Κατὰ Μᾶρκον
Η συνωμοσία για την θανάτωση του Ιησού1-2
Παράλληλα: Ματ ΚΣΤ 1-5, Λουκ ΚΒ 1-6, Ιωα ΙΑ 45-53
1Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
Ἔπειτα ἀπὸ δύο ἡμέρας, ἧτο Πάσχα καὶ τὰ ἄζυμα. Καὶ ἐζητοῦσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, πῶς μὲ ἀπάτην καὶ χωρὶς θόρυβον να τὸν πιάσουν καὶ νὰ τὸν θανατώσουν.
2ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
Ἔλεγαν δὲ νὰ μὴ τὸν συλλάβουν κατὰ τὴν ἑορτήν, μήπως καὶ γίνῃ θόρυβος καὶ ταραχὴ τοῦ λαοῦ (δεδομένου, ὅτι πολλοὶ ἦσαν ἐκεῖνοι, ποὺ ἐθαύμαζαν καὶ ἐσέβοντο καὶ περιεστοίχιζαν τὸν Χριστόν).
Η χρίση του Ιησού με μύρο3-9
Παράλληλα: Ματ ΚΣΤ 6-13, Ιωα ΙΒ 1-8
3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
Καὶ ὅταν αὐτὸς εὑρίσκετο εἰς τὴν Βηθανίαν, εἰς τὸ σπίτι Σίμωνος τοῦ λεπροῦ, τὴν ὥραν ποὺ εἶχε γείρει καὶ ἔτρωγε εἰς τὸ ταπέζι ᾖλθε μιὰ γυναῖκα, ποὺ ἐκρατοῦσε ἕνα ἀλαβάστρινον δοχεῖον γεμᾶτο μύρον κατασκευασμένον ἀπὸ γνησίαν καὶ πολύτιμον νάρδον. Καὶ ἀφοῦ ἔσπασε τὸ ἀλαβάστρινο δοχεῖον ἔχυνε πλούσια ὅλο τὸ μύρο ἐπάνω εἰς τὴν κεφαλὴν του.
4ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
Μερικοὶ ἀπὸ τοὺς μαθητὰς ἐκυριεύθησαν ἀπὸ ἀγανάκτησιν καὶ ἔλεγαν μεταξὺ των· <διατὶ ἔγινε αὐτὴ ἡ ἄσκοπος σπατάλη τοῦ πολυτίμου αὐτοῦ μύρου;
5ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
Διότι ἠμποροῦσε τοῦτο τὸ μύρον νὰ πωληθῇ περισσότερο ἀπὸ τριακόσια δηνάρια καὶ νὰ δοθοῦν τὰ χρήματα αὐτὰ εἰς τοὺς πτωχούς>· Καὶ ἐπέπλητταν τὴν γυναῖκα.
6ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.
Ὁ δὲ Ἰησοῦς εἶπεν· <ἀφήσατέ την· διατὶ τὴν ἐνοχλεῖτε καὶ τὴν στενοχωρεῖτε; Αὐτὴ καλὸν καὶ ἀξιέπαινον ἔργον ἔκαμε εἰς ἐμέ.
7πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Διότι τοὺς πτωχοὺς τοὺς ἔχετε πάντοτε κοντὰ σας καὶ ὅταν θέλετε, ἠμπορεῖτε νὰ τοὺς εὐεργετήσετε. Ἐμὲ ὅμως δὲν μὲ ἔχετε πάντοτε μαζῆ σας.
8ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
Αὐτὴ δὲ ἡ γυναῖκα ἐκεῖνο ποὺ εἶχε καὶ ἠμποροῦσε νὰ κάμῃ δι᾿ ἐμέ, τὸ ἔκαμε. Ἐπρόλαβε νὰ ἀλείψῃ τὸ σῶμα μου μὲ μύρον, διὰ νὰ τὸ προετοιμάσῃ πρὸς ἐνταφιασμόν. Καὶ τοῦτο χωρὶς ἡ ἰδία νὰ τὸ ἐννοήσει.
9ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Σᾶς διαβεβαιώνω, ὅτι ὅπου ἐὰν κηρυχθῇ, εἰς ὅλον τὸν κόσμον, τοῦτο τὸ Εὐαγγέλιον, θὰ διαλαληθῇ συγχρόνως καὶ αὐτό ποὺ ἔκαμεν αὐτή, διὰ νὰ μένῃ ἀλησμόνητη ἡ ἀνάμνησίς της πρὸς δόξαν καὶ τιμὴν της>.
Η προδοσία του Ιούδα10-11
Παράλληλα: Ματ ΚΣΤ 14-16, Λουκ ΚΒ 1-6
10Καὶ Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.
Καὶ ὁ Ἰούδας ὁ Ἰσκαριώτης, ἔνας ἀπὸ τοὺς δώδεκα, γεμᾶτος ἀγανάκτησιν, ἐπῆγε κατ᾿ εὐθεῖαν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ἐπρότεινε νὰ παραδώσῃ εἰς αὐτοὺς τὸν Χριστόν.
11οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.
Αὐτοὶ δὲ ὅταν ἤκουσαν τὴν πρότασιν ἐχάρησαν (διότι ἔνας ἀπὸ τοὺς δώδεκα θὰ ἐπρόδιδε τὸν Διδάσκαλον καὶ διότι θὰ τὸν ἐπιαναν χωρὶς θόρυβον).Ὑπεσχέθησαν δὲ νὰ τοῦ δώσουν χρήματα. Καὶ ἐζητοῦσε ὁ Ἰούδας, πῶς εἰς πρώτην εὐκαιρίαν καὶ χωρὶς θόρυβον νὰ τὸν παραδώσῃ εἰς χέρια των.
Το τελευταίο δείπνο12-26
Παράλληλα: Ματ ΚΣΤ 17-30, Λουκ ΚΒ 7-23, Ιωα ΙΓ 21-30, Α Κορ ΙΑ 23-25
12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
Καὶ κατὰ τὴν πρώτην ἡμέραν, παραμονὴν τοῦ πάσχα, ποὺ ἐλέγετο ἡμέρα τῶν ἀζύμων (διότι κατ᾿αὐτὴν ἐτοίμαζαν οἱ Ἑβραῖοι τὰ ἄζυμα διὰ τὸ πάσχα, ἔσφαζαν δὲ καὶ τὸν πασχάλιον ἀμνόν) εἶπον οἱ μαθηταὶ εἰς τὸν Κύριον· <ποῦ θέλεις νὰ πᾶμε νὰ ἐτοιμάσωμεν, διὰ νὰ φάγῃς τὸ πάσχα;>
13καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
Καὶ ἔστειλε δύο ἀπὸ τοὺς μαθητὰς του καὶ τοὺς εἶπε· <πηγαίνετε εἰς τὴν ἀπέναντι πόλιν καὶ θὰ σᾶς συναντήσῃ κάποιος ἄνθρωπος, ποὺ θὰ κρατῇ μία πήλινη στάμνα μὲ νερό· ἀκολουθῆστε τον.
14καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
Καὶ εἰς ὅποιο σπίτι εἰσέλθῃ, πέστε εἰς τὸν νοικοκύρην, ὅτι ὁ διδάσκαλος λέγει· ποῦ εἶναι τὸ κατάλυμά μου, ὅπου θὰ φάγω τὸ πάσχα μὲ τοὺς μαθητάς μου;
15καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
Καὶ αὐτὸς θὰ σᾶς δείξῃ ἕνα μεγάλο ἀνώγαιον μὲ τὰ καθίσματα καὶ τὸ τραπέζι στρωμένο, ἕτοιμον καθ᾿ ὅλα. Ἐκεῖ ἐτοιμάσατέ μας διὰ τὸ πάσχα>.
16καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Καὶ ἐβγῆκαν οἱ μαθηταὶ αὐτοῦ, ἦλθαν εἰς τὴν πόλιν καὶ εὐρῆκαν ὅπως τοὺς εἶχε πῇ ὁ Χριστὸς καὶ ἐτοίμασαν τὸ πάσχα (τὸ νέον δηλαδὴ χριστιανικὸν πάσχα τῆς θείας Εὐχαριστίας).
17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
Καὶ ὅταν ἐβράδυασε, ᾖλθε ἐκεῖ ὁ Ἰησοῦς μὲ τοὺς δώδεκα μαθητάς.
18καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ.
Καὶ τὴν ὥραν ποὺ εἴχαν ξαπλώσει κοντὰ εἰς τὸ τραπέζι καὶ ἔτρωγαν, εἶπεν ὁ Ἰησοῦς· <ἔνας ἀπὸ σᾶς θὰ μὲ παραδώσῃ· ἔνας, ὁ ὁποῖος τρώγει τώρα μαζῆ μου>.
19οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς· Μήτι ἐγώ; καὶ ἄλλος· Μήτι ἐγώ;
Ἐκεῖνοι δὲ ἤρχισαν νὰ λυποῦνται καὶ νὰ τὸν ἐρωτοὺν ὁ ἔνας ὕστερα ἀπὸ τὸν ἄλλον· <μήπως εἷμαι ἐγώ;> καὶ ἄλλος· <μήπως εἷμαι ἐγώ;> (Κανεὶς ἀπὸ τοὺς ἕνδεκα οὔτε διενοήθη ποτὲ τέτοιο ἐπαίσχυντο ἔργον. Ἐν τούτοις ἐπειδὴ εἶχον πίστιν μὲν εἰς τὰ λόγια τοῦ Διδασκάλου, γνῶσιν δὲ καὶ τῆς ἰδικῆς των ἀδυναμίας ὡς ἀνθρώπων, ἐρωτοῦν τὸν Κύριον).
20ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον.
Αὐτὸς δὲ ἀπεκρίθη καὶ τοὺς εἶπε· <εἶναι ἔνας ἀπὸ σᾶς τοὺς δώδεκα, αὐτὸς ὁ ὁποῖος βουτᾷ τὸ ψωμὶ του μαζῆ μὲ ἐμὲ εἰς τὸ πιάτο καὶ τρώγει.
21ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου προχωρεῖ πρὸς τὸν λυτρωτικὸν θάνατον σύμφωνα μὲ τὰς προφητείας, ποὺ ἔχουν γραφῆ δι᾿ αὐτόν. Ἀλοίμονον ὅμως εἰς τὸν ἄνθωπον ἐκεῖνον, διὰ τοῦ ὁποίου ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδεται εἰς τοὺς σταυρωτὰς του. Προτιμότερον θὰ ἧτο δι᾿ αὐτὸν νὰ μὴ εἶχε γεννηθῇ ὁ ἄνθρωπος ἐκεῖνος>.
22Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· Λάβετε φάγετε τοῦτό ἐστι τὸ σῶμά μου.
Καὶ ἐνῶ αὐτοὶ ἔτρωγαν ἐπῇρε ὁ Ἰησοῦς τὸν ἄρτον, ἐδοξολόγησε τὸν οὐράνιον Πατέρα, ἔκοψε τὸν ἄρτον εἰς τεμάχια, ἔδωκε εἰς αὐτοὺς καὶ εἶπε· <λάβετε φάγετε· αὐτὸ εἶναι τὸ σῶμα μου>.
23καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
Καὶ ἀφοῦ ἐπῇρε τὸ ποτήριον μὲ τὸν οἶνον εὐχαρίστησε τὸν Πατέρα, ἔδωκεν εἰς αὐτοὺς καὶ ἔπιον ἀπὸ αὐτὸ ὅλοι.
24καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.
Καὶ εἶπεν εἰς αὐτούς· <τοῦτο εἶναι τὸ αἷμα μου, μὲ τὸ ὁποῖον ἐπικυρώνεται ἡ νέα διαθήκη, καὶ τὸ ὁποῖον χύνεται διὰ τὴν σωτηρίαν πολλῶν.
25ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
Σᾶς διαβεβαιώνω, ὅτι δὲν θὰ πίω πλέον ἀπὸ τὸ προϊὸν αὐτὸ τῆς ἀμπέλου, μέχρι τῆς ἡμέρας ἐκείνης, ὅταν θὰ τὸ πίνω νέον καὶ ἀσύγκριτα πιὸ χαρμόσυνον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ>.
26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
Καὶ ἀφοῦ ἔψαλαν ὕμνους, ἐβγῆκαν εἰς τὸ ὅρος τῶν Ἐλαιῶν.
Πρόρρηση της άρνησης του Πέτρου27-31
Παράλληλα: Ματ ΚΣΤ 31-35, Λουκ ΚΒ 31-34, Ιωα ΙΓ 36-38
27καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα·
Καὶ λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς ὅτι <ὅλοι σας ἐξ αἰτίας τῶν τραγικῶν γεγονότων κατὰ τὴν νύκτα αὐτὴν θὰ κλονισθῆτε εἰς τὴν πρὸς ἐμὲ πίστιν σας. Διότι ἔχει γραφῆ ἀπὸ τὸν προφήτην: Ἐγὼ ὁ Θεὸς καὶ Πατὴρ θὰ ἐπιτρέψω νὰ κτυπηθῇ ὁ ποιμὴν καὶ θὰ διασκορπισθοῦν τὰ πρόβατα.
28ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
Ἀλλὰ μετὰ τὴν ἀνάστασίν μου θὰ προπορευθῶ καὶ θὰ σᾶς περιμένω εἰς τὴν Γαλιλαίαν>.
29ὁ δὲ Πέτρος ἔφη αὐτῷ· Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ.
Ἀλλ᾿ ὁ Πέτρος εἶπε εἰς αὐτόν· <καὶ ἐὰν ὅλοι κλονισθοῦν εἰς τὴν πίστιν, ἐγὼ ὅμως δὲν θὰ κλονισθῶ>.
30καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
Καὶ λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· <σᾶς διαβεβαιώνω, ὅτι σὺ σήμερα, αὐτὴν ἐδῶ τὴν νύκτα πρίν, ἢ ὁ πετεινὸς λαλήσῃ δύο φορές, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές>.
31ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· Ἐὰν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
Ἀλλ᾿ ὁ Πέτρος μὲ τὸ παραπάνω ἐπέμενε νὰ λέγῃ καὶ νὰ ξαναλέγῃ· <ἐὰν χρειασθῇ νὰ ἀποθάνω καὶ ἐγὼ μαζῆ μὲ σέ, δὲν θὰ ἀρνηθῶ>. Τὰ ἴδια ἔλεγαν καὶ ὅλοι οἱ μαθηταί.
Η προσευχή του Ιησού στη Γεθσημανή32-42
Παράλληλα: Ματ ΚΣΤ 36-46, Λουκ ΚΒ 39-46
32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι.
Καὶ ἔρχονται εἰς κάποιαν περιοχήν, ποὺ ὠνομάζετο Γεσθημανῆ, καὶ λέγει εἰς τοὺς μαθητὰς του, καθήσατε ἐδῶ, ἕως ὅτου προσευχηθῶ.
33καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
Καὶ παίρνει μαζῆ του τὸν Πέτρον, τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἤρχισε νὰ καταλαμβάνεται ἀπὸ κατάπληξιν καὶ μεγάλην ὀδύνην καὶ νὰ αἰσθάνεται μεγάλη ψυχικὴν στενοχωρίαν.
34καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
Καὶ λέγει εἰς αὐτούς· <ἡ ψυχή μου εἶναι πλημμηρισμένη ἀπὸ λύπην, ὥστε κινδυνεύω νὰ ἀποθάνω ἀπὸ αὐτήν. Μείνατε ἐδῶ καὶ ἀγρυπνεῖτε>.
35καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα,
Καὶ ἀφοῦ ἐπροχώρησε ὀλίγον ἔπεσε πρηνής, μὲ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν γῆν καὶ προσηύχετο νὰ περάσῃ ἀπὸ αὐτὸν ἡ σκληρὰ ὥρα τῶν παθῶν, ἐὰν τοῦτο ἧτο δυνατόν, χωρὶς νὰ ματαιωθῇ τὸ θεῖον σχέδιον τῆς σωτηρίας τῶν ἀνθρώπων.
36καὶ ἔλεγεν· Ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι, παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλ᾿ εἴ τι σύ.
Καὶ ἔλεγε· <Πάτερ, Πάτερ μου, ὅλα εἶναι δυνατὰ εἰς σέ, ἀπομάκρυνε ἀπὸ ἐμὲ τὸ ποτήριον τοῦτο. Ὅμως ἂς γίνῃ ὄχι ἐκεῖνο ποὺ θέλω ἐγώ, ἀλλὰ ἐκεῖνο που θέλεις σύ>.
37καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;
Καὶ ἔρχεται καὶ εὑρίσκει τοὺς μαθητὰς νὰ κοιμῶνται καὶ λέγει εἰς τὸν Πέτρον· <Σίμων κοιμᾶσαι; Δὲν ἠμπορέσατε νὰ ἀγρυπνήσετε μίαν ὥραν;
38γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
Ἀγρυπνεῖτε, προσέχετε καὶ προσεύχεσθε, διὰ νὰ μὴ πέσετε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα εἴναι πρόθυμον νὰ ὑποτάσσεται εἰς τὸ θεῖον θέλημα, ἀλλὰ ἡ σάρξ, ἡ ἀνθρωπίνη φύσις, εἶναι ἀσθενής>.
39καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
Καὶ πάλιν ἀφοῦ ἀπεμακρύνθη ὀλίγον, προσηυχήθη καὶ εἶπε τὸν ἴδιον λόγον.
40καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
Καὶ ἐπιστρέψας εὑρῆκε αὐτοὺς πάλιν νὰ κοιμῶνται, διότι τὰ μάτια των κατεβαρύνοντο καὶ ἔκλειαν ἀπὸ νύσταν καὶ δὲν ἐγνώριζαν, τί νὰ τοῦ ἀποκριθοῦν.
41καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·
Καὶ ἔρχεται τρίτη φορὰν καὶ τοὺς λέγει· <κοιμᾶσθε λοιπὸν καὶ ἀναπαύεσθε! Ἀρκεῖ πλέον ὁ ὕπνος· ᾖλθεν ἡ ὥρα· ἰδοὺ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδεται εἰς τὰ χέρια τῶν ἁμαρτωλῶν.
42ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.
Σηκωθῆτε, πηγαίνομεν· ἰδοὺ ἐπλησίασε αὐτός ποὺ μὲ παραδίδει>.
Η σύλληψη του Ιησού43-52
Παράλληλα: Ματ ΚΣΤ 47-56, Λουκ ΚΒ 47-53, Ιωα ΙΗ 1-12
43Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων.
Καὶ ἀμέσως, ἐνῶ ὁ Κύριος ὠμιλοῦσε, φθάνει ὁ Ἰούδας ὁ Ἰσκαριώτης, ἔνας ἀπὸ τοὺς δώδεκα, καὶ μαζῆ του ὄχλος πολὺς μὲ μαχαίρια καὶ ρόπαλα, σταλμένοι ἀπὸ τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς καὶ τοὺς πρεσβυτέρους.
44δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.
Εἶχε δώσει εἰς αὐτοὺς ἐκ τῶν προτέρων ὁ Ἰούδας ἕνα σύνθημα λέγων· <ἐκεῖνος ποὺ θὰ φιλήσω, αὐτὸς εἶναι· πιᾶστε τον καὶ μεταφέρατέ τον ἀσφαλῶς>.
45καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· Χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν.
Καὶ ἀφοῦ ᾖλθεν ἐκεῖ ὁ Ἰούδας, ἀμέσως ἐπλησίασε τὸν Κύριον καὶ τοῦ εἶπε· <χαῖρε διδάσκαλε>, καὶ ἐφίλησε καὶ ξαναφίλησε αὐτὸν μὲ ὑποκριτικὴν στοργήν.
46οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.
Ἐκεῖνοι δὲ ἄπλωσαν ἐπάνω του τὰ χέρια των καὶ τὸν ἐπιασαν.
47Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
Κάποιος δὲ ἀπὸ αὐτούς, ποὺ ἔστεκαν ἐκεῖ κοντά, ἐτράβηξε τὴν μάχαιραν, ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἔκοψε τὸ αὐτί.
48καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
Ἔλαβε τότε ὁ Ἰησοῦς τὸν λόγον καὶ τοὺς εἶπε· <σὰν νὰ ἐπρόκειτο διὰ λῃστήν, ἐβγήκατε μὲ μαχαίρια καὶ ρόπαλα νὰ μὲ συλλάβετε;
49καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί.
Κάθε ἡμέραν ἤμουνα κοντὰ σας καὶ ἐδίδασκα εἰς τὰς αὐλὰς τοῦ ναοῦ καὶ δὲν μὲ ἐπιάσατε. Ἀλλὰ ὅλα αὐτὰ ἔγιναν, διὰ νὰ ἐκπληρωθοῦν ὅσα αἱ προφητεῖαι γράφουν>.
50καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
Καὶ οἱ μαθηταὶ τὸν ἐγκατέλειψαν καὶ ἔφυγαν ὅλοι.
51Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτόν οἱ νεανίσκοι.
Καὶ κάποιος νέος τὸν ἠκολούθησε γυμνός, τυλιγμένος μ᾿ ἕνα σινδόνι. Καὶ τὸν ἐπιασαν οἱ νέοι πού συμετεῖχαν εἰς τὸ ἀπόσμασμα.
52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν.
Ἐκεῖνος ὅμως ἀφῆκε τὸ σινδόνι εἰς τὰ χέρια των καὶ καθὼς ἧτο νύχτα ἔφυγε γυμνὸς ἀνάμεσα ἀπὸ αὐτούς. (Καὶ ἔτσι ἔμεινε ἐντελῶς μόνος ὁ Κύριος, ἐγκαταλελειμμένος ἀπὸ τοὺς μαθητὰς του καὶ ἀπὸ οἰανδήποτε ἄλλον, ποὺ θὰ ἔτρεφε κάποιαν συμπάθειαν πρὸς αὐτόν).
Ο Ιησούς στο μεγάλο συνέδριο53-65
Παράλληλα: Ματ ΚΣΤ 57-68, Λουκ ΚΒ 54-55, Λουκ ΚΒ 63-71, Ιωα ΙΗ 12-14, Ιωα ΙΗ 19-24
53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
Καὶ ὠδήγησαν τὸν Ἰησοῦν εἰς τὸν ἀρχιερέα· καὶ μαζεύονται εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
Καὶ ὁ Πέτρος ἠκολούθησεν τὸν Ἰησοῦν ἀπὸ μακρὰν μέχρι τὴν ἐσωτερικὴν αὐλὴν τοῦ ἀρχιερέως. Καὶ ἐκάθητο μαζῆ μὲ τοὺς ὑπηρέτας καὶ ἐθερμαίνετο πλησίον εἰς τὸ φῶς, ποὺ ἔρριπτε ἡ φωτιά.
