Κατὰ Λουκᾶν
Η ανάσταση του Ιησού1-12
Παράλληλα: Ματ ΚΗ 1-10, Μαρκ ΙΣΤ 1-8, Ιωα Κ 1-10
Ανάγνωσμα · ΕΩΘΙΝΟΝ Δ, 1-12
1Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καὶ τινες σὺν αὐταῖς.
Κατὰ τὴν πρώτην δὲ ἡμέραν τῆς ἐβδομάδος, ἐνῶ ἦσαν ἀκόμη βαθειὰ χαράματα, ἦλθον εἰς τὸ μνῆμα οἱ γυναῖκες μὲ τὰ ἀρώματα, ποὺ εἴχαν ἑτοιμάσει, καὶ μερικαὶ ἄλλαι μαζῆ των.
2εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
Εὐρῆκαν δὲ τὸν λίθον, ποὺ ἔκλειε τὸ μνημεῖον, κυλισμένον πέρα ἀπὸ αὐτό.
3καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ.
Καὶ ὅταν ἐμπῆκαν, δὲν εὐρῆκαν τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ.
4καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήτεσιν ἀστραπτούσαις.
Ἐνῶ δὲ εὑρίσκοντο εἰς ἀπορίαν διὰ τὸ γεγονὸς αὐτὸ καὶ ἰδοὺ παρουσιάσθησαν ἔξαφνα εἰς αὐτὰς δύο ἄνδρες μὲ στολάς, ποὺ ἄστραφταν ἀπὸ λαμπρότητα.
5ἐμφόβων δὲ γενομένων καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
Ἐνῶ δὲ αὐτὰς τὰς κατέλαβε μεγάλος φόβος καὶ ἔγερναν τὸ πρόσωπον των μὲ εὐλάβειαν εἰς τὴν γῆν, εἶπον ἐκεῖνοι πρὸς αὐτάς· <διατὶ ζητεῖτε μεταξὺ τῶν νεκρῶν αὐτὸν ποῦ εἶναι ὁλοζώντανος;
6οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
Δὲν εὑρίσκεται ἐδῶ, ἀλλὰ ἀναστήθηκε· ἐνθυμηθῆτε, τί σᾶς εἶπε, ὅταν ἀκόμη ἧτο εἰς τὴν Γαλιλαίαν.
7λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
Σᾶς εἶπε ὅτι σύμφωνα μὲ τὴν βουλὴν τοῦ Θεοῦ πρέπει ὁ υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ εἰς χεῖρας ἁμαρτωλῶν ἀνθρώπων καὶ νὰ σταυρωθῇ καὶ τὴν τρίτη ἡμέρα θὰ ἀναστηθῇ>.
8καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
Καὶ θυμήθηκαν τότε τὰ λόγια τοῦ Κυρίου.
9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς.
Καὶ ἀφοῦ ἐπέστρεψαν ἀπὸ τὸ μνημεῖον ἀνήγγειλαν αὐτά, ποὺ εἶδαν καὶ ἄκουσαν, εἰς τοὺς ἕνδεκα καὶ εἰς ὅλους τοὺς ἄλλους μαθητὰς τοῦ Κυρίου, ποὺ εὑρίσκοντο ἐκεῖ.
10ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
Αἱ μυροφόροι δὲ γυναῖκες, ἦσαν ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Ἰωάννα καὶ ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου καὶ αἱ ἄλλαι, ποὺ ἦσαν μαζῆ των, καὶ ὅλαι ἔλεγαν αὐτὰ εἰς τοὺς Ἀποστόλους.
11καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς.
Καὶ ἐφάνησαν εἰς τοὺς Ἀποστόλους σὰν παραληρήματα φαντασίας τὰ λόγια τῶν γυναικῶν καὶ δὲν ἐπίστευσαν εἰς αὐτάς.
Ανάγνωσμα · ΕΩΘΙΝΟΝ Ε, 12-35
Ανάγνωσμα · Τρίτη του Πάσχα, 12-35
12ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.
Ὁ δὲ Πέτρος ἐσηκώθηκε καὶ ἔτρεξεν εἰς τὸ μνημεῖον. Καὶ ἀφοῦ ἔσκυψεν ἀπὸ τὴν εἴσοδον, βλέπει τὶς λωρίδες ἀπὸ σινδόνι, μέ τὶς ὁποῖες εἶχε τυλιχθῇ τὸ σῶμα τοῦ Κυρίου νὰ εἶναι κάτω εἰς τὸ μνημεῖον μόνες, χωρὶς τὸ σῶμα καὶ ἐπέστρεψεν εἰς τὸ σπίτι θαυμάζων τὸ γεγονός.
