Κατὰ Μᾶρκον
Ανθρώπινες παραδόσεις και θεϊκές εντολές1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων· 1Καὶ συνεκεντρώθησαν γύρῳ ἀπὸ αὐτὸν οἱ Φαρισαῖοι καὶ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς, ποὺ εἴχαν ἔλθει ἀπὸ τὰ Ἱεροσόλυμα. 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τοῦτ᾿ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους, ἐμέμψαντο· 2Ὅταν δὲ εἶδαν μερικοὺς ἀπὸ τοὺς μαθητὰς του νὰ τρώγουν ψωμὶ μὲ ἄνιπτα χέρια, μολυσμένα ὅπως τὰ θεωροῦσαν αὐτοί, τοὺς κατέκριναν. 3οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· 3Διότι οἱ Φαρισαῖοι καὶ ὅλοι οἱ Ἰουδαῖοι, ἐὰν δὲν νίψουν τὰ χέρια των, δὲν τρώγουν. Καὶ τὸ κάνουν αὐτό, διὰ νὰ κρατήσουν τὴν παράδοσιν τῶν πρεσβυτέρων. 4καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν· 4Καὶ ὅταν γυρίσουν εἰς τὸ σπίτι ἀπὸ τὴν ἀγορὰν ἢ ἀπὸ ἄλλους δημοσίους τόπους, δὲν τρώγουν, ἐὰν δὲν πλυθοῦν ὁλόκληροι. Καὶ ἄλλα πολλὰ εἶναι, ποὺ παρέλαβαν ἀπὸ τὴν παράδοσίν των νὰ τὰ φυλάττουν, ὅπως εἶναι τὸ νὰ πλύνουν μέσα σὲ ἄφθνο νερὸ ποτήρια, κανάτια χάλκινα δοχεῖα, καὶ τὰ χαμηλὰ κρεββάτια τῆς τραπεζαρίας ἐπάνω εἰς τὰ ὁποῖα ξαπλωμένοι ἔτρωγαν. 5ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διατί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλ᾿ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; 5Ἔπειτα ἐρώτησαν τὸν Κύριον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· <διατὶ οἱ μαθηταί σου δὲν συμμορφώνονται μὲ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ τρώγουν τὸ ψωμὶ μὲ ἄπλυτα χέρια;> 6ὁ δὲ εἶπεν αὐτοῖς ὅτι Καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· 6(Οἱ Φαρισαῖοι ἐπρόσεχαν τοὺς τύπους καὶ ὄχι τὴν οὐσίαν, τὴν ἐξωτερικὴν συμπεριφορὰν καὶ ὄχι τὴν ἐσωτερικὴν ἁγνότητα, ἐπινοήσεις ἀνθρώπων καὶ ὄχι τὰς ἐντολὰς τοῦ Θεοῦ). Αὐτὸς δὲ ἀπεκρίθη καὶ τοὺς εἶπε ὅτι <πολὺ ὀρθὰ ἐπροφύτευσε γιὰ σᾶς τοὺς ὑποκριτὰς ὁ προφήτης Ἠσαΐας, ὅπως ἔχει γραφῆ: Αὐτὸς ὁ λαὸς μὲ τιμᾷ μόνον, μὲ τὰ χείλη, ἐνῶ ἡ καρδιά των ἀπέχει πολὺ ἀπὸ ἐμένα. 7μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 7Ἀνώφελα δὲ καὶ χαμένα μὲ σέβονται, διδάσκοντες διδασκαλίες ποὺ εἶναι ἐντολαὶ ἀνθρώπων καὶ ὄχι ἰδικαί μου. 8ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 8Διότι σεῖς ἀφήσατε τὴν ἐντολὴν τοῦ Θεοῦ καὶ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, δηλαδὴ πλυσίματα κανατιῶν καὶ ποτηριῶν καὶ ἄλλα πολλὰ τέτοια καὶ παρόμοια τηρεῖτε>. 9καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. 9Καὶ ἔλεγεν εἰς αὐτούς· <πολὺ εὔκολα μὲ τὴν ἰδέαν ὅτι καλῶς πράττετε, παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ νὰ τηρήσετε τὴν παράδοσί σας. 10Μωϋσῆς γὰρ εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 10Διότι ὁ Μωϋσῆς εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ ἐκεῖνος ποὺ κακολογεῖ τὸν πατέρα ἢ τὴν μητέρα, νὰ καταδικάζεται εἰς θάνατον. 11ὑμεῖς δὲ λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, κορβᾶν, ὅ ἐστι, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 11Σεῖς ὅμως λέγετε· ἔνας ἄνθρωπος εἶναι ἀδέσμευτος ἀπέναντι τῶν γονέων του, ἐὰν πῇ εἰς τὸν πατέρα του ἢ τὴν μητέρα του, ὅτι αὐτό ποὺ θέλεις νὰ πάρῃς ἀπὸ ἐμὲ διὰ τὴν ἐξυπηρέτησίν σου εἶναι κορβᾶν, δηλαδὴ ἱερὸν δῶρον καὶ ἀφιέρωμα εἰς τὸν Θεόν. 12καί οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρί αὐτοῦ, 12Καὶ δὲν τὸν ἀφίνετε πλέον αὐτὸν νὰ κάμῃ τίποτε διὰ τὴν ἐξυπηρέτησιν του πατρὸς του ἢ τῆς μητρὸς του, ὅπως διατάσσει ὁ νόμος τοῦ Θεοῦ. 13ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 13Καὶ ἔτσι ἀχρηστεύετε τὸν λόγον τοῦ Θεοῦ μὲ τὴν παράδοσίν σας, τὴν ὁποίαν ἔχετε παραδώσει εἰς τὸν λαόν. Καὶ πολλὰ τέτοια παρόμοια κάνετε>. Τι κάνει τον άνθρωπο ακάθαρτο14Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς· Ἀκούετέ μου πάντες καὶ συνίετε. 14Καὶ ἀφοῦ προσεκάλεσε ὅλον τὸν λαόν, ἔλεγεν εἰς αὐτούς· <ἀκοῦστε ὅλοι αὐτό, ποὺ θὰ σᾶς πῶ καὶ καταλάβετέ το καλά. 15οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτόν κοινῶσαι, ἀλλὰ τὰ ἐκπορευόμενά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. 15Τίποτε ἀπὸ ὅσα εἰσέρχονται ἀπ᾿ ἔξω ὡς τροφὴ εἰς τὸν ἄνθρωπον διὰ τοῦ σώματος, δὲν ἠμπορεῖ νὰ κάμῃ τὸν ἄνθρωπον βέβηλον καὶ ἀκάθαρτον ἀπέναντι τοῦ Θεοῦ. Ἀλλὰ ὅσα βγαίνουν ἀπὸ ἀκάθαρτον καρδίαν, αὐτὰ εἶναι ποὺ μολύνουν τὸν ἄνθρωπον. 16εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 16Ὅποιος ἔχει ἀνοικτὰ τὰ αὐτιὰ τῆς ψυχῆς του καὶ καλὴν διάθεσιν διὰ νὰ ἀκούῃ, ἂς ἀκούῃ>. 17Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς. 17Καὶ ὅταν ἀφῆκε τὸ πλῆθος καὶ ἐμπῆκε εἰς τὸ σπίτι, τὸν ἠρώτησαν οἱ μαθηταὶ του διὰ τὸ νόημα τῆς παραβολῆς αὐτῆς. 