Κατὰ Λουκᾶν
Το κήρυγμα του Ιωάννη του Βαπτιστή1-20
Παράλληλα: Ματ Γ 1-12, Μαρκ Α 1-8, Ιωα Α 19-28
Ανάγνωσμα · Παραμονή Φώτων Ωρα Θ, 1-18
Ανάγνωσμα · Παραμονή Φώτων Θ. Λειτουργία, 1-18
1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος,
Κατὰ δὲ τὸ δέκατον πέμπτον ἔτος τῆς αὐτοκρατορίας τοῦ Τιβερίου Καίσαρος, ὅταν ἡγεμὼν τῆς Ἰουδαίας ἧτο ὁ Πόντιος Πιλᾶτος, καὶ τετράρχης τῆς Γαλιλαίας ὁ Ἡρῴδης Ἀντίπας, ὁ δὲ Φίλιππος, ὁ ἀδελφὸς αὐτοῦ, τετράρχης τῆς Ἰτουραίας καὶ τῆς Τραχωνίτιδος χώρας καὶ ὁ Λυσανίας τετράρχης τῆς Ἀβιληνῆς,
2ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
ὅταν ἀρχιερεῖς εἰς Ἱεροσόλυμα ἦσαν ὁ Ἄννας καὶ ὁ Καϊάφας, διέταξεν ὁ Θεὸς τὸν Ἰωάννην τὸν υἱὸν τοῦ Ζαχαρίου, ποὺ ἔμενεν εἰς τὴν ἔρημον,
3καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
καὶ ᾖλθεν εἰς ὅλην τὴν περιοχὴν τοῦ Ἰορδάνου, κηρύσσων πρὸς τὸν λαὸν τοῦ Ἰσραὴλ καὶ προτρέπων αὐτοὺς νὰ βαπτισθοῦν βάπτισμα μετανοίας, διὰ νὰ πάρουν ἄφεσιν ἁμαρτιῶν ποὺ θὰ τοὺς ἔδιδεν ἐντὸς ὀλίγου ὁ Μεσσίας.
4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑ τοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
Αὐτὸ δὲ τὸ ἔργον τοῦ Ἰωάννου εἶχε προαναγγελθῆ εἰς τὸ βιβλίον, ποὺ περιέχει τὰ θεόπνευστα λόγια τοῦ Ἠσαΐου, ὁ ὁποῖος εἶχε προφητεύσει· <Θὰ ἀκουσθῇ φωνὴ ἀνθρώπου, ὁ ὁποῖος κράζει εἰς τὴν ἔρημον καὶ λέγει, ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, κάμετε ἴσους καὶ ὁμαλοὺς τοὺς δρόμους του, ἀπὸ τοὺς ὁποίους θὰ περάσῃ (προπαρασκευάσατε δηλαδὴ τὰς καρδίας σας, διὰ νὰ σᾶς ἐπισκεφθῇ ὁ Λυτρωτής).
5πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
Κάθε φάραγγι θὰ γεμίσῃ (θὰ σκεπασθοῦν δηλαδὴ τὰ χάσματα, ποὺ ἡ ἔλλειψις τῆς ἀρετῆς δημιουργεῖ εἰς τὰς ψυχάς) καὶ κάθε ὅρος καὶ βουνὸ θὰ χαμηλώσῃ καὶ θὰ ἰσοπεδωθῇ (κάθε δηλαδὴ ἐγωϊσμὸς καὶ ὑψηλοφροσύνη, ποὺ ἐμποδίζει τὴν λυτρωτικὴ χάριν τοῦ Θεοῦ, θὰ ἐξαλειφθῇ καὶ θὰ σβήσῃ ἀπὸ τὰς ψυχάς) τὰ στραβὰ καὶ ἀνώμαλα μονοπάτια θὰ γίνουν εὐθεῖα ὁδὸς καὶ οἱ πετρώδεις δρόμοι ὁμαλοί.(Ἀνωμαλίαι καὶ τραχύτητες καὶ ἰδιοτροπίαι ποὺ δημιουργοῦν τὰ πάθη, θὰ φύγουν ἀπὸ τὰς ψυχάς, διὰ νὰ ὑποδεχθοῦν αὐταὶ τὸν Σωτῆρα).
