Κατὰ Μᾶρκον · Α΄
Εὐαγγέλιον

Κατὰ Μᾶρκον

Κεφάλαιον Α΄

Ο Ιωάννης ο Βαπτιστής και το κήρυγμά του1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. 1Ἀρχὴ τοῦ Εὐαγγελίου τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ ἐνανθρωπήσαντος Υἱοῦ τοῦ Θεοῦ ἔγινε ὁ Ἰωάννης· 2Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· 2σύμφωνα μὲ ἐκεῖνο ποὺ ἔχει γραφῆ εἰς τοὺς προφήτας περὶ τοῦ Ἰωάννου τοῦ Προδρόμου·<Ἰδοὺ ἐγώ, λέγει ὁ Θεὸς διὰ τοῦ προφήτου Μαλαχίου, ἀποστέλλω τὸν ἀγγελιοφόρον μου ὀλίγον ἐνωρίτερα ἀπὸ σέ, ὁ ὁποῖος καὶ θὰ προπαρασκευάσῃ τὴν ὁδόν σου (δηλαδὴ τὰς ψυχὰς καὶ τὰς καρδίας τῶν ἀνθρώπων) διὰ νὰ σὲ ὑποδεχθοῦν>. 3φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 3Καὶ ὁ σταλμένος αὐτὸς ἀπὸ τὸν Θεὸν ἀγγελιοφόρος εἶναι ἐκεῖνος, διὰ τὸν ὁποῖον ὁ προφήτης Ἠσαΐας εἶπε: <Φωνὴ ἀνθρώπου, ὁ ὁποῖος βοᾷ εἰς ἔρημον· ἐτοιμάσατε τὴν ὁδὸν Κυρίου· κάμετε εὐθεῖς τοὺς δρόμους του (εὐθύνατε τὰς καρδίας σας)>. 4ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 4Ἔγινε δὲ ὁ Ἰωάννης ἀρχὴ κατὰ τὴν ἐποχὴν ἐκείνην, βαπτίζων εἰς τὴν ἔρημον καὶ κηρύσσων βάπτισμα εἰς πιστοποίησιν τῆς μετανοίας, διὰ νὰ λάβουν οἱ βαπτιζόμενοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅταν θὰ ἐδέχοντο τὸν ἐρχόμενον μετ᾿ ὀλίγον Μεσσίαν. 5καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 5Καὶ ἐπήγαιναν πρὸς αὐτὸν οἱ κάτοικοι ὁλοκλήρου τῆς Ἰουδαίας καὶ οἱ Ἱεροσολυμῖται καὶ ἐβαπτίζοντο ἀπὸ αὐτὸν εἰς τὸν Ἰορδάνην ποταμόν, ἐξομολογούμενοι συγχρόνως τὰς ἁμαρτίας των. 6ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 6Ἐφοροῦσε δὲ ὁ Ἰωάννης ἔνδυμα ἀπὸ τρίχας καμήλου καὶ εἶχε δερματίνην ζώνην γύρω ἀπὸ τὴν μέσην του καὶ ἔτρωγε ἀκρίδες καὶ μέλι ἄγριον. 7καὶ ἐκήρυσσε λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 7Καὶ ἐκήρυττε λέγων· <ἔρχεται ὕστερα ἀπὸ ἐμὲ ἐκεῖνος ποὺ εἶναι ἰσχυρότερός μου καὶ τοῦ ὁποίου ἐγὼ δὲν εἷμαι ἄξιος νὰ σκύψω καὶ νὰ λύσω τὸ λουρὶ τῶν ὑποδημάτων του. 8ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ. 8Ἐγὼ μὲν σᾶς ἐβάπτισα μὲ νερό, αὐτὸς ὅμως θὰ σᾶς βαπτίσῃ μὲ Πνεῦμα Ἅγιον>. Η βάπτιση του Ιησού9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. 9Καὶ κατὰ τὰς ἡμέρας ἐκείνας ᾖλθε ὁ Ἰησοῦς ἀπὸ τὴν Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ἀπὸ τὸν Ἰωάννην εἰς τὸν Ἰορδάνην. 10καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· 10Καὶ ἀμέσως ὅταν ἐβγῆκε ἀπὸ τὸ νερό, εἶδε νὰ σχίζωνται οἱ οὐρανοὶ καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, ὡσὰν περιστερά, νὰ κατεβαίνῃ εἰς αὐτόν. 11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. 11Καὶ ᾖλθε φωνὴ ἀπὸ τὸν οὐρανούς, ποὺ ἔλεγε· <σὺ εἷσαι ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς τὸν ὁποῖον ἐγὼ ἔχω τελείως εὐαρεστηθῆ>. Οι πειρασμοί του Ιησού12Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον· 12Καὶ ἀμέσως τὸ Πνεῦμα τὸ Ἅγιον ὠδήγησεν αὐτὸν εἰς τὴν ἔρημον. 13καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. 13Καὶ ἔμεινεν ἐκεῖ εἰς τὴν ἔρημον σαράντα ἡμέρας πειραζόμενος ἀπὸ τὸν Σατανᾶν, χωρὶς οὔτε ἐλάχιστον νὰ ὑποχωρήσῃ εἰς τοὺς πειρασμούς· καὶ ἧτο ἐκεῖ μαζῆ μὲ τὰ θηρία τῆς ἐρήμου, οἱ δὲ ἄγγελοι τοῦ Θεοῦ τὸν ὑπηρετοῦσαν. Το πρώτο κήρυγμα του Ιησού14Μετὰ δὲ τὸ παραδοθῆναι Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ 14Ὅταν δὲ ὁ Ἰωάννης συνελήφθη κατὰ διαταγὴν τοῦ Ἡρῴδου Ἀντίπα καὶ παρεδόθη εἰς τὴν φυλακήν, ᾖλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν καὶ ἐκήρυττε τὸ χαρμόσυνον μήνυμα τῆς βασιλείας τοῦ Θεοῦ. 15καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. 15Καὶ ἔλεγεν ὅτι, <συνεπληρώθη ὁ ὡρισμένος χρόνος καὶ ἡ βασιλεία τοῦ Θεοῦ, ποὺ θὰ ἱδρυθῇ ἀπὸ τὸν Μεσσίαν, ἔχει πλησιάσει. Μετανοεῖτε, λοιπόν, καὶ πιστεύετε εἰς τὸ εὐαγγέλιον, τὸ ὁποῖον ἐγὼ σᾶς κηρύττω>. Η κλήση των πρώτων μαθητών16Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ τοῦ Σίμωνος, βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς· 16Ἐνῶ δὲ περιπατοῦσε κοντὰ εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε τὸν Σίμωνα καὶ τὸν Ἀνδρέαν, τὸν ἀδελφὸν τοῦ Σίμωνος, οἱ ὁποῖοι ἔριπταν τὸ δίκτυον εἰς τὴν θάλασσαν, διότι ἦσαν ψαράδες. 17καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 17Καὶ εἶπε πρὸς αὐτοὺς ὁ Ἰησοῦς· <ἐλᾶτε κοντά μου καὶ ἐγὼ θὰ σᾶς κάμω ἱκανοὺς νὰ γίνετε ψαράδες ἀνθρώπων> (νὰ ἑλκύετε δηλαδὴ μὲ τὸ θεῖον κήρυγμα τοὺς ἀνθρώπους εἰς τὴν βασιλείαν τοῦ Θεοῦ). 18καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν ἠκολούθησαν αὐτῷ. 18Ἀμέσως δὲ ἐκεῖνοι (μὲ πίστιν πρὸς τὸν Διδάσκαλον καὶ ἐνθουσιασμὸν διὰ τὸ ἔργον εἰς τὸ ὁποῖον τοὺς ἐκαλοῦσε, καίτοι δὲν ἦσαν ἀκόμη εἰς θέσιν νὰ τὸ ἐννοήσουν) ἀφῆκαν τὰ δίκτυά των καὶ τὸν ἠκολούθησαν. 