55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
Οἱ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζητοῦσαν νὰ εὔρουν ἐνοχοποιητικὴν μαρτυρίαν ἐνάντιον τοῦ Ἰησοῦ, διὰ νὰ τὸν θανατώσουν, καὶ δὲν εὔρισκαν.
56πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
Διότι πολλοὶ παρουσιάσθησαν καὶ κατέθεσαν ἐναντίον του ψευδομαρτυρίας, ἀλλὰ δὲν ἦσαν αἱ καταθέσεις των σύμφωνοι μεταξὺ των.
57καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντες
Καὶ μερικοὶ προσῆλθαν καὶ ἐψευδομαρτυροῦσαν ἐναντίον αὐτοῦ λέγοντες
58ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
ὅτι <ἡμεῖς τὸν ἀκούσαμε νὰ λέγῃ: Ἐγὼ θὰ κρημνίσω τὸν ναὸν αὐτόν, τὸν κτισμένον ἀπὸ χέρια ἀνθρώπων, καὶ ἕντος τριῶν ἡμερῶν θὰ ἀνοικοδομήσω ἄλλον ἀχειροποίητον>.
59καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
Ἀλλὰ οὔτε καὶ ἔτσι δὲν ἧτο σύμφωνος ἡ κατάθεσίς των.
60καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;
Τότε ἐσηκώθηκε ὁ ἀρχιερεύς, ἐστάθη εἰς τὸ μέσον, καὶ ἐρωτοῦσε τὸν Ἰησοῦν λέγων· <δὲν ἀπαντᾷς τίποτε; Τί εἶναι αὐτά, ποῦ σὲ κατηγοροῦν αὐτοὶ ἐδῶ;>
61ὁ δὲ ἐσιώπα καὶ οὐδέν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
Αὐτὸς δὲ ἐσιωποῦσε καὶ δὲν ἔδωσε καμμίαν ἀπάντησιν. Πάλιν ὁ ἀρχιερεὺς τὸν ἐρωτοῦσε καὶ τοῦ ἔλεγε: <Σὺ εἷσαι ὁ Χριστός, ὁ υἱὸς τοῦ εὐλογημένου καὶ δοξασμένου Θεοῦ;>
62ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
Ὁ δὲ Ἰησοῦς εἶπε· <ἐγὼ εἷμαι· καὶ θὰ ἰδῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου νὰ κάθεται εἰς τὰ δεξιὰ τοῦ παντοδυνάμου Θεοῦ καὶ νὰ ἔρχεται πάλιν ἐπάνω εἰς τὰς νεφέλας τοῦ οὐρανοῦ>. (Προαναγγέλλει τὴν ἔνδοξον δευτέραν του παρουσίαν, διὰ νὰ τοὺς δώσῃ εὐκαιρίαν μήπως καὶ συναισθανθοῦν τὸ βάρος τοῦ ἐγκλήματός των καὶ μετανοήσουν).
63ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
Ὁ δὲ ἀρχιερεὺς ἔσχισε τὰ ροῦχα του διὰ τὴν ὕβριν τάχα ἐναντίον τοῦ Θεοῦ ποὺ ἤκουσε καὶ εἶπε· <τί μᾶς χρειάζονται πλέον οἱ μάρτυρες;
64ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
Ἠκούσατε βέβαια τὴν βλασφημίαν· τί γνώμην ἔχετε; Αὐτοὶ δὲ ὅλοι μ᾿ ἕνα στόμα κατεδίκασαν αὐτόν, ὅτι εἶναι ἔνοχος θανάτου διὰ τὴν βλασφημίαν, ποὺ ἐξεστόμισε.
65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον.