6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.
Καὶ ὅταν θὰ πραγματοποιηθῇ αὐτὴ ἡ ἠθικὴ προπαρασκευή, τότε κάθε καλοπροαίρετος ἄνθρωπος θὰ ἰδῇ καὶ θὰ ἀπολαύσῃ τὴν σωτηρίαν ποὺ στέλνει ὁ Θεός>.
7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾿ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Ἔλεγε δὲ ὁ Ἰωάννης εἰς τὰ πλήθη τοῦ λαοῦ, ποὺ ἔβγαιναν ἀπὸ τὰς πόλεις καὶ ἤρχοντο νὰ βαπτισθοῦν ἀπὸ αὐτόν· <κακοὶ ἀπόγονοι ἀπὸ φαρμακερὲς ὀχιές, σεῖς ποὺ ἔχετε κληρονομήσει τὴν κακίαν τῶν προγόνων σας, ποιὸς σᾶς ὑπέδειξε τὸν τρόπον, διὰ νὰ ἀποφύγετε τὴν ὀργὴν τῆς θείας δικαιοσύνης, ποὺ πρόκειτε ἕντος ὀλίγου νὰ ξεσπάσῃ;
8ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
Ἐὰν μὲ τὴν καρδιά σας δέχεσθε εἰλικρινῶς τὸ βάπτισμα τῆς μετανοίας καὶ θέλετε νὰ σωθῆτε ἀπὸ τὴν ὀργήν, κάμετε ἔργα ἀγαθά, ἄξια καὶ σύμφωνα μὲ τὴν μετάνοιάν σας. Καὶ μὴν αρχίσετε νὰ λέγετε μεταξὺ σας μὲ ἀλαζονείαν: Ἔχομεν πατέρα τὸν Ἀβραάμ. Διότι σᾶς λέγω τοῦτο, ὅτι ἠμπορεῖ ὁ Θεὸς καὶ ἀπὸ τοὺς λίθους αὐτοὺς νὰ ἀναδείξῃ τέκνα εἰς τὸν Ἀβραάμ.
9ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Τώρα δὲ καὶ ὁ πέλεκυς τῆς θείας κρίσεως εὑρίσκεται κοντὰ εἰς τὴν ρίζαν τῶν δένδρων· κάθε λοιπὸν δένδρον, ποὺ δὲν παράγει καρπὸν καλόν, κόβεται καὶ ξερριζώνεται καὶ ρίπτεται εἰς τὴν φωτιά>.
10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιήσωμεν;
Καὶ τὸν ἐρωτοῦσαν τὰ πλήθη: <τί λοιπὸν νὰ κάμωμεν, διὰ νὰ σωθῶμεν ἀπὸ τὴν ὀργὴν τοῦ Θεοῦ;>
11ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.
Ἀπήντησε δὲ καὶ τοὺς εἶπε· <αὐτός ποὺ ἔχει δύο χιτῶνας, ἂς δώσῃ τὸν ἕνα εἰς ἐκεῖνον ποὺ δὲν ἔχει, καὶ Ἐκεῖνος ποὺ ἔχει τροφάς, ἂς κάμῃ τὸ ἴδιο>.
12ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί ποιήσωμεν;
Ἦλθαν δὲ καὶ τελῶναι νὰ βαπτισθοῦν καὶ εἶπαν πρὸς αὐτόν· <διδάσκαλε τί νὰ κάμωμεν;>
13ὁ δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
Ἐκεῖνος δὲ τοὺς εἶπε· <μὴ εἰσπράττετε τίποτε παραπάνω ἀπὸ ἐκεῖνο, ποὺ ἔχει ὁρισθῇ ἀπὸ τὸν νόμον>.
14ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, Καὶ ἡμεῖς τί ποιήσωμεν; καὶ εἶπε πρὸς αὐτούς, Μηδένα συκοφαντήσητε μηδὲ διασείσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
Ἐρωτοῦσαν δὲ αὐτὸν καὶ οἱ ὑπηρετοῦντες ὡς στρατιῶται, λέγοντες· <καὶ ἡμεῖς τί νὰ κάμωμεν;> Καὶ εἶπε πρὸς αὐτούς· <κανένα νὰ μὴ συκοφαντήσετε, κανένα νὰ μὴ ἐκφοβήσετε μὲ ἀπειλάς, διὰ νὰ τοῦ ἀποσπάσετε χρήματα, καὶ νὰ ἀρκῆσθε εἰς τὸν μισθὸν σας>.
15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,
Ἐνῶ δὲ ὁ λαὸς ἐπερίμενε τὸν Μεσσίαν καὶ ἐσκέπτοντο μέσα των διὰ τὸν Ἰωάννην, μήπως αὐτὸς εἶναι ὁ Χριστός,
16ἀπεκρίνατο ὁ Ἰωάννης ἄπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·
ἀπεκρίθη ὁ Ἰωάννης εἰς ὅλους, λέγων· <ἐγὼ μὲν σᾶς βαπτίζω μὲ νερό, ἔρχεται ὅμως ὁ ἰσχυρότερός μου, τοῦ ὁποίου ἐγὼ δὲν εἷμαι ἄξιος νὰ λύσω τὸ λωρὶ τῶν ὑποδημάτων του· αὐτὸς θὰ σᾶς βαπτίσῃ μὲ Πνεῦμα Ἅγιον καὶ μὲ τὸ ἁγιαστικὸν πῦρ τῆς χάριτος.
17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
Αὐτὸς κρατεῖ τὸ φτυάρι εἰς τὸ χέρι του καὶ θὰ ξεκαθαρίσῃ τὸ ἁλώνι του καὶ θὰ συγκεντρώσῃ τὸ σιτάρι εἰς τὴν ἀποθήκην του (τοὺς δικαίους δηλαδὴ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν), τὸ δὲ ἄχυρον (τοὺς ἀμετανοήτους δηλαδὴ ἁμαρτωλούς), θὰ τοὺς κατακαύσῃ μὲ φωτιά, ποὺ δὲν σβήνει ποτέ>.
18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·
Πολλὰ μὲν λοιπὸν καὶ ἄλλα ἐδίδασκε προτρέπων εἰς μετάνοιαν καὶ παρηγορῶν τοὺς θλιβομένους ἀπὸ τὴν ἁμαρτίαν καὶ ἐκήρυττε πρὸς τὸν λαὸν τὸ χαρμόσυνον μήνυμα τῆς ἐλεύσεως τοῦ Χριστοῦ.
19ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,
Ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐπειδὴ ἠλέγχετο ἀπὸ τὸν Ἰωάννην, διότι συζοῦσε παρανόμως μὲ τὴν Ἡρῳδιάδα, τὴν γυναῖκα τοῦ ἀδελφοῦ του, ὅπως καὶ δι᾿ ὅλα τὰ πονηρὰ ἔργα, ποὺ εἶχε κάμει,
20προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, κατέκλεισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.
ἐπρόσθεσε καὶ τοῦτο τὸ ἔγκλημα εἰς ὅλα ὅσα εἶχε διαπράξει καὶ ἔκλεισε τὸν Ἰωάννην εἰς τὴν φυλακὴν (διὰ νὰ θέσῃ τέρμα εἰς τοὺς δικαίους ἐλέγχους του).
Η βάπτιση του Ιησού21-22
Παράλληλα: Ματ Γ 13-17, Μαρκ Α 9-11, Ιωα Α 29
21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
Πρὶν ὅμως φυλακισθῇ ὁ Ἰωάννης καὶ ἀφοῦ ἐβαπτίσθη ὅλος ὁ λαός, ποὺ εἶχεν ἔλθει εἰς τὸν Ἰορδάνην, καὶ ὅταν ὁ Ἰησοῦς ἐβαπτίσθη καὶ προσηύχετο, ἠνοίχθη ὁ οὐρανὸς
22καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
καὶ κατέβηκε τὸ Πνεῦμα τὸ Ἅγιον μὲ μορφὴν ἐξωτερικὴν καὶ σωματικήν ποὺ ἐμοιαζε πρὸς περιστερὰν καὶ ᾖλθε φωνὴ ἀπὸ τὸν οὐρανόν, ποὺ ἔλεγε· <σὺ εἷσαι ὁ υἱός μου ὁ ἀγαπητός, εἰς σὲ ἔχω εὐαρεστηθῆ, διότι καὶ ὡς ἄνθρωπος ἐτήρησες ὅλα ὅσα εἶναι ἀρεστὰ εἰς ἐμέ>.
