Κατὰ Λουκᾶν · ΚΓ΄
Εὐαγγέλιον

Κατὰ Λουκᾶν

Κεφάλαιον ΚΓ΄

Ο Ιησούς στον Πιλάτο1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 1Καὶ ἀφοῦ ἐσηκώθηκε ὅλο τὸ πλῆθος τῶν συνέδρων, ἔφεραν τὸν Ἰησοῦν εἰς τὸν Πιλᾶτον. 2ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. 2Ἤρχισαν δὲ νὰ τὸν κατηγοροῦν καὶ νὰ λέγουν· <αὐτὸν τὸν εὑρήκαμεν νὰ παρακινῇ τὸ ἔθνος εἰς ἐπανάστασιν καὶ νὰ ἐμποδίζῃ τὴν πληρωμὴν τῶν φόρων εἰς τὸν Καίσαρα καὶ νὰ λέγῃ διὰ τὸν εὐατὸν του, ὅτι εἶναι ὁ Χριστός, ὁ βασιλεύς>. 3ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. 3Ὁ δὲ Πιλᾶτος τὸν ἠρώτησε, λέγων· <σύ, ὁ δεμένος ὑπόδικος, εἷσαι βασιλεὺς τῶν Ἰουδαίων;> Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ τοῦ εἶπε· <ὅπως καὶ σὺ τὸ λέγεις εἷμαι βασιλεύς, ὄχι ὅμως ὅπως οἱ κοσμικοὶ βασιλεῖς>. 4ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 4Ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, ὅτι <δὲν εὑρίσκω καμμίαν ἐνόχην εἰς τὸν ἄνθρωπον αὐτόν>. 5οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 5Ἀλλὰ αὐτοὶ μὲ περισσότερον πεῖσμα καὶ φανατισμὸν ἐπέμεναν, λέγοντες ὅτι ἀναταράσσει τὸν λαὸν μὲ τὸ νὰ διδάσκῃ τὰ ἐπαναστατικὰ του κηρύγματα, ποὺ ἔκαμε ἀρχὴν ἀπὸ τὴν Γαλιλαίαν καὶ τὰ ἔφερε ἕως ἐδῶ. Ο Ιησούς στον Ηρώδη6Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι· 6Ὁ δὲ Πιλᾶτος, ὅταν ἤκουσε τὴν λέξιν Γαλιλαία, ἠρώτησε, ἐὰν ὁ ἄνθρωπος αὐτὸς εἶναι ἀπὸ τὴν Γαλιλαίαν. 7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 7Καὶ ὅταν ἐξηκρίβωσε ὅτι ὁ Ἰησοῦς εἶναι ἀπὸ τὴν περιοχὴν τῆς δικαιοδοσίας τοῦ Ἡρῴδου, τὸν παρέπεμψεν εἰς τὸν Ἡρῴδην, ὁ ὁποῖος κατὰ τὰς ἡμέρας αὐτὰς τοῦ Πάσχα εὑρίσκετο καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα.(Καὶ τοῦτο, διὰ νὰ ἀπαλλαγῇ αὐτὸς ἀπὸ τὴν ἐνοχλητικὴν ἐκείνην δίκην). 8ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον. 8Ὁ δὲ Ἡρῴδης, ὅταν εἶδε τὸν Ἰησοῦ ἐχάρηκε πολύ, διότι ἀπὸ πολὺν καιρὸν ἤθελε νὰ τὸν ἵδῃ, ἐπειδὴ πολλὰ συνεχῶς ἤκουε δι᾿ αὐτὸν καὶ ἤλπιζε, πρὸς ἰκανοποίησιν τῆς περιεργείας του, νὰ ἵδῃ κάποιο θαῦμα νὰ γίνεται ἀπὸ τὸν Ἰησοῦν. 9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 9Τὸν ἐρωτοῦσε δὲ ὁ Ἡρῴδης διὰ πολλὰ καὶ μὲ πολλὰς ἐρωτήσεις. Ὁ Ἰησοῦς ὅμως δὲν τοῦ ἔδωκε καμμίαν ἀπάντησιν. 10εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐντόνως κατηγοροῦντες αὐτοῦ. 10Ἐκεῖ δὲ κοντὰ ἐστέκοντο οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ τὸν κατηγοροῦσαν μὲ ζωηρὸν τόνον καὶ ἐπιμονήν. 11ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 11Ὁ Ἡρῴδης ὅμως, ἀφοῦ τὸν ἐξηυτέλισε μαζῆ μὲ τὰ στρατεύματά του καὶ τὸν ἐνέπαιξε, τοῦ ἐφόρεσε, διὰ νὰ τὸν εἰρωνευθῇ καὶ τὸν γελοιοποιήσῃ, μίαν λαμπρὰν στολήν, καὶ τὸν παρέπεμψε πάλιν εἰς τὸν Πιλᾶτον. 12ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. 12Ἔγιναν δὲ ἐξ ἀφορμῆς τοῦ γεγονότος αὐτοῦ φίλοι μεταξὺ τῶν ὁ Ἡρῴδης καὶ ὁ Πιλᾶτος κατὰ τὴν ἡμέραν αὐτήν. Διότι προηγούμενος εὑρίσκοντο εἰς ἔχθραν μεταξὺ των. (Ἴσως ἓξ αἰτίας ζητημάτων δικαιοδοσίας). Η καταδίκη του Ιησού σε θάνατο13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 13Ὁ Πιλᾶτος δέ, ἀφοῦ ἐκάλεσε μαζῆ τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14εἶπε πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ. 14εἶπε πρὸς αὐτούς· <μοῦ ἐφέρατε τὸν ἄνθρωπος αὐτὸν νὰ τὸν δικάσω, διότι τάχα ἐξεγείρει τὸν λαὸν ἐναντίον τοῦ Καίσαρος καὶ τῶν νόμων τοῦ κράτους. Καὶ ἰδοὺ ἐγὼ τὸν ἀνέκρινα ἐνώπιον σας καὶ δὲν εὑρῆκα εἰς τὸν ἄνθρωπον αὐτὸς καμμιὰν παράβασιν καὶ ἐνόχην, εἰς ὅσα σεῖς τὸν κατηγορεῖτε. 15ἀλλ᾿ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. 15Ἀλλὰ οὔτε καὶ ὁ Ἡρῴδης δὲν τὸν εὑρῆκε ἔνοχον· διότι ἐγὼ ἔστειλα καὶ σᾶς μαζῆ μὲ τὸν ἄνθρωπον αὐτὸν πρὸς τὸν Ἡρῴδην καὶ ἰδού, ὅτι τίποτε τὸ ἄξιον θανάτου δὲν ἔχει διαπραχθῇ ἀπὸ αὐτόν. 16παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 16Λοιπόν, ἀφοῦ τὸν βασανίσω καὶ διατάξω νὰ τὸν φραγγελώσουν θὰ τὸν ἀπολύσω>. 17ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. 17Εἶχε δὲ ὑποχρέωσιν ὁ Πιλᾶτος, ἀπὸ κάποιο ἔθιμον, νὰ ἀπελευθερώνῃ χάριν τοῦ λαοῦ κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα ἕνα κρατούμενον. 18ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· 18Ἐφώναξαν δὲ δυνατὰ ὅλον τὸ πλῆθος μαζῆ, ἄρχοντες καὶ λαός, λέγοντες· <φόνευσε αὐτόν, νὰ μὰς ἀφήσῃς ἐλεύθερον τὸν Βαραββᾶν>. 19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακὴν. 19Ὁ ὁποῖος Βαραββᾶς εἶχε ριφθῇ εἰς τὴν φυλακὴν διὰ κάποιαν στάσιν, ποὺ ἔγινε εἰς τὴν πόλιν καὶ διὰ φόνον. 20πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 20Πάλιν λοιπὸν ὁ Πιλᾶτος ὡμίλησε πρὸς τὸν λαόν, διότι ἤθελε νὰ ἀπολύσῃ τὸν Ἰησοῦν. 21οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. 21Αὐτοὶ ὅμως εἰς ἀπάντησιν ἐφώναζαν δυνατὰ λέγοντες· <σταύρωσον, σταύρωσον αὐτόν>. 22ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 22Ὁ δὲ Πιλᾶτος διὰ τρίτην φορὰν εἶπεν εἰς αὐτούς· <διατὶ νὰ τὸν σταυρώσω; Ποῖον κακόν, ἄξιον σταυρικοῦ θανάτου, ἔπραξε αὐτός; Τίποτε τὸ ἄξιον θανάτου δὲν εὕρηκα εἰς αὐτόν. Θὰ τὸν μαστιγώσω λοιπὸν καὶ θὰ τὸν ἀπολύσω>. (῍Αν ἧτο ἀθῶος διατὶ νὰ τὸν μαστιγώση; ῍Αν ἧτο ἔνοχος διατὶ νὰ τὸν ἀπολύσῃ; Ὁ Πιλᾶτος ἄδικος καθὼς ἧτο δὲν εἶχε τὸ θάρρος νὰ ἀποδώσῃ δικαιοσύνην καὶ ἀπολύσῃ τὸν Κύριον). 23οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. 23Αὐτοὶ δὲ μαινόμενοι ἐπέμεναν μὲ μεγάλας φωνὰς καὶ ἐζητοῦσαν νὰ σταυρωθῇ. Καὶ αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων ὑπερίσχυαν καὶ ἐσκέπαζαν τὰ λόγια τοῦ Πιλάτου. 24ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν, 24Ὁ δὲ Πιλᾶτος ἀπεφάσισε ὁριστικῶς νὰ γίνῃ τὸ αἴτημα των. 25ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν. 25Ἀφῆκε δὲ πρὸς χάριν αὐτῶν ἐλεύθερον τὸν Βαραββᾶν, ὁ ὁποῖος ἧτο φυλακισμένος διὰ στάσιν καὶ φόνον καὶ τοῦ ὁποίου τὴν ἀπόλυσιν ἐζητοῦσαν ἐκεῖνοι, τὸν δὲ Ἰησοῦν παρέδωκε, σύμφωνα μὲ τὸ θέλημά των, νὰ σταυρωθῇ. Η σταύρωση του Ιησού26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ᾿ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ. 26Καὶ ὅταν τὸν ἐπήγαιναν πρὸς τὸν Γολγοθάν, ἔπιασαν κάποιον Σίμωνα Κυρηναῖον, ποὺ ἤρχετο ἀπὸ τὸ χωράφι, τοῦ ἐφόρτωσαν τὸν σταυρὸν νὰ τὸν φέρῃ πίσῳ ἀπὸ τὸν Ἰησοῦν, ὁ ὅποῖος εἶχε πλέον σωματικῶς ἐξαντληθῆ. 27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 27Τὸν ἀκολουθοῦσε δὲ πολὺ πλῆθος λαοῦ καὶ γυναικῶν, αἱ ὁποῖαι ἐκτυποῦσαν τὸ στῆθος καὶ τὴν κεφαλὴν των καὶ ἐθρηνοῦσαν δι᾿ αὐτόν. 28στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ, πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 28Ὁ δὲ Ἰησοῦς ἀφοῦ ἐγύρισε πρὸς αὐτὰς εἶπε· <θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε δι᾿ ἐμέ, ἀλλὰ κλαίετε διὰ τὸν εὐατὸν σας καὶ τὰ τέκνα σας. 29ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. 