19Καὶ προβὰς ἐκεῖθεν ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 19Καὶ προχωρήσας ὀλίγον ἀπὸ ἐκεῖ, εἶδε τὸν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφὸν του, οἱ ὁποῖοι ἦσαν εἰς τὸ πλοῖον καὶ ἐτοίμαζαν τὰ δίκτυα. 20καὶ εὐθέως ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 20Καὶ ἀμέσως τοὺς ἐκάλεσε. Ἐκεῖνοι δὲ ἀφῆκαν τὸν πατέρα των Ζεβεδαῖον εἰς τὸ πλοῖον μὲ τοὺς μισθωτοὺς ἐργάτας καὶ τὸν ἠκολούθησαν. Θεραπεία του δαιμονιζομένου της Καπερναούμ21Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκε. 21Καὶ ἐπροχώρησαν καὶ εἰσῆλθαν εἰς τὴν Καπερναούμ. Καὶ ἀμέσως κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου ἐπῆγεν εἰς τὴν συναγωγὴν καὶ ἐδίδασκε. 22καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 22Καὶ ἐθαύμαζαν πολὺ διὰ τὴν διδασκαλίαν του, διότι ἐδίδασκεν ὡς διδάσκαλος ποὺ ἔχει πρωτοφανῆ σοφίαν καὶ κῦρος καὶ ὄχι ὅπως οἱ Γραμματεῖς (οἱ ὁποῖοι ἐζητοῦσαν νὰ στηρίξουν τὴν διδασκαλίαν των εἰς τὸ κῦρος ἄλλων ἀρχαιοτέρων ραββίνων καὶ ἐδίδασκαν συνήθως ἐπουσιώδη, πολλὲς φορὲς δὲ ἀντίθετα πρὸς ὅσα εἴχαν γραφῆ ἀπὸ τοὺς Προφήτας). 23Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε 23Κατὰ τὴν ὥραν δὲ ἐκείνην εὑρίσκετο εἰς τὴν συναγωγὴν ἔνας ἄνθρωπος, ὁ ὁποῖος εἶχε κυριευθῆ ἀπὸ ἀκάθαρτον πνεῦμα καὶ ἐφώναξε μὲ τὸ στόμα αὐτοῦ τὸ πονηρὸν πνεῦμα 24λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 24καὶ εἶπεν· <ἄφησέ μας· ποιὰ σχέσις ἠμπορεῖ νὰ ὑπάρχῃ μεταξὺ ἡμῶν καί σοῦ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες νὰ μὰς καταδικάσῃς καὶ νὰ μᾶς ρίψῃς εἰς τὴν αἰωνίαν ἀπώλειαν; Γνωρίζω ποῖος εἷσαι· εἷσαι ὁ κατ᾿ ἐξοχὴν ἅγιος, ὁ ἀφιερωμένος εἰς τὸν Θεὸν καὶ τὸ ἔργον του>. 25καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 25Καὶ ὁ Ἰησοῦς ἐπέπληξε αὐτὸ λέγων· <κλεῖσε τὸ στόμα σου καὶ φύγε ἀμέσως ἀπὸ τὸν ἄνθρωπον αὐτόν>. 26καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 26Καὶ τὸ ἀκάθαρτον πνεῦμα, ἀφοῦ συνετάραξε τὸν δαιμονιζόμενον καὶ μὲ τὸ στόμα ἐκείνου ἔκραξε καὶ ἐφώναξε δυνατά, ἔφυγε ἀπὸ αὐτόν. 27καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστι τοῦτο; τὶς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 27Καὶ ὅλοι κατελήφθησαν ἀπὸ μεγάλην ἔκπληξιν καὶ θαυμασμὸν διὰ τὸ γεγονός, ὥστε νὰ συζητοῦν μεταξὺ των καὶ νὰ λέγουν· <τί εἶναι αὐτὸ τὸ καταπληκτικὸν θαῦμα, ποῦ εἴδαμε; Ποιὰ εἶναι αὐτὴ ἡ νέα πρωτάκουστος διδασκαλία; Διότι αὐτὸς μὲ ἐξουσίαν καὶ δύναμιν ὄχι μόνον διδάσκει, ἀλλὰ καὶ διατάσσει τὰ πονηρὰ πνεύματα καὶ ὑπακούουν εἰς αὐτόν>! 28καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας. 28Καὶ μὲ μεγάλην ταχύτητα ἐξηπλώθη ἡ φήμη αὐτοῦ εἰς ὅλα τὰ περίχωρα τῆς Γαλιλαίας. Θεραπεία της πεθεράς του Σίμωνα και άλλων ασθενών29Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 29Καὶ ἀμέσως ἐβγῆκαν ἀπὸ τὴν συναγωγὴν καὶ ἦλθαν εἰς τὸ σπίτι τοῦ Σίμωνος καὶ τοῦ Ἀνδρέου μαζῆ μὲ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην. 30ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. 30Ἡ δὲ πενθερὰ τοῦ Σίμωνος ἧτο κατάκοιτος μὲ πυρετόν. Καὶ ἀμέσως τοῦ ἄκαμαν λόγον δι᾿ αὐτήν. 31καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός εὐθέως, καὶ διηκόνει αὐτοῖς. 31Καὶ αὐτὸς ἐπλησίασε εἰς τὴν κλίνην της, τὴν ἐπιασε ἀπὸ τὸ χέρι, τὴν ἐσήκωσε καὶ ἀμέσως τὴν ἀφῆκεν ὁ πυρετός, καὶ ἐντελῶς ὑγιὴς τοὺς ὑπηρετοῦσεν. 32Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 32Ἀργὰ δὲ τὸ ἀπόγευμα, μετὰ τὴν δύσιν τοῦ ἡλίου (ὅταν πλέον εἶχε περάσει ἡ ἀργία τοῦ Σαββάτου), ἔφεραν πρὸς αὐτὸν ὅλους τοὺς ἀσθενεῖς καὶ τοὺς δαιμονιζομένους. 33καὶ ἦν ἡ πόλις ὅλη ἐπισυνηγμένη πρὸς τὴν θύραν· 33Καὶ ὅλη ἡ πόλις ἧτο συγκεντρωμένη ἔξω ἀπὸ τὴν θύραν τῆς οἰκίας. 34καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. 34Καὶ ἐθεράπευσε πολλούς, ποὺ ἔπασχαν ἀπὸ διάφορα νοσήματα καὶ πολλὰ δαιμόνια ἐξεδίωξε. Δὲν ἄφινε δὲ τὰ δαιμόνια νὰ ὁμιλοῦν δι᾿ αὐτόν, διότι ἐγνώριζαν ὅτι αὐτὸς εἶναι ὁ Χριστὸς καὶ δὲν ἤθελε τὴν μαρτυρίαν τῶν ἀκαθάρτων πνευμάτων. Αναχώρηση από την Καπερναούμ35Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 35Καὶ πρωΐ-πρωΐ, ἐνῶ ἀκόμη ἧτο νύχτα, ἐσηκώθη, ἐβγῆκεν ἀπὸ τὴν πόλιν καὶ ἐπροχώρησεν εἰς ἔρημον τόπον καὶ ἐκεῖ προσηύχετο. 36καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ, 36Ὁ δὲ Σίμων καὶ ὅσοι ἦσαν μαζῆ μὲ αὐτὸν ἔτρεξαν, διὰ νὰ τὸν εὕρουν. 37καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες σε ζητοῦσι. 37Καὶ ἀφοῦ τὸν ηὖραν τοῦ λέγουν, ὅτι <ὅλοι σὲ ζητοῦν εἰς τὴν πόλιν>. 