Κατὰ Ματθαῖον · Α΄
Εὐαγγέλιον

Κατὰ Ματθαῖον

Κεφάλαιον Α΄

Οι προπάτορες του Ιησού1Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. 1Βιβλίον τῆς γενεαλογίας τοῦ Ἰησοῦ Χριστοῦ, ἀπογόνου κατὰ τὸ ἀνθρώπινον τοῦ βασιλέως Δαυΐδ, ὁ ὁποῖος πάλιν ὑπῆρξεν ἀπόγονος τοῦ πατριάρχου Ἀβραάμ. 2Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 2Διότι ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ὁ Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, ὁ δὲ Ἰακὼβ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. 3Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, 3Ὁ Ἰούδας δὲ ἐγέννησε ἀπὸ τὴν νύμφην αὐτοῦ Θάμαρ τοὺς διδύμους Φαρὲς καὶ Ζαρά, ὁ Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, ὁ Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ. 4Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, 4Ὁ Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, ὁ Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, ὁ Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών. 5Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, 5Ὁ Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἀπὸ τὴν τέως ἁμαρτωλὴν Ραχάβ, ὁ Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἀπὸ τὴν Μωαβίτιδα Ρούθ, ὁ Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί. 6Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 6Ὁ ᾿8127;Ιεσσαὶ δὲ ἐγέννησε τὸν βασιλέα Δαυΐδ, ὁ δὲ βασιλεὺς Δαυῒδ ἐγέννησε τὸν Σολομῶντα ἀπὸ τὴν γυναῖκα τοῦ Οὐρίου. 7Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, 7Ὁ Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, ὁ Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, ὁ Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά. 8Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, 8Ὁ Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, ὁ Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, ὁ Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν. 9Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, 9Ὁ Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, ὁ Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, ὁ Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν. 10Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, 10Ὁ Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, ὁ Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, ὁ Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν. 11Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 11Ὁ Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ κατὰ τὴν ἐποχήν, ποὺ ἀπήχθησαν αἰχμάλωτοι εἰς τὴν Βαβυλῶνα οἱ Ἰουδαῖοι. 12Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, 12Ἔπειτα δὲ ἀπὸ τὴν βιαίαν αὐτὴν μετανάστευσιν τῶν Ἰουδαίων εἰς Βαβυλῶνα καὶ τὴν ζωὴν των ἐκεῖ ὡς αἰχμαλώτων, ὁ Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, ὁ δὲ Σαλαθιὴλ ἐγέννησε τὸν Ζοροβάβελ. 13Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, 13Ο Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, ὁ Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ. 14Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, 14Ὁ Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, ὁ Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ. 15Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, 15Ὁ Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, ὁ Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ. 16Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 16Ὁ ᾿8127;Ιακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ, τὸν μνηστῆρα τῆς Μαρίας, ἀπὸ τὴν ὁποίαν ἐγεννήθη ὁ Ἰησοῦς ὁ ὀνομαζόμενος Χριστός. 17Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 17Ὅλαι λοιπὸν αἱ γενεαὶ ἀπὸ τὸν Ἀβραὰμ μέχρι τοῦ Δαυῒδ εἶναι γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ Δαυῒδ μέχρι τῆς μετοικεσίας τῶν Ἰουδαίων ὡς αἰχμαλώτων εἰς τὴν Βαβυλῶνα εἶναι γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ τῆς μετοικεσίας εἰς τὴν Βαβυλῶνα μέχρι τῶν ἡμερῶν τοῦ Χριστοῦ γενεαὶ πάλιν δεκατέσσαρες. Η γέννηση του Ιησού Χριστού18Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. 18Ἡ δὲ γέννησις τοῦ Ἰησοῦ Χριστοῦ ἔγινε κατὰ τὸν ἀκόλουθον ὑπερφυσικὸν τρόπον. Ὅταν δηλαδὴ ἐμνηστεύθη ἡ μήτηρ αὐτοῦ Μαρία μὲ τὸν Ἰωσήφ, χωρὶς νὰ συνοικήσουν ὡς σύζυγοι, εὑρέθη ἔγκυος ἀπὸ τὴν δημιουργικὴν ἐνέργειαν τοῦ Ἁγίου Πνεύματος. 19Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 19Ὁ δὲ Ἰωσήφ, ὁ μνηστὴρ αὐτῆς, ὅταν ἀντελήφθη τὴν ἐγκυμοσύνην αὐτῆς, ἐπῇρε τὴν ἀπόφασιν νὰ διαλύσῃ τὴν μνηστείαν. Ἐπειδὴ ὅμως ἧτο ἐνάρετος καὶ εὔσπλαγχνος δὲν ἠθέλησε νὰ τὴν διαπομπεύσῃ δημοσίᾳ, ἀλλ᾿ἐσκέφθη νὰ τὴν διώξῃ μυστικὰ χωρὶς νὰ ἀνακοινώσῃ εἰς κανένα τὰς ὑποψίας του. 20ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 20Ἐνῶ δὲ αὐτὰ εἶχε εἰς τὸν νοῦν, ἰδοὺ ἕνας ἄγγελος τοῦ Κυρίου παρουσιάσθη εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπεν· Ἰωσήφ, ἀπόγονε τοῦ Δαυΐδ, μὴ διστάσῃς, νὰ παραλάβῃς εἰς τὸν οἶκον σου τὴν Μαριάμ, τὴν ἁγνὴν καὶ πιστὴν μνηστή σου, διότι τὸ παιδίον ποὺ κυοφορεῖται ἕντος αὐτῆς ἔχει συλληφθῇ ἀπὸ τὴν δημιουργικὴν ἐνέργειαν τοῦ Ἁγίου Πνεύματος. 21τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 21Θὰ γεννήσῃ δὲ υἱόν, καὶ σύ (ὁ ὁποῖος σύμφωνα μὲ τὸν νόμον θεωρεῖσαι προστάτης καὶ πατέρας του) θὰ τὸ ὀνομάσῃς Ἰησοῦν (δηλαδὴ Θεόν-Σωτῆρα) διότι αὐτὸς θὰ σώσῃ πράγματι τὸν λαὸν του ἀπὸ τὰς ἁμαρτίας αὐτῶν. 22Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 22Καὶ ὅλον αὐτὸ τὸ θαυμαστὸν καὶ μοναδικὸν γεγονὸς ἔγινε, διὰ νὰ πραγματοποιηθῇ καὶ ἐπαληθεύσῃ αὐτό, ποὺ εἶχε λεχθῇ ἀπὸ τὸν Κύριον διὰ τοῦ προφήτου Ἠσαΐου: 23Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ᾿ ἡμῶν ὁ Θεός. 23<Ἰδοὺ ἡ ἁγνὴ καὶ ἄμωμος παρθένος θὰ συλλάβῃ καὶ θὰ γεννήσῃ υἱόν, χωρὶς νὰ γνωρίσῃ ἄνδρα, καὶ θὰ ὀνομάσουν αὐτὸν Ἐμμανουήλ, ὄνομα ποὺ σημαίνει: Ὁ Θεὸς εἶναι μαζῆ μας>. 24Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 24Ἀμέσως λοιπὸν μόλις ἐσηκώθη ἀπὸ τὸν ὕπνον ὁ Ἰωσήφ, ἔκαμε ὅπως τὸν εἶχε διατάξει ὁ ἄγγελος τοῦ Κυρίου καὶ παρέλαβε εἰς τὸν οἶκον του μὲ ἐμπιστοσύνην καὶ σεβασμὸν τὴν μνηστὴν του. 25καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 25Καί ποτὲ δὲν ἐγνώρισεν αὐτὴν ὡς σύζυγον οὔτε καὶ ὅταν ἐγέννησεν αὐτὴ τὸν πρῶτον καὶ μοναδικὸν υἱὸν της οὔτε καὶ μετὰ ταῦτα. Καὶ ἐκάλεσεν ὁ Ἰωσὴφ τὸ ὄνομα τοῦ παιδίου Ἰησοῦν.

Τέλος του Α΄ κεφαλαίου Κεφάλαιον Β΄ →
Σελίδα από · στίχοι