Η γενεαλογία του Ιησού23-38
Παράλληλα: Ματ Α 1-17
23Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν, ὡς ἐνομίζετο, υἱός Ἰωσὴφ, τοῦ Ἠλὶ,
Καὶ αὐτὸς ὁ Ἰησοῦς, διὰ τὸν ὁποῖον ἐλέχθησαν τὰ ἀνωτέρω, ἧτο, ὅταν ἤρχισε τὸ δημόσιον ἔργον του, περίπου τριάκοντα ἐτῶν, υἱός, ὅπως ἐνομίζετο ἀπὸ τοὺς Ἑβραίους, τοῦ Ἰωσήφ, ὁ ὁποῖος ἧτο υἱὸς τοῦ Ἠλί,
24τοῦ Ματθὰν, τοῦ Λευΐ, τοῦ Μελχὶ, τοῦ Ἰωαννᾶ, τοῦ Ἰωσὴφ,
ὁ ὁποῖος ἧτο υἱὸς τοῦ Ματθάν, υἱὸς τοῦ Λευΐ, υἱοῦ τοῦ Μελχί, υἱοῦ τοῦ Ἰωννᾶ, υἱοῦ τοῦ Ἰωσήφ,
25τοῦ Ματταθίου, τοῦ Ἀμὼς, τοῦ Ναοὺμ, τοῦ Ἑσλὶμ, τοῦ Ναγγαὶ,
υἱοῦ τοῦ Ματταθίου, υἱοῦ τοῦ Ἀμώς, υἱοῦ τοῦ Ναούμ, υἱοῦ τοῦ Ἐσλίμ, υἱοῦ τοῦ Ναγγαί,
26τοῦ Μαὰθ, τοῦ Ματταθίου τοῦ Σεμεῢ, τοῦ Ἰωσὴφ, τοῦ Ἰωδὰ,
υἱοῦ τοῦ Μαάθ, υἱοῦ τοῦ Ματταθίου, υἱοῦ τοῦ Σεμεΰ, υἱοῦ τοῦ Ἰωσήφ, υἱοῦ τοῦ Ἰωδᾶ,
27τοῦ Ἰωαννὰν, τοῦ Ρησὰ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιὴλ, τοῦ Νηρὶ,
υἱοῦ τοῦ Ἰωαννάν, υἱοῦ τοῦ Ρησᾶ, υἱοῦ τοῦ Ζοροβάβελ, υἱοῦ τοῦ Σαλαθιήλ, υἱοῦ τοῦ Νηρί,
28τοῦ Μελχὶ, τοῦ Ἀδδὶ, τοῦ Κωσὰμ, τοῦ Ἐλμωδὰμ, τοῦ Ἢρ,
υἱοῦ τοῦ Μελχί, υἱοῦ τοῦ Ἀδδί, υἱοῦ τοῦ Κωσάμ, υἱοῦ τοῦ Ἐλμωδάμ, υἱοῦ τοῦ Ἤρ,
29τοῦ Ἰωσῆ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρεὶμ, τοῦ Ματθὰτ, τοῦ Λευΐ,
υἱοῦ τοῦ Ἰωσῆ, υἱοῦ τοῦ Ἐλιέζερ, υἱοῦ τοῦ Ἰωρείμ, υἱοῦ τοῦ Ματθάτ, υἱοῦ τοῦ Λευΐ,
30τοῦ Συμεὼν, τοῦ Ἰούδα, τοῦ Ἰωσὴφ, τοῦ Ἰωνὰ, τοῦ Ἐλιακεὶμ,
