Πράξεις τῶν Ἀποστόλων · ΙΔ΄
Πράξεις

Πράξεις τῶν Ἀποστόλων

Κεφάλαιον ΙΔ΄

Ο Παύλος και ο Βαρνάβας στο Ικόνιο1Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 1Συνέβη δὲ εἰς τὸ Ἰκόνιον τὸ ἴδιο μὲ ἐκεῖνο, ποὺ εἶχε συμβῆ εἰς τὴν Ἀντιόχειαν· εἰσῆλθαν δηλαδὴ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ ὡμίλησαν μὲ τόσην πολλὴν δύναμιν καὶ πειστικότητα, ὥστε νὰ πιστεύσουν πλῆθος Ἰουδαῖοι καὶ Ἕλληνες. 2οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 2Οἱ Ἰουδαῖοι ὅμως, ποὺ ἐπέμεναν εἰς τὴν ἀπιστίαν των, ἐξηρέθισαν καὶ ἀνετάραξαν τὰς ψυχὰς τῶν ἐθνικῶν ἐναντίον τῶν ἀδελφῶν Χριστιανῶν. 3ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 3Παρ᾿ ὄλον ὅμως τοῦτο οἱ Ἀπόστολοι, διότι τὸ κήρυγμά των ἔφερνε πολλὰ ἀγαθὰ ἀποτελέσματα, ἔμειναν ἀρκετὸν χρόνον ἐκεῖ. Ἐκήρυτταν δὲ ἀφόβως μὲ τὸ θάρρος, ποὺ τοὺς ἔδιδε ἡ πίστις των εἰς τὸν Κύριον, ὁ ὁποῖος ἐπεβεβαίωνε τὸ κήρυγμά των περὶ τῆς χάριτος αὐτοῦ καὶ τοὺς ἔδιδε τὴν δύναμιν, ὥστε μὲ τὰ χέρια των νὰ γίνωνται καταπληκτικὰ σημεῖα καὶ θαύματα. 4ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 4Διαιρέθηκε δὲ τὸ πλῆθος τῆς πόλεως εἰς δύο παρατάξεις· καὶ ἄλλοι μὲν ἦσαν μὲ τὸ μέρος τῶν Ἰουδαίων, ἄλλοι δὲ μὲ τὸ μέρος τῶν Ἀποστόλων. 5ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, 5Ἐπειδὴ δὲ ἔγινε πολὺς ἐρεθισμὸς καὶ ἐξέγερσις τῶν ἀπιστούντων ἐθνικῶν καὶ Ἰουδαίων μαζῆ μὲ τοὺς ἄρχοντάς των καὶ ἐπῆραν τὴν ἀπόφασιν νὰ ὑβρίσουν καὶ νὰ λιθοβολήσουν τοὺς Ἀποστόλους, 6συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, 6ἐκατάλαβαν αὐτοὶ τὰς κακὰς ἐκείνων διαθέσεις καὶ κατέφυγαν εἰς τὰς πόλεις τῆς Λυκαονίας, τὴν Λύστραν καὶ τὴν Δέρβην καὶ εἰς τὰ περίχωρα. 7κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι. 7Καὶ ἐκεῖ ἐκήρυτταν τὸ Εὐαγγέλιον. Ο Παύλος και ο Βαρνάβας στα Λύστρα και στη Δέρβη8Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιεπεπατήκει. 8Εἰς τὰ Λύστρα ἐκάθητο κάποιος ἄνθρωπος, ὁ ὁποῖος εἶχε ἀδύνατα πόδια, διότι ἧτο χωλὸς ἀπὸ τὴν κοιλίαν τῆς μητέρας του καὶ δὲν εἶχε ποτὲ περιπατήσει. 9οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, 9Αὐτὸς ἤκουσε μὲ προσοχὴν καὶ πίστιν τὸν Παῦλον. Ὁ Παῦλος, ὅταν τὸν παρετήρησε προσεκτικὰ καὶ εἶδε ὅτι εἶχεν πίστιν, διὰ νὰ γίνῃ τὸ θαῦμα τῆς θεραπείας του, 10εἶπε μεγάλῃ τῇ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. 10εἶπε μὲ μεγάλην φωνήν· <σήκω εἰς τὰ πόδια σου ὀρθός>. Καὶ ἀμέσως ἐκεῖνος ἐπήδησε καὶ ἐντελῶς ὑγιὴς περιπατοῦσε. 11οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· 11Τὰ πλήθη δὲ τοῦ λαοῦ, ὅταν εἶδαν τὸ θαῦμα αὐτό, ποὺ ἔκαμε ὁ Παῦλος, ἐσήκωσαν μεγάλην τὴν φωνὴν των λέγοντες εἰς τὴν λυκαονικὴν γλῶσσαν των· <οἱ θεοὶ ἐπῆραν μορφὴν ἀνθρώπων καὶ κατέβηκαν εἰς ἡμᾶς>. 12ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 12Ὠνόμαζαν δὲ τὸν μὲ Βαρνάβαν Δίαν, διὰ τὸ παράστημα καὶ τὴν σοβαρότητα του, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἧτο ὁ ἀρχηγὸς τοῦ λόγου. 13ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. 13Ὁ δὲ ἱερεὺς τοῦ Διός, τοῦ ὁποίου ὁ ναὸς ἧτο κτισμένος ἐμπρὸς ἀπὸ τὴν πόλιν, ἔφερε ταύρους καὶ στεφάνια κοντὰ εἰς τὰς μεγάλας θύρας τοῦ τείχους, ὅπου εὑρίσκετο ὁ ναός, καὶ ἤθελε μαζῆ μὲ τὸ πλῆθος τοῦ λαοῦ νὰ προσφέρῃ θυσίαν πρὸς τιμὴν τῶν δύο Ἀποστόλων. 14ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες 14Οἱ δὲ Ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, ὅταν ἤκουσαν αὐτό, ἔσχισαν τὰ ἱμάτιά των, διὰ νὰ ἐκφράσουν ἔτσι τὴν διαμαρτυρίαν καὶ ἀγανάκτησίν των καὶ ὥρμησαν μέσα εἰς τὸ πλῆθος φωνάζοντες 15καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 15καὶ λέγοντες· <ἄνθρωποι, διατὶ κάνετε ὅλα αὐτά; Καὶ ἡμεῖς εἵμεθα ὅμοιοι μὲ σᾶς ἄνθρωποι, ἔχοντες τὴν ἰδίαν ἀσθενῆ καὶ ἀδύνατον ἀνθρωπίνην φύσιν. Κηρύττομεν δὲ εἰς σᾶς, νὰ ἀφήσετε αὐτὰ τὰ ψευδῆ καὶ μάταια περὶ θεῶν καὶ θυσιῶν, ποὺ ἕως τώρα ἐπιστεύατε, καὶ νὰ γυρίσετε εἰς τὸν Θεὸν τὸν ζωντανὸν καὶ ἀληθινόν, ὁ ὁποῖος ἔκαμε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ ὅλα ὅσα ὑπάρχουν εἰς αὐτά. 16ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 16Αὐτὸς ὁ Θεός, εἰς τὰς περασμένας γενεάς, ἀφῆκε τοὺς ἐθνικοὺς νὰ βαδίζουν τὸν δρόμον των, νὰ ζοῦν καὶ νὰ συμπεριφέρωνται σύμφωνα μὲ τὰς ἁμαρτωλὰς διαθέσεις τῆς καρδίας των, 17καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. 17μολονότι δὲν ἀφῆκε καὶ μεταξὺ αὐτῶν ὁ Θεὸς τὸν εὐατὸν του χωρὶς μαρτυρίας, διὰ τὴν ὕπαρξίν του καὶ τὰς τελειότητάς του, διότι καὶ τότε σᾶς εὐεργετοῦσε, ἔστελνε ἀπὸ τὸν οὐρανὸν ὠφελίμους βροχὰς καὶ καταλλήλους καιροὺς διὰ πλουσίαν καρποφορίαν καὶ σᾶς ἔδιδεν ἄφθονον τροφὴν καὶ χαρὰν εἰς τὰς καρδίας σας>. 18καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. 18Καὶ μὲ αὐτὰ τὰ λόγια οἱ Ἀπόστολοι μόλις καὶ μετὰ βίας ἐσταμάτησαν τοὺς ὄχλους, νὰ μὴ προσφέρουν εἰς αὐτοὺς τὰς θυσίας ἐκείνας. 19Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυραν ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι. 19Τότε ὅμως ἦλθαν εἰς τὴν Λύστραν ἀπὸ τὴν Ἀντιόχειαν καὶ τὸ Ἰκόνιον φανατικοὶ Ἰουδαῖοι, οἱ ὁποῖοι ἔπεισαν τοὺς ὄχλους καὶ ἐλιθοβόλησαν τὸν Παῦλον καὶ τὸν ἔσυραν ἀναίσθητον ἔξω ἀπὸ τὴν πόλιν, ἐπειδὴ ἐνόμισαν ὅτι εἶχε ἀποθάνει. 20κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. 20Ὅταν δὲ οἱ Χριστιανοὶ περιεκύκλωσαν μὲ πόνον αὐτόν, διὰ νὰ τὸν κηδεύσουν, ἐσηκώθηκε ὁ Παῦλος ὑγιής, μὲ τὴν δύναμιν τοῦ Θεοῦ, καὶ εἰσῆλθε εἰς τὴν πόλιν. Τὴν ἑπομένην δὲ ἔφυγε μαζῆ μὲ τὸν Βαρνάβαν καὶ ᾖλθε εἰς τὴν Δέρβην. Επιστροφή στην Αντιόχεια της Συρίας21εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, 21Ἀφοῦ δὲ ἐκήρυξαν καὶ εἰς τὴν πόλιν ἐκείνην τὸ Εὐαγγέλιον καὶ ἐδίδαξαν πολλούς, ἐπέστρεψαν εἰς τὴν Λύστραν καὶ τὸ Ἰκόνιον καὶ τὴν Ἀντιόχειαν 22ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 22στηρίζοντες περισσότερον τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες αὐτοὺς νὰ μένουν ἀκλόνητοι εἰς τὴν πίστιν καὶ λέγοντες ὅτι διὰ μέσου πολλῶν θλίψεων θὰ εἰσέλθωμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 23χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾿ ἐκκλησίαν καὶ προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκασι. 23Ἀφοῦ δὲ ἐχειροτόνησαν δι᾿ αὐτοὺς πρεσβυτέρους εἰς κάθε Ἐκκλησίαν καὶ προσηυχήθησαν μὲ νηστείας, ἐνεπιστεύθησαν αὐτοὺς εἰς τὸν Κύριον, εἰς τὸν ὁποῖον εἴχαν πιστεύσει. 24καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν, 24Καὶ ἀφοῦ περιώδευσαν τὴν χώραν τῆς Πισιδίας, ἦλθαν εἰς τὴν Παμφυλίαν. 25καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, 25Ἀφοῦ δὲ καὶ εἰς τὴν Πέργην ἐκήρυξαν τὸν λόγον τοῦ Θεοῦ, κατέβηκαν εἰς τὴν παράλιον πόλιν Ἀττάλειαν. 26κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 26Ἀπὸ ἐκεῖ ἔπλευσαν εἰς τὴν Ἀντιόχειαν, εἰς πόλιν ὅπου οἱ ἀδελφοὶ τοὺς εἴχαν παραδώσει εἰς τὴν χάριν τοῦ Θεοῦ διὰ τὸ ἔργον τοῦ εὐαγγελισμοῦ, τὸ ὁποῖον καὶ ἔφεραν εἰς πέρας. 27Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾿ αὐτῶν καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. 27Ὅταν λοιπὸν ἦλθαν, συνεκέντρωσαν τοὺς πιστοὺς τῆς Ἐκκλησίας καὶ ἐγνωστοποίησαν εἰς αὐτοὺς ὅσα ὁ Θεός, χρησιμοποιῶν αὐτοὺς ὡς συνεργοὺς του, ἔκαμε καὶ ὅτι ἤνοιξε εἰς τοὺς ἐθνικοὺς τὴν θύραν τῆς πίστεως καὶ τῆς σωτηρίας. 28διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. 28Ἔμειναν δὲ ἐκεῖ μαζῆ μὲ τοὺς ἄλλους Χριστιανοὺς ἀρκετὸν χρόνον.

Τέλος του ΙΔ΄ κεφαλαίου Κεφάλαιον ΙΕ΄ →
Σελίδα από · στίχοι