Κατὰ Ἰωάννην · Κ΄
Εὐαγγέλιον

Κατὰ Ἰωάννην

Κεφάλαιον Κ΄

Το κενό μνημείο1Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 1Κατὰ τήν πρώτην ἡμέραν τοῦ Σαββάτου, δηλαδὴ τὴν Κυριακήν, ἡ Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ εἰς τὸ μνημεῖον, ἐνῶ ἀκόμη ἧτο σκοτάδι, καὶ βλέπει ὅτι ὁ λίθος, ποὺ ἔκλειε τὴν θύραν τοῦ μνημείου, ἧτο σηκωμένος ἀπὸ ἐκεῖ. 2τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 2Τρέχει, λοιπόν, καὶ ἔρχεται εἰς τὸν Σίμωνα Πέτρον καὶ εἰς τὸν ἄλλον μαθητήν, τὸν ὁποῖον ἰδιαιτέρως ἀγαποῦσε ὁ Ἰησοῦς, καὶ λέγει εἰς αὐτούς· <ἐπῆραν τὸν Κύριον ἀπὸ τὸ μνημεῖον καὶ δὲν ξέρομεν ποῦ τὸν ἔχουν βάλει>. 3ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 3Ἐβγῆκε τότε ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς ἀπὸ τὸ σπίτι καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 4ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, 4Ἔτρεχαν δὲ καὶ οἱ δύο μαζῆ. Ὁ ἄλλος μαθητής, σὰν νεώτερος, ἔτρεξε ταχύτερα ἐμπρὸς ἀπὸ τὸν Πέτρον καὶ ᾖλθε πρῶτος εἰς τὸ μνημεῖον. 5καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 5Καὶ ἀφοῦ ἔσκυψε ἀπ᾿ ἔξω, εἶδε τὶς λωρίδες ἀπὸ τὰ σινδόνια, μὲ τὰ ὁποῖα εἴχαν σαβανώσει τὸ σῶμα, νὰ εἶναι κατὰ γῆς. Ἀπὸ σεβασμὸν ὅμως πρὸς τὸν τάφον δὲν εἰσῆλθεν εἰς τὸ μνημεῖον. 6ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, 6Ἔρχεται, λοιπόν, ὕστερα ἀπὸ αὐτὸν ὁ Σίμων Πέτρος καὶ ἐμπῆκεν εἰς τὸ μνημεῖον καὶ εἶδε ὅτι αἱ λωρίδες τοῦ σαβάνου ἦσαν καταγῇς. 7καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. 7Καὶ ἡ πετσέτα, μὲ τὴν ὁποίαν εἴχαν σκεπάσει τὴν κεφαλὴν τοῦ Ἰησοῦ, δὲν ἧτο μαζῆ μὲ τὰς λωρίδας, ἀλλὰ χωριστά, κάπου ἐκεῖ τυλιγμένη μὲ προσοχήν. 8τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· 8Τότε λοιπόν, ἐμπῆκε καὶ ὁ ἄλλος μαθητής, ὁ ὁποῖος εἶχεν ἔλθει πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδε ἀπὸ κοντὰ αὐτὰ τὰ παράδοξα καὶ ἐπίστευσεν, ὅτι δὲν εἶχε κλαπῇ τὸ σῶμα, ἀλλ᾿ ὅτι εἶχεν ἀναστηθῆ ὁ Ἰησοῦς. 9οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 9Διότι ἕως τότε δὲν εἴχαν ἀκόμη γνωρίσει καὶ καλὰ ἐννοήσει τὴν Ἁγίαν Γραφήν, ἡ ὁποία εἶχε προφητεύσει ὅτι πρέπει ὁ Χριστὸς νὰ ἀναστηθῇ ἐκ νεκρῶν. 10ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί. 10Ἔφυγαν, λοιπόν, πάλιν οἱ μαθηταὶ καὶ ἐγύρισαν εἰς τὸ κατάλυμά των. Η εμφάνιση του Ιησού στη Μαρία11Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. 11Ἡ Μαρία ὅμως ἐστέκετο κοντὰ εἰς τὸ μνημεῖον καὶ ἔκλαιεν ἔξω, διότι ἐπίστευσεν ὅτι εἴχαν κλέψει τὸ σῶμα τοῦ Ἰησοῦ. 12ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 12Καθώς, λοιπόν, ἔκλαιε, ἔσκυψε εἰς τὸ μνημεῖον καὶ βλέπει αἴφνης δύο ἀγγέλους μὲ ὁλόλευκη στολὴ νὰ κάθωνται ὁ ἔνας πρὸς τὸ μέρος τῆς κεφαλῆς καὶ ὁ ἄλλος πρὸς τὸ μέρος τῶν ποδῶν, ὅπου πρωτύτερα ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 13Καὶ λέγουν ἐκεῖνοι εἰς αὐτήν· <γύναι, διατὶ κλαίεις;> Λέγει εἰς αὐτούς· <κλαίω, διότι ἐπῆραν τὸν Κύριόν μου ἀπὸ τὸν τάφον καὶ δὲν ξέρω ποῦ τὸν ἔβαλαν>. 14καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. 14Καὶ ἀφοῦ εἶπαν αὐτὰ ἐγύρισε πίσῳ καὶ βλέπει τὸν Ἰησοῦν νὰ στέκεται ὄρθιος καί, διότι ἴσως τὰ μάτια τῆς ἦσαν βουρκωμένα ἀπὸ τὰ δάκρυα, δὲν ἀντελήφθη ὅτι αὐτὸς εἶναι ὁ Ἰησοῦς. 15λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 15Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς· <γύναι, διατὶ κλαίεις; Ποιὸν ζητεῖς;> Ἐκείνη, νομίζουσα ὅτι αὐτός ποὺ τῆς ὁμιλεῖ εἶναι ὁ κηπουρός, τοῦ λέγει· <κύριε, ἐὰν σὺ ἐπῇρες αὐτόν, πές μου ποῦ τὸν ἔβαλες καὶ ἐγὼ θὰ τὸν πάρω καὶ θὰ τὸν ξαναφέρω εἰς τὸν τάφον>. 16λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ραββουνί, ὃ λέγεται, διδάσκαλε. 16Λέγει τότε εἰς αὐτὴν ὁ Ἰησοῦς· <Μαρία>. Ἐκείνη ἀνεγνώρισε ἀμέσως τὴν φωνήν, ἐστράφη πρὸς αὐτὸν καὶ τοῦ εἶπε· <ραββουνί>, ποὺ σημαίνει εἰς τὴν ἑλληνικήν, διδάσκαλε. 17λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. 17Καὶ ἐπειδὴ ἡ Μαρία ἔσπευσε νὰ ἀγκαλιάσῃ μὲ σεβασμὸν τὰ πόδια του, ὁ Ἰησοῦς τῆς εἶπε· <μὴ μὲ ἐγγίζεις, διότι δὲν ἀνέβηκα ἀκόμη εἰς τὸν Πατέρα μου καὶ δὲν ἤρχισεν ἀκόμη ἡ νέα περίοδος τῆς λατρείας καὶ τῆς τιμῆς, ποὺ θά μοῦ προσφέρουν ἀπ᾿ ἐδῶ καὶ πέρα οἱ ἄνθρωποι. Ἀλλὰ πήγαινε εἰς τοὺς ἀδελφούς μου καὶ πὲς τους· ἀνεβαίνω πρὸς τὸν Πατέρα μου, ὁ ὁποῖος χάρις εἰς τὴν λυτρωτικήν μου θυσίαν ἔγινε καὶ ἰδικὸς σας Πατέρας, καὶ ἔγινε δι᾿ ἐμὲ ἀπὸ τὴν ἡμέραν ποὺ πῆρα τὴν ἀνθρωπίνην σάρκα Θεός μου, ὅπως ἐπίσης εἶναι καὶ Θεὸς ἰδικὸς σας>. 18ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. 18Ἔρχεται ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἀναγγέλλει εἰς τοὺς μαθητάς, ὅτι εἶδε τὸν Κύριον, καὶ ὅτι ὁ Κύριος τῆς εἶπε νὰ ἀναγγείλῃ εἰς αὐτοὺς τὴν ἀνάστασίν του. Η εμφάνιση του Ιησού στους μαθητές19Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 19Κατὰ τὴν ἡμέραν ἐκείνην, τὴν πρώτην τῆς ἐβδομάδος, ἐνῶ πλέον εἶχε βραδυάσει καὶ αἱ θύραι τοῦ σπιτιοῦ, ὅπου εὑρίσκοντο συγκεντωμένοι οἱ μαθηταί, ἦσαν κλεισμέναι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ᾖλθεν ἔξαφνα ὁ Ἰησοῦς, ἐστάθη εἰς τὸ μέσον καὶ τοὺς λέγει· <εἰρήνη ἂς εἶναι εἰς σᾶς>. 20καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 20Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξεν εἰς αὐτοὺς τὰ χέρια καὶ τὴν πλευρὰν του, διὰ νὰ ἴδουν τὰ σημάδια τῶν πληγῶν καὶ πιστεύσουν ὅτι αὐτὸς εἶναι ὁ διδάσκαλός των. Καὶ τότε οἱ μαθηταί, ὅταν εἶδαν τὸν Κύριον ἀναστημένον, ἐχάρησαν. 21εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 21Εἶπε, λοιπόν, τότε εἰς αὐτοὺς ὁ Ἰησοῦς· <εἰρήνη εἰς σᾶς. Ὅπως ἔστειλεν ἐμὲ ὁ Πατήρ, διὰ νὰ τελειώσω τὸ ἔργον τῆς σωτηρίας τῶν ἀνθρώπων, ἔτσι καὶ ἐγὼ στέλνω σᾶς, νὰ μεταφέρετε εἰς τοὺς ἀνθρώπους τὴν σωτηρίαν>. 22καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· 22Καὶ ἀφοῦ εἶπε τοῦτο, ἐφύσησε εἰς τὰ πρόσωπα των τὴν ζωογόνον πνοὴν τῆς νέας ζωῆς καὶ τοὺς εἶπε· <λάβετε Πνεῦμα Ἅγιον. 23ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 23Εἰς ὅποιους συγχωρεῖτε τὶς ἁμαρτίες, θὰ εἶναι συγχωρημένες καὶ ἀπὸ τὸν Θεόν. Εἰς ὅποιους ὅμως τὶς κρατεῖτε ἄλυτες καὶ ἀσυγχώρητες, θὰ μείνουν αἰωνίως ἀσυγχώρητες>. Ο Ιησούς και ο Θωμάς24Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 24Ὁ Θωμᾶς ὅμως, ἔνας ἀπὸ τοὺς δώδεκα, ὁ ὁποῖος ἐλέγετο εἰς τὴν ἑλληνικὴν Δίδυμος, δὲν ἧτο μαζῆ τους, ὅταν ᾖλθε ὁ Ἰησοῦς. 25ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 25Ἔλεγαν, λοιπόν, εἰς αὐτὸν οἱ ἄλλοι μαθηταί· <εἴδαμε τὸν Κύριον>. Ἐκεῖνος ὅμως τοὺς εἶπε· <ἐὰν δὲν ἴδω εἰς τὰ χέρια του τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι τῶν καρφιῶν, καὶ ἂν δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν, ποὺ τὴν ἐτρύπησε ἡ λόγχη, δὲν θὰ πιστεύσω>. 26Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 26Καὶ ἔπειτα ἀπὸ ὀκτὼ ἡμέρας ἦσαν πάλιν οἱ μαθηταὶ μέσα εἰς τὸ σπίτι καὶ ὁ Θωμᾶς μαζῆ μὲ αὐτούς. Ἔρχεται, λοιπόν, ὁ Ἰησοῦς ἔξαφνα, ἐνῶ οἱ πόρτες ἦσαν κλεισμένες, ἐστάθηκε εἰς τὸ μέσον καὶ εἶπε· <εἰρήνη ὑμῖν>. 27εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 27Ἔπειτα λέγει εἰς τὸν Θωμάν· <φέρε τὸ δάκτυλό σου ἐδῶ, ἰδὲ καὶ μὲ τὰ μάτια σου τὰ χέρια μου καὶ φέρε τὸ χέρι σου καὶ βάλε τὸ εἰς τὴν πλευράν μου, ψηλάφησε καὶ ἰδὲ τὰ σημάδια τῶν καρφιὼν καὶ τῆς λόγχης, καὶ μὴ γίνεσαι ἄπιστος, ἀλλὰ πιστός>. 28καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 28Ἀπήντησε τότε ὁ Θωμᾶς καὶ εἶπε εἰς αὐτόν· <Πιστεύω, Κύριε, ὅτι σὺ εἷσαι ὁ Κύριός μου καὶ ὁ Θεός μου>. 29λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 29Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· <ἐπίστευσες, διότι μὲ εἶδες· μακάριοι θὰ εἶναι ἀπ᾿ ἐδῶ καὶ πέρα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἐκεῖνοι οἱ ὁποῖοι καίτοι δὲν μὲ εἶδαν, ἐπίστευσαν>. Ο σκοπός της συγγραφής του Ευαγγελίου30Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 30Ἐκτὸς ἀπὸ τὸ θαῦμα αὐτὸ τῆς ἀναστάσεως καὶ ἀπὸ ὅσα ἄλλα θαύματα εἶχε κάμει προηγουμένως ὁ Ἰησοῦς, ἔκαμε καὶ πολλὰ ἄλλα, ἐμπρὸς εἰς τοὺς μαθητὰς του, τὰ ὁποῖα ἀπεδείκνυαν τὴν θεότητά του καὶ τὸ ἔργον του, καὶ τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ ἱερὸν τοῦτο βιβλίον. 31ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. 31Αὐτὰ δέ, ποὺ ἐξιστορήσαμεν, ἐγράφησαν, διὰ νὰ πιστεύσετε ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἵνα πιστεύοντες αὐτὸν μὲ φωτισμένην καὶ ἐνεργὸν πίστιν, ἔχετε, ὡς παντοτεινὸν κτῆμα σας, ἐν τῷ ὀνόματι αὐτοῦ, τὴν αἰωνίαν ζωήν>.

Τέλος του Κ΄ κεφαλαίου Κεφάλαιον ΚΑ΄ →
Σελίδα από · στίχοι