριν σας τὸν βασιλέα τῶν Ἰουδαίων;>

40ἐκραύγασαν οὖν πάλιν πάντες λέγοντες· Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Ἐκραύγασαν τότε ὅλοι λέγοντες· <μὴ ἀπολύσῃς αὐτόν, ἀλλὰ τὸν Βαραββᾶν>. Ἦτο δὲ ὁ Βαραββᾶς, τὸν ὁποῖον ἐπροτίμησαν ἀπὸ τὸν ἀπολύτως ἀθῶον καὶ εὐεργέτην των Ἰησοῦν, ληστὴς καταδικασμένος.