38καὶ λέγει αὐτοῖς· Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. 38Καὶ ἐκεῖνος τοὺς εἶπεν · <ἂς ὑπάγωμεν εἰς τὰς γύρῳ κωμοπόλεις, διὰ νὰ κηρύξω καὶ ἐκεῖ, διότι δι᾿ αὐτὸν ἄλλωστε τὸν σκοπὸν ἐβγῆκα ἀπὸ τὴν πόλιν>. 39καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. 39Καὶ ἐκήρυσσε κατὰ συνέχειαν εἰς τὰς συναγωγὰς των εἰς ὅλην τὴν Γαλιλαίαν καὶ ἐξεδίωκε τὰ πονηρὰ πνεύματα ἀπὸ τοὺς δαιμονιζομένους. Θεραπεία λεπρού40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 40Καὶ ἔρχεται πρὸς αὐτὸν κάποιος λεπρός, ὁ ὁποῖος γονατιστὸς ἐμπρὸς του τὸν παρακαλοῦσε καὶ τοῦ ἔλεγε ὅτι <ἐὰν σὺ θέλῃς ἠμπορεῖς νὰ μὲ καθαρίσῃς, καὶ νὰ μὲ ἀπαλλάξῃς ἀπὸ τὴν φοβερὰν ἀσθένειάν μου>. 41ὁ δὲ Ἰησοῦς σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι· 41Ὁ δὲ Ἰησοῦς (βλέπων τὴν μεγάλην πίστιν καὶ τὴν παρρησίαν τοῦ ἀνθρώπου αὐτοῦ) τὸν εὐσπλαγχνίσθη, ἄπλωσε τὸ χέρι, τὸν ἤγγισε καὶ τοῦ λέγει· <Θέλω· γίνε καθαρός>. 42καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 42Καὶ ἀμέσως μόλις ὁ Ἰησοῦς εἶπε αὐτοὺς τοὺς λόγους, ἔφυγε ἀπὸ ἐκεῖνον ἡ λέπρα καὶ ἔγινε τελείως καθαρὸς καὶ ὑγιής. 43καὶ ἐμβριμησάμενος αὐτῷ εὐθέως ἐξέβαλεν αὐτόν καὶ λέγει αὐτῷ· 43Καὶ ἀφοῦ τοῦ ὡμίλησε μὲ ἔντονον καὶ αὐστηρὸν ὕφος νὰ μὴ ἀποκαλύψῃ αὐτὸν ὡς εὐεργέτην του, τὸν ἔβγαλε ἔξω ἀπὸ τὸ μέρος, ὅπου εὑρίσκοντο καὶ τοῦ εἶπε· 44Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλ᾿ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. 44<πρόσεχε νὰ μὴ εἴπῃς εἰς κανένα τίποτε, ἀλλὰ πήγαινε δεῖξε τὸν ἑαυτόν σου εἰς τὸν ἱερέα καὶ πρόσφερε διὰ τὸν καθαρισμόν σου ἀπὸ τὴν λέπραν αὐτά ποὺ διέταξε ὁ Μωϋσῆς, ὥστε ἡ ἐξέτασις τοῦ ἱερέως καὶ ἡ προσφορὰ τοῦ δώρου σου, νὰ χρησιμεύσουν ὡς μαρτυρία καὶ βεβαίωσις ὅτι ἔγινες τελείως ὑγιής>. 45ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿ ἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν. 45Ἀλλὰ ἐκεῖνος, μόλις ἐξῆλθε, ἤρχισε νὰ διαλαλῇ πολλὰ περὶ τοῦ Ἰησοῦ καὶ νὰ διαφημίζῃ τὸ γεγονός, ὥστε ὁ Κύριος νὰ μὴ ἠμπορῇ πλέον νὰ εἰσέρχεται φανερὰ εἰς τὴν πόλιν διὰ τὸ πλῆθος, ποὺ τὸν περιεκύκλωνεν. Ἀλλὰ ἔμεινε ἔξω εἰς ἐρήμους τόπους. Καὶ παρ᾿ ὅλον τοῦτο, ἤρχοντο πρὸς αὐτὸν ἀπὸ ὅλα τὰ μέρη.

Τέλος του Α΄ κεφαλαίου Κεφάλαιον Β΄ →
Σελίδα από · στίχοι