Η πορεία στους Εμμαούς13-35
Παράλληλα: Μαρκ ΙΣΤ 9-20, Ιωα Κ 19-23
13Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς.
Καὶ ἰδού, δύο ἀπὸ τοὺς μαθητὰς ἐπήγαιναν αὐτὴν τὴν ἡμέραν εἰς κάποιο χωριό, ποὺ ἀπεῖχε ἀπὸ τὴν Ἱερουσαλὴμ ἕνδεκα περίπου χιλιόμετρα καὶ τὸ ὁποῖον ἐλέγετο Ἐμμαούς.
14καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
Καὶ αὐτοὶ συνωμιλοῦσαν μεταξὺ των δι᾿ ὅλα αὐτὰ τὰ γεγονότα.
15καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς·
Καὶ ἐνῶ αὐτοὶ συνωμιλοῦσαν καὶ συζητοῦσαν περὶ τοῦ Ἰησοῦ, ὁ ἴδιος ὁ Ἰησοῦς τοὺς ἐπλησίασε καὶ ἐπήγαινε μαζῆ των.
16οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
Τὰ δὲ μάτια των ἐμποδίζοντο ἀπὸ κάποια ὑπερφυσικὴν δύναμιν, διὰ νὰ μὴ τὸν ἀναγνωρίσουν.
17εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί;
Εἶπε δὲ πρὸς αὐτούς· <ποῖοι εἶναι αὐτοὶ οἱ λόγοι καὶ ποιὰ εἶναι τὰ θέματα, τὰ ὁποῖα καθὼς περιπατεῖτε, συζητεῖτε ματαξὺ σας καὶ εἷσθε σκυθρωποί;>
18ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
Ἀπεκρίθη δὲ ὁ ἔνας, ποὺ ἐλέγετο Κλεόπας καὶ εἶπε πρὸς αὐτόν· <σὺ μόνος σὰν προσκυνητὴς κατοικεῖς τὸν καιρὸν αὐτὸν εἰς τὴν Ἱερουσαλὴμ καὶ δὲν ἔμαθες ὅσα ἔγιναν εἰς αὐτὴν κατὰ τὰς ἡμέρας αὐτάς;>
19καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
Καὶ εἶπεν εἰς αὐτούς· <ποῖα;> Ἐκεῖνοι δὲ τοῦ εἶπαν· <τὰ περὶ τοῦ Ἰησοῦ τοῦ Ναζωραίου, ὁ ὅποιος ἀνεδείχθη προφήτης ἐνώπιον τοῦ Θεοῦ καὶ ὅλου τοῦ λαοῦ, δυνατὸς εἰς ἔργα θαυμαστὰ καὶ εἰς διδασκαλίαν πρωτάκουστον.
20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
Δὲν ἔμαθες καί πῶς τὸν παρέδωκαν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες μας εἰς θανατικὴν καταδίκην καὶ τὸν ἐσταύρωσαν;
21ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο.
Καὶ ὅμως ἡμεῖς ἠλπίζαμεν, ὅτι αὐτὸς εἶναι ὁ Μεσσίας, ποὺ θὰ ἐλευθέρωνε τὸν Ἰσραήλ. Ἀλλὰ μαζῆ μὲ ὅλα αὐτά, πού σοῦ εἴπαμε, ἰδοὺ ὅτι εἶναι ἡ τρίτη ἡμέρα σήμερα ἀπὸ τότε ποὺ ἔγιναν αὐτά, καὶ δὲν εἴδαμε ἀκόμη τίποτε, ποὺ νὰ δικαιολογῇ τὰς ἐλπίδας μας.
22ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον,
Ἀλλὰ καὶ κάτι ἄλλο συνέβη· μερικαὶ δηλαδὴ γυναῖκες ἀπὸ τὸν κύκλον μας μᾶς ἐξέπληξαν, διότι ἐπήγαν κατὰ τὰ χαράματα εἰς τὸ μνημεῖον
23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.
καὶ ἐπειδὴ δὲν εὗρον ἐκεῖ τὸ σῶμα του, ἦρθαν καὶ εἶπαν ὅτι εἶδαν καὶ ὀπτασία ἀγγέλων, οἱ ὁποῖοι λέγουν ὅτι ὁ Ἰησοῦς ζῇ.
24καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
Ἐπῆγαν ἐπίσης εἰς τὸ μνημεῖον καὶ μερικοὶ ἀπὸ αὐτούς, ποὺ εἶναι μαζῆ μας, καὶ εὐρῆκαν τὰ πράγματα, ὅπως τὰ εἴχαν εἴπει αἱ γυναῖκες· εἶδαν ἀνοικτὸν μὲν τὸ μνημεῖον, ὄχι ὅμως καὶ τὸν Ἰησοῦν>.
25καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται!
Καὶ τότε ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· <ὦ ἀνόητοι, ποὺ ἔχετε βραδυκίνητη τὴν καρδιὰ εἰς τὸ νὰ πιστεύετε ὅλα ὅσα ἐλάλησαν οἱ προφῆται.
26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
Αὐτὰ δὲν ἔπρεπε, σύμφωνα μὲ τὴν βουλὴν τοῦ Θεοῦ, νὰ πάθῃ ὁ Χριστὸς καὶ νὰ εἰσέλθῃ κατόπιν εἰς τὴν δόξαν του, ἡ ὁποία καὶ ἤρχισε μὲ τὴν ἀνάστασίν του;>
27καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
Καὶ ἀφοῦ ἤρχισε ἀπὸ τὸν Μωϋσέα καὶ ἐν συνεχείᾳ ἀπὸ ὅλους τοὺς προφήτας, ἐξηγοῦσε λεπτομερῶς εἰς αὐτοὺς ὅλας τὰς προφητείας τῶν Γραφῶν, ποὺ ἀνεφέρεντο εἰς αὐτόν.
28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι·
Καὶ ἐπλησίασαν εἰς τὸ χωρίον, ὅπου οἱ δύο μαθηταὶ ἐπήγαιναν καὶ αὐτὸς ἐφαίνετο ὅτι προχωροῦσε μακρύτερα.
29καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς.
Αὐτοὶ ὅμως μέ τις ἐπίμονες παρακλήσεις των τὸν ἠνάγκασαν νὰ μείνῃ, λέγοντες· <μεῖνε μαζῆ μας, διότι πλησιάζει ἡ ἑσπέρα καὶ ἡ ἡμέρα ἔχει προχωρήσει πρὸς τὴν δύσιν>. Καὶ ἐμπῆκε εἰς τὸ σπίτι νὰ μείνῃ μαζῆ τους.
30καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
Καὶ ἐνῷ ἐξηπλώθη κοντὰ εἰς τὸ τραπέζι τοῦ φαγητοὺ μαζῆ μὲ αὐτούς, ἐπῇρε τὸν ἄρτον, τὸν εὐλόγησε εὐχαριστῶν τὸν Θεόν, ὅπως συνήθιζε νὰ κάνῃ πρὸ τοῦ φαγητοῦ, καὶ ἀφοῦ τὸν ἔκοψε εἰς κομμάτια, ἔδιδε εἰς αὐτούς.
31αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν.
Τὴν στιγμὴν αὐτήν, ὅταν εἶδαν τὸν τρόπον τῆς εὐλογίας καὶ τοῦ τεμαχισμοὺ τοῦ ἄρτου, ἤνοιξαν μὲ θεῖον φωτισμὸν τὰ μάτια των καὶ ἀνεγνώρισαν ἀμέσως τὸν διδάσκαλον των. Ἀλλὰ αὐτὸς ἔγινε ἀμέσως ἄφαντος ἀπὸ αὐτούς.
32καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
Καὶ εἶπαν μεταξὺ των· <ἡ καρδία μας δὲν ἐφλογίζετο ἕντος ἡμῶν ἀπὸ θεῖον ἐνθουσιασμόν, καθὼς μᾶς ὠμιλοῦσε εἰς τὸν δρόμον καὶ μᾶς ἐφανέρωνε τὰ δυσκολονόητα γιὰ μᾶς νοήματα τῶν Γραφῶν;>
33Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
Καὶ ἀφοῦ ἐσηκώθησαν ἀμέσως αὐτὴν τὴν ὥρα, ἐγύρισαν εἰς τὴν Ἱερουσαλὴμ καὶ εὐρῆκαν συγκεντρωμένους τοὺς ἕνδεκα Ἀποστόλους καὶ τοὺς ἄλλους, ποὺ ἦσαν μαζῆ των.
34λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι.
Ὅλοι δὲ ἔλεγαν, ὅτι πραγματικὰ ἀναστήθηκε ὁ Κύριος καὶ παρουσιάσθηκε εἰς τὸν Σίμωνα.
35καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
Καὶ οἱ δύο αὐτοὶ διηγοῦντο λεπτεμερῶς ὅσα συνέβησαν εἰς τὸν δρόμον καί πῶς ἀνεγνωρίσθη ἀπὸ αὐτοὺς ὁ Κύριος τὴν ὥραν ποὺ ἔκοπτε τὸν ἄρτον.
Η εμφάνιση στους μαθητές36-49
Παράλληλα: Ματ ΚΗ 16-20, Μαρκ ΙΣΤ 14-18, Ιωα Κ 19, Πραξ Α 6-8
Ανάγνωσμα · ΕΩΘΙΝΟΝ ΣΤ, 36-53
Ανάγνωσμα · Πέμπτη Αναλήψεως, 36-53
36Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν.
Ἐνῶ δὲ αὐτοὶ ὠμιλούσαν περὶ αὐτῶν, αἴφνης ὁ ἴδιος ὁ Ἰησοῦς ἐστάθηκε εἰς τὸ μέσον αὐτῶν καὶ τοὺς λέγει· <εἰρήνη ἂς εἶναι μαζῆ σας>.
37πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
Ἐκεῖνοι ἐξαφνιάστηκαν, ἐταράχθησαν καὶ κατελήφθησαν ἀπὸ φόβον, διότι ἐνόμιζαν ὅτι ἔβλεπαν κάποιον πνεῦμα.
38καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;
Καὶ εἶπεν ὁ Κύριος εἰς αὐτούς· <διατὶ εἷσθε ταραγμένοι, καὶ διατί ἀνεβαίνουν εἰς τὰς καρδίας σας διαλογισμοὶ ἀπιστίας;
39ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
Ἴδετε τὰς χεῖρας μου καὶ τοὺς πόδας μου, ποὺ φέρουν τὰ σημάδια ἀπὸ τὰ καρφιά, διὰ νὰ πεισθῆτε ὅτι εἷμαι ἐγὼ ὁ ἴδιος. Ψηλαφήσατέ μὲ μὲ τὰ χέρια σας καὶ ἰδέτε, ὅτι δὲν εἷμαι πνεῦμα, ὅπως νομίζετε, διότι τὸ πνεῦμα δὲν ἔχει σάρκα καὶ ὀστά, ὅπως βλέπετε ἐμὲ νὰ ἔχω>.
40καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξε εἰς αὐτοὺς τὰς χεῖρας καὶ τοὺς πόδας.
41ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε;
Ἐπειδὴ δὲ ἐκεῖνοι, ἕνεκα τῆς χαρᾶς, ἀπιστοῦσαν ἀκόμη καὶ ἐθαύμαζαν διὰ τὸ καταπληκτικὸν καὶ ἀνέλπιστον αὐτὸ γεγονός, εἶπεν εἰς αὐτοὺς ὁ Κύριος· <μήπως ἔχετε τίποτε φαγώσιμον ἐδῶ;>
42οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου,
Ἐκεῖνοι δὲ τοῦ ἔδωσαν ἕνα κομάτι ψητὸ ψάρι καὶ κηρήθρα.
43καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
Καὶ ἀφοῦ τὰ ἐπῇρε, ἔφαγε ἐνώπιον των, ὄχι διότι εἶχε ἀνάγκην τροφῆς τὸ ἀναστημένον σῶμα του, ἀλλὰ διὰ νὰ πεισθοῦν ἐκεῖνοι ὅτι αὐτὸς εἶναι ὄντως ὁ ἀναστημένος διδάσκαλος.
44εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
Εἶπε δὲ πρὸς αὐτούς· <αὐτά ποὺ βλέπετε τώρα καὶ θαυμάζετε, εἶναι ἀκριβῶς ὅσα σᾶς ἔλεγα, ὅταν ἤμουν μαζῆ σας, ὅτι πρέπει δηλαδὴ νὰ ἐκπληρωθοῦν καὶ νὰ πραγματοποιηθοῦν ὅλα ὅσα ἔχουν γραφῆ γιὰ μένα εἰς τὸν νόμον τοῦ Μωϋσέως, εἰς τοὺς προφήτας καὶ εἰς τοὺς ψαλμούς>.
45τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς,
Τότε ἐφώτισε καὶ ἤνοιξε αὐτῶν τὸν νοῦν, ὥστε νὰ ἐννοοῦν τὰς Γραφάς.
46καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
Καὶ εἶπεν εἰς αὐτούς· <ὅτι ἔτσι, ὅπως ἀκριβῶς ἔγιναν, εἶναι γραμμένα εἰς τὴν Ἁγίαν Γραφήν, καὶ ἔτσι σύμφωνα μὲ τὸ πάνσοφον σχέδιον τοῦ Θεοῦ, ἔπρεπε νὰ πάθῃ ὁ Χριστὸς καὶ νὰ ἀναστηθῇ ἐκ νεκρῶν τὴν τρίτην ἡμέραν,
47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ.
καὶ νὰ κηρυχθῇ ἐν τῷ ὀνόματι αὐτοῦ εἰς ὅλα τὰ ἔθνη μετάνοια καὶ ἄφεσις ἁμαρτιῶν. Νὰ ἀρχίσῃ δὲ τὸ κήρυγμα ἀπὸ τὴν Ἱερουσαλήμ.
48ὑμεῖς δέ ἐστε μάρτυρες τούτων.
Σεῖς δὲ εἷσθε οἱ φιλαλήθεις καὶ ἀξιόπιστοι μάρτυρες, οἱ ὁποῖοι θὰ κηρύξετε καὶ θὰ βεβαιώσετε ὅλα ὅσα ἔχετε ἀκούσει καὶ ὅσα ἔχετε ἰδεῖ ἀπὸ ἐμέ.
49καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.
Σᾶς ἀναγγέλῳ δέ, ὅτι ἐγὼ σᾶς στέλνω τώρα αὐτό ποὺ ὑπεσχέθη ὁ Πατήρ, δηλαδὴ τὸ Πνεῦμα τὸ Ἅγιον, διὰ νὰς σᾶς φωτίζῃ καὶ σᾶς ἐνισχύῃ καὶ σᾶς περιφρουρῇ εἰς τὸ ἀποστολικὸν σας ἔργον. Σεῖς λοιπὸν καθίσατε εἰς τὴν πόλιν Ἱερουσαλὴμ ἕως ὅτου φορέσετε, σὰν ἄλλο ἔνδυμα, καὶ κάμετε ἰδικὴν σας πλέον τὴν σοφίαν καὶ τὴν δύναμιν, ποὺ θὰ σᾶς ἔλθῃ ἀπὸ τὸν οὐρανὸν μὲ τὴν ἐπιφοίτησιν τοῦ Ἁγίου Πνεύματος>.
Η ανάληψη του Ιησού50-53
Παράλληλα: Μαρκ ΙΣΤ 19-20, Πραξ Α 9-11
50Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
Ἔπειτα δὲ ἀπὸ αὐτὰς καὶ ἄλλας διδασκαλίας, τοὺς ἔβγαλε ἔξω ἀπὸ τὴν πόλιν κάπου ἐκεῖ κοντὰ εἰς τὴν Βηθανίαν, καὶ ἀφοῦ ἐσήκωσε τὰ χέρια του, τοὺς εὐλόγησε.
51καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
Καὶ συνέβη τοῦτο τὸ θαυμαστόν· ἐνῶ αὐτὸς τοὺς εὐλογοῦσε, ἐχωρίσθη ἀπὸ αὐτοὺς καὶ ἐφέρετο πρὸς τὰ ἐπάνω εἰς τὸν οὐρανόν.
52καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
Καὶ αὐτοί, ἀφοῦ τὸν ἐπροσκύνησαν, ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ μὲ μεγάλην χαράν.
53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.
Καὶ ἦσαν συνεχῶς κατὰ τὰς ὥρας τῆς λατρείας εἰς τὸ ἱερὸν ὑμνοῦντες καὶ δοξολογοῦντες τὸν Θεόν. Ἀμήν. (ἐδοξολογοῦσαν τὸν Θεὸν δι᾿ ὅλα ὅσα εἶδαν καὶ ἤκουσαν κατὰ τὸ διάστημα τῶν τριῶν ἐτῶν, καὶ μάλιστα διὰ τὴν ἔνδοξον ἀνάστασιν καὶ τὴν θριαμβευτικὴν ἀνάληψιν τοῦ Κυρίου).