υἱοῦ τοῦ Συμεών, υἱοῦ τοῦ Ἰούδα, υἱοῦ τοῦ Ἰωσήφ, υἱοῦ τοῦ Ἰωνᾶ, υἱοῦ τοῦ Ἐλιακείμ,
31τοῦ Μελεᾶ, τοῦ Μαϊνὰν, τοῦ Ματταθὰ, τοῦ Νάθαν, τοῦ Δαυῒδ,
υἱοῦ τοῦ Μελεᾶ, υἱοῦ τοῦ Μαϊνάν, υἱοῦ τοῦ Ματταθᾶ, υἱοῦ τοῦ Νάθαν, υἱοῦ τοῦ Δαυΐδ,
32τοῦ Ἰεσσαὶ, τοῦ Ὠβὴδ, τοῦ Βοὸζ, τοῦ Σαλμὼν, τοῦ Ναασσὼν,
υἱοῦ τοῦ Ἰεσσαί, υἱοῦ τοῦ Ὠβήδ, υἱοῦ τοῦ Βοόζ, υἱοῦ τοῦ Σαλμών, υἱοῦ τοῦ Ναασσῶν,
33τοῦ Ἀμιναδὰβ, τοῦ Ἀρὰμ, τοῦ Ἰωρὰμ, τοῦ Ἑσρὼμ, τοῦ Φαρές, τοῦ Ἰούδα,
υἱοῦ τοῦ Ἀμιναδάβ, υἱοῦ τοῦ Ἀράμ, υἱοῦ τοῦ Ἰωράμ, υἱοῦ τοῦ Ἐσρώμ, υἱοῦ τοῦ Φαρές, υἱοῦ τοῦ Ἰούδα,
34τοῦ Ἰακὼβ, τοῦ Ἰσαὰκ, τοῦ Ἀβραὰμ, τοῦ Θάρα, τοῦ Ναχὼρ,
υἱοῦ τοῦ Ἰακώβ, υἱοῦ τοῦ Ἰσαάκ, υἱοῦ τοῦ Ἀβραάμ, υἱοῦ τοῦ Θάρα, υἱοῦ τοῦ Ναχώρ,
35τοῦ Σεροὺχ, τοῦ Ραγαῦ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλᾶ,
υἱοῦ τοῦ Σερούχ, υἱοῦ τοῦ Ραγαῦ, υἱοῦ τοῦ Φάλεκ, υἱοῦ τοῦ Ἔβερ, υἱοῦ τοῦ Σαλᾶ,
36τοῦ Καϊνὰν, τοῦ Ἀρφαξὰδ, τοῦ Σὴμ, τοῦ Νῶε, τοῦ Λάμεχ,
υἱοῦ τοῦ Καϊνάν, υἱοῦ τοῦ Ἀρφαξάδ, υἱοῦ τοῦ Σήμ, υἱοῦ τοῦ Νῶε, υἱοῦ τοῦ Λάμεχ,
37τοῦ Μαθουσάλα, τοῦ Ἑνὼχ, τοῦ Ἰάρεδ, τοῦ Μαλελεὴλ, τοῦ Καϊνὰν,
υἱοῦ τοῦ Μαθουσάλα, υἱοῦ τοῦ Ἐνώχ, υἱοῦ τοῦ Ἰάρεδ, υἱοῦ τοῦ Μαλελεήλ, υἱοῦ τοῦ Καϊνάν,
38τοῦ Ἐνὼς, τοῦ Σὴθ, τοῦ Ἀδὰμ, τοῦ Θεοῦ.
υἱοῦ τοῦ Ἐνώς, υἱοῦ τοῦ Σήθ, υἱοῦ τοῦ Ἀδάμ. τὸν ὁποῖον ὡς τέκνον του ἔπλασε κατ᾿ εὐθείαν ὁ Θεός. (Ὁ ἴδιος ὁ Θεὸς διὰ τῆς δημιουργικῆς του δυνάμεως ἔπλασεν ἐν τῇ Παρθένῳ τὸν Ἰησοῦν, τὸν νέον Ἀδάμ).