Καὶ ἤρχισαν μερικοὶ νὰ τὸν φτύνουν, νὰ τοῦ σκεπάζουν ὁλόγυρα τὸ πρόσωπόν του, ὥστε νὰ μὴ βλέπῃ, νὰ καταφέρουν ἰσχυρὰ ραπίσματα καὶ γρονθοκοπήματα καὶ νὰ τοῦ λέγουν· <προφήτεψέ μας ποιὸς εἶναι ἐκεῖνος ποὺ σὲ ἐκτύπησε>. Καὶ οἱ ὑπηρέται ἐκτυποῦσαν αὐτὸν μὲ ραπίσματα.
Η άρνηση του Πέτρου66-72
Παράλληλα: Ματ ΚΣΤ 69-75, Λουκ ΚΒ 54-62, Ιωα ΙΗ 15-18, Ιωα ΙΗ 25-27
66Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
Ἐνῶ δὲ ὁ Πέτρος εὑρίσκετο κάτω εἰς τὴν αὐλήν, ᾖλθε μία ἀπὸ τὰς ὑπηρετρίας τοῦ ἀρχιερέως
67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα.
καὶ ὅταν εἶδε τὸν Πέτρον νὰ ζεσταίνεται, τὸν ἐκύτταξε μὲ πολλὴν προσοχὴν καὶ τοῦ εἶπε· <καὶ σὺ ἤσουν μαζῆ μὲ τὸν Ἰησοῦν τὸν Ναζαρηνόν>.
68ὁ δὲ ἠρνήσατο λέγων· Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε.
Ἐκεῖνος ὅμως ἠρνήθη λέγων· <δὲν γνωρίζω οὔτε ἐνοῳ τί λέγεις>. Καὶ ἐβγῆκε ἔξω εἰς τὸ προαύλιον καὶ ὁ πετεινὸς ἐλάλησε.
69καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν.
Καὶ ἡ ὑπηρέτρια, ὅταν τὸν ξαναεῖδε, ἤρχισε νὰ λέγῃ εἰς αὐτούς ποὺ ἔστεκαν ἐκεῖ, ὅτι αὐτὸς εἶναι ἀπὸ ἐκείνους.
70ὁ δὲ ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει.
Ὁ δὲ Πέτρος πάλιν ἠρνήθη. Καὶ ἔπειτα ἀπὸ ὀλίγον πάλιν οἱ παριστάμενοι ἔλεγαν εἰς τὸν Πέτρον· <πράγματι εἷσαι ἀπὸ αὐτούς, διότι εἷσαι Γαλιλαῖος, καὶ ἡ προφορά σου ὁμοιάζει μὲ τὴν προφορὰν τῶν Γαλιλαίων>.
71ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.
Αὐτὸς δὲ ἤρχισε να καταριέται καὶ νὰ ὁρκίζεται, ὅτι <δὲν ξεύρω τὸν ἄνθρωπον αὐτόν, ποὺ λέτε>.
72καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.
Καὶ δευτέραν φορὰν ὁ πετεινὸς ἐλάλησε. Καὶ ἐθυμήθηκε ὁ Πέτρος τὸν λόγον, ποὺ τοῦ εἶχε πῇ ὁ Ἰησοῦς, ὅτι πρὶν ὁ πετεινὸς λαλήσῃ δύο φορές, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές. Καὶ ἐκάλυψε τὸ πρόσωπον καὶ ἤρχισε νὰ κλαίῃ. (Ἡ βαθεῖα συναίσθησις τοῦ βαρέος σφάλματός του, ἡ συγκλονιστικὴ του λύπη, τὰ θερμὰ δάκρυα τῆς μετανοίας τὸν ἐπανέφεραν καὶ πάλιν ψυχικῶς πλησίον τοῦ Διδασκάλου καὶ τὸ ἔκαμαν ἄξιον νὰ δεχθῇ τὴν συγχώρησιν καὶ τὴν ἐξάλειψιν τῆς μεγάλης του ἐνοχῆς).