29Διότι ἰδοὺ ἔρχονται ἡμέραι, κατὰ τὰς ὁποίας θὰ εἴπουν· καλότυχες εἶναι οἱ στεῖρες γυναῖκες καὶ αἱ κοιλίαι ποὺ δὲν ἐγέννησαν καὶ οἱ μαστοί ποὺ δὲν ἐθήλασαν βρέφη. Διότι αὐταί ποὺ ἔχουν παιδιά θὰ αἰσθανθοῦν δριμύτερον τὸν πόνον διὰ τὰ δεινά ποὺ θὰ ἔλθουν εἰς αὐτὰς καὶ εἰς τὰ παιδιά των. 30τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ᾿ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· 30Τότε θ᾿αρχίσουν νὰ λέγουν εἰς τὰ ὅρη· πέσατε ἐπάνω μας· καὶ εἰς τὰ βουνά· σκεπάσατέ μας μὲ τὸ βάρος σας, διὰ νὰ ἀποθάνωμεν μίαν ὥραν ἐνωρίτερα καὶ μὴ βασανιζώμεθα ἀπὸ τὰ ἀνυπόφορα πλέον δεινά. 31ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; 31Διότι ἐὰν εἰς τὸ χλωρὸν δένδρον κάνουν αὐτὰ οἱ Ρωμαῖοι, εἰς τὸ ξηρὸν τί θὰ συμβῇ; (Ἐὰν εἰς ἐμὲ τὸν ἀθῶον, ποὺ ἔχω θείαν καὶ ἀκατάλυτον ζωήν, γίνωνται αὐτά, τί μέλλει νὰ γίνῃ εἰς σᾶς, ποὺ εἷσθε τόσον βαρειὰ ἔνοχοι διὰ τὰ πολλὰ καὶ μεγάλα ἁμαρτήματά σας;)> 32Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. 32Ὠδηγοῦντο δὲ εἰς τὸν τόπον τῆς σταυρώσεως καὶ ἄλλοι δύο, οἱ ὁποῖοι ἦσαν κακοῦργοι, διὰ νὰ θανατωθοῦν μαζῆ μὲ αὐτόν. 33Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 33Καὶ ὅταν ἔφθασαν εἰς τόπον, ποὺ ἐλέγετο Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς δύο κακούργους, ἕνα εἰς τὰ δεξιὰ καὶ ἕνα εἰς τὰ ἀριστερά. 34ὁ δὲ Ἰησοῦς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον. 34Ὁ δὲ Ἰησοῦς ἔλεγε· <Πάτερ, συγχώρησέ τους· διότι τυφλωμένοι ἀπὸ τὴν ἐμπάθειάν των, δὲν γνωρίζουν τί κάνουν>. Καὶ οἱ στρατιῶται ἐμοιράζοντο μεταξὺ τους τὰ ἱμάτια του καὶ ἔβαλλαν κλῆρον, τί θὰ πάρῃ ὁ καθένας. 35καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ὁ ἐκλεκτός. 35Καὶ ἐστέκετο ὁ λαὸς παρατηρῶν καὶ ἀπολαμβάνων τὸ θέαμα τῆς σταυρώσεως. Περιγελοῦσαν δὲ αὐτὸν καὶ οἱ ἄρχοντες μαζῆ μὲ ἄλλους καὶ ἔλεγαν· <ἄλλους ἔσωσε. ῍Ας σώσῃ τώρα καὶ τὸν ἑαυτὸν του, ἐὰν εἶναι πράγματι αὐτὸς ὁ Χριστὸς ὁ ἐκλεκτὸς τοῦ Θεοῦ>. 36ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ 36Τὸν ἐνέπαιζαν δὲ οἱ στρατιῶται, οἱ ὁποῖοι προσήρχοντο καὶ τοῦ προσέφεραν ξύδι 37καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 37καὶ ἔλεγαν· <ἐὰν σὺ εἷσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσε τὸν ἑαυτόν σου>. 38ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ρωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38Ἦτο δὲ καὶ ἐπιγραφὴ εἰς εἰδικὴν σανίδα, στερεωμένη εἰς τὸ ἐπάνω μέρος τοῦ σταυροῦ, γραμμένη μὲ γράμματα Ἑλληνικὰ καὶ Ρωμαϊκὰ καὶ Ἐβραϊκά: Αὐτὸς εἶναι ὁ βασιλεὺς τῶν Ἰουδαίων. 39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. 39Ἔνας δὲ ἀπὸ τοὺς σταυρωθέντας κακούργους τὸν ἐβλασφημοῦσε λέγων· <ἐὰν σὺ εἷσαι πράγματι ὁ Χριστός, σῶσε τὸν εὐατόν σου καὶ ἡμᾶς>. 40ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 40Ἀπεκρίθη δὲ ὁ ἄλλος, τὸν ἐπέπληττε καὶ τοῦ ἔλεγε· οὔτε τὸν Θεὸν σὺ ὁ ἐγκληματίας καὶ ἔνοχος δὲν φοβεῖσαι, διότι ὑφίστασαι τὴν ἰδίαν καταδίκην μὲ αὐτὸν τὸν ἀθῶον; 41καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. 41Καὶ ἡμεῖς μὲν δικαίως τιμωρούμεθα, διότι ἀπολαμβάνομεν ἄξια ἐκείνων ποὺ ἐπράξαμεν. Αὐτὸς ὅμως κανένα ποτὲ ἄτοπον δὲν ἔπραξε>. 42καὶ ἔλεγε τῷ Ἰησοῦ· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 42Καὶ ἔλεγεν εἰς τὸν Ἰησοῦν· <ἐνθυμήσου με, Κύριε, ὅταν θὰ ἔλθῃς μὲ δόξαν καὶ δύναμιν εἰς τὴν βασιλείαν σου, ὥστε νὰ ἀπολαύσω καὶ ἐγὼ τὴν χαρὰν καὶ τὴν μακαριότητα αὐτῆς>. 43καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Ἀμήν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. 43Καὶ εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· <σὲ διαβεβαιώνω, ὅτι σήμερον θὰ εἷσαι μαζῆ μου εἰς τὸν παράδεισον>. Ο θάνατος του Ιησού44ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλειπόντος, 44Ἦτο δὲ ὥρα ἓξ περίπου ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου, δηλαδὴ μεσημέρι, καὶ ἀπλώθηκε σκότος εἰς ὅλην τὴν γῆν ἕως τὰς τρεῖς τὸ ἀπόγευμα, διότι εἶχε χαθῆ ὁ ἥλιος ἀπὸ τὸν οὐρανόν. 45καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· 45Καὶ ἐσχίσθη εἰς τὸ μέσον τὸ πολύτιμον παραπέτασμα τοῦ ναοῦ. 46καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. 46Καὶ ἐφώναξε μὲ φωνὴν μεγάλην ὁ Ἰησοῦς καὶ εἶπε· <πάτερ, εἰς τὰς χεῖράς σου παραίδω τὸ πνεῦμα μου >. Καὶ ἀφοῦ εἶπε τοὺς λόγους αὐτούς, ἐξέπνευσε. 47ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 47Ὅταν δὲ ὁ ἑκατόνταρχος εἶδεν αὐτό ποὺ ἔγινε, δηλαδὴ τὸ σκότος, τὸν σεισμὸν καὶ πρὸ παντὸς τὸν τρόπον μὲ τὸν ὁποῖον ὁ Χριστὸς ὡς Κύριος τῆς ζωῆς του παρέδωσε τὸ πνεῦμα, ἐδόξασε τὸν Θεόν, λέγων· <πράγματι ὁ ἄνθρωπος οὗτος ἧτο δίκαιος>. 48καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 48Καὶ ὅλα τὰ πλήθη ποὺ εἴχαν ἔλθει μαζῆ διὰ νὰ παρακολουθήσουν τὸ θέαμα τῆς σταυρώσεως, ὅταν εἶδαν αὐτά ποὺ ἔγιναν, ἐγύρισαν πίσῳ εἰς τὴν πόλιν, κτυπῶντες τὰ στήθη των, διὰ νὰ ἐκδηλώσουν ἔτσι τὴν μετάνοιάν των. 49εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 49Ὅλοι δὲ οἱ γνωστοὶ τοῦ Κυρίου ἐστέκοντο ἀπὸ μακρυά, ὅπως ἐπίσης καὶ αἱ γυναῖκες, ποὺ τὸν εἴχαν ἀκολουθήσει ἀπὸ τὴν Γαλιλαίαν, καὶ ἔβλεπαν ὅλα τὰ περιστατικὰ τῆς σταυρώσεως. Ο ενταφιασμός του Ιησού50Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 50Καὶ ἰδού, ἐμφανίζεται ἔνας ἄνθρωπος ποὺ ἐλέγετο Ἰωσήφ, ὁ ὁποῖος ἧτο βουλευτής, μέλος δηλαδὴ τοῦ συνεδρίου, ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος. 51- οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν - ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ, 51Αὐτὸς δὲν εἶχε συγκατατεθῆ εἰς τὴν ἀπόφασιν τοῦ συνεδρίου καὶ εἰς τὴν ἄλλην ἐνέργειαν τῶν συνέδρων διὰ τὴν σταύρωσιν τοῦ Χριστοῦ. Αὐτὸς κατήγετο ἀπὸ τὴν Ἀριμαθαίαν, πόλιν τῶν Ἰουδαίων, εἶχε δὲ δεχθῇ καὶ πιστεύσει εἰς τὸ κήρυγμα περὶ τῆς βασιλείας τοῦ Θεοῦ τὴν ὁποίαν καὶ ἐπερίμενε. 52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 52Αὐτὸς προσῆλθε εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ. 53καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· 53Καὶ ἀφοῦ τὸ κατέβασε ἀπὸ τὸν σταυρόν, τὸ ἐτύλιξεν εἰς σινδόνι καὶ τὸ ἔθεσε εἰς μνημεῖον σκαλισμένον εἰς βράχον, μέσα εἰς τὸ ὁποῖον κανείς ποτὲ δὲν εἶχε ταφῇ. 54καὶ ἡμέρα ἦν παρασκευὴ, σάββατον ἐπέφωσκε. 54Καὶ ἧτο ἀκόμη ἡμέρα Πρασκευή. Ἐπλησίαζεν ὅμως τὸ Σάββατον, ποὺ θὰ ἤρχιζε μὲ τὴν δύσιν τοῦ ἡλίου. 55Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 55Παρακολουθοῦσαν δὲ μὲ προσοχὴν αἱ γυναῖκες, ποὺ εἴχαν ἔλθει μαζῆ μὲ τὸν Ἰησοῦν ἀπὸ τὴν Γαλιλαίαν καὶ εἶδαν τὸ μνημεῖον, ὅπως ἐπίσης εἶδαν πῶς ἐτέθη τὸ σῶμα του εἰς αὐτὸ σαβανωμένον. 56ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν. 56Ἀφοῦ δὲ ἐπέστρεψαν εἰς τὴν πόλιν, ἡτοίμασαν πρὶν δύσῃ ὁ ἥλιος, ἀρώματα καὶ εὐώδη ἔλαια. Καὶ κατὰ μὲν τὸν Σάββατον ἡσύχασαν καὶ δὲν ἔκαναν τίποτε, σύμφωνα μὲ τὴν ἐντολὴν περὶ τῆς σαββατικῆς ἀργίας.

Τέλος του ΚΓ΄ κεφαλαίου Κεφάλαιον ΚΔ΄ →
Σελίδα από · στίχοι