18καὶ λέγει αὐτοῖς· Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὔπω νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι; 18Καὶ λέγει εἰς αὐτούς· <ἔτσι καὶ σεῖς σὰν τοὺς πολλοὺς εἷσθε ἀνίκανοι ν᾿ ἀντιληφθῆτε τὸ νόημα τῆς παραβολῆς; Δὲν καταλαβαίνετε ὅτι κάθε τι, ποὺ ἀπ᾿ ἔξω εἰσάγεται μὲ τὸ στόμα εἰς τὸν ἄνθρωπον, δὲν ἠμπορεῖ νὰ τὸν μολύνῃ; 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλὰ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα. 19Διότι δὲν εἰσέρχεται εἰς τὴν καρδίαν του, ἀλλὰ εἰς τὴν κοιλίαν, ἀπὸ ὅπου τὸ περιττὸν καὶ ἄχρηστον ἀπορρίπτεται εἰς τὸ ἀφοδευτήριον καὶ ἀφίνει καθαρὰς μέσα εἰς τὸν ὀργανισμὸν ὅλας τὰς ἄλλας τροφάς>. 20ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 20Ἔλεγε δὲ ὅτι <αὐτό ποὺ βγαίνει ἀπὸ τὸ ἐσωτερικὸν τοῦ ἀνθρώπου εἶναι ἐκεῖνο, ποὺ κάνει μολυσμένον καὶ βέβηλον τὸν ἄνθρωπον. 21ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι, 21Διότι ἀπὸ μέσα ἀπὸ τὴν καρδίαν τῶν ἀνθρώπων ξεχύνονται αἱ κακαὶ σκέψεις καὶ ἀποφάσεις, μοιχεῖαι, πορνεῖα, φόνοι, 22κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 22κλοπαί, πλεονεξίαι, πονηρίαι, δολιότητες, ἠθικὴ παραλυσία καὶ διαστροφή, μάτι μοχθηρόν, βλασφημία, ὑπερηφάνεια, παραλογισμὸς καὶ σκοτισμὸς τοῦ νοῦ ἀπὸ τὴν ἁμαρτίαν. 23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον. 23Ὅλα αὐτὰ τὰ πονηρὰ βγαίνουν ἀπὸ τὸ ἐσωτερικὸν καὶ αὐτὰ κάνουν τὸν ἄνθρωπον ἀκάθαρτον ἀπέναντι τοῦ Θεοῦ>. Η πίστη μιάς ειδωλολάτρισσας24Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. 24Καὶ ἀπὸ ἐκεῖ ἐξεκίνησε καὶ ἐπῆγεν εἰς τὰ σύνορα Τύρου καὶ Σιδῶνος. Ἐμπῆκε εἰς ἕνα σπίτι, ὅπου θὰ ἕμενε καὶ δὲν ἤθελε κανεὶς νὰ μάθῃ ὅτι ἧτο ἐκεῖ. Ἀλλὰ δὲν ἠμπόρεσε νὰ ξεφύγῃ ἀπὸ τὴν προσοχὴν τῶν ἀνθρώπων. 25ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ· 25Διότι ὅταν ἤκουσε δι᾿ αὐτὸν μία γυναῖκα, τῆς ὁποίας ἡ μικρὰ κόρη εἶχε πονηρὸν πνεῦμα, ᾖλθε καὶ ἔπεσε γονατιστὴ ἐμπρὸς εἰς τὰ πόδια του. 26ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 26Αὐτὴ δὲ ἡ γυναῖκα ἧτο κατὰ τὴν μόρφωσιν καὶ τὴν θρησκείαν Ἑλληνίδα, δηλαδὴ εἰδωλολάτρις, κατὰ δὲ τὴν καταγωγὴν καὶ τὴν πατρίδα Συροφοινίκισσα. Καὶ παρακαλοῦσε αὐτὸν νὰ διώξῃ τὸ δαιμόνιον ἀπὸ τὴν θυγατέρα της. 27ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν. 27Ὁ δὲ Ἰησοῦς τῆς εἶπεν· <ἄφησε πρῶτα νὰ χορτασθοῦν τὰ τέκνα τοῦ Θεοῦ, δηλαδὴ οἱ Ἰσραηλίται, διότι δὲν εἶναι ὀρθὸν νὰ πάρῃ κανεὶς τὸ ψωμὶ τῶν παιδιῶν καὶ νὰ τὸ ρίξῃ εἰς τὰ σκυλάκια, δηλαδὴ εἰς τοὺς εἰδωλολάτρας>. (Τοῦτο δὲ ἔλεγε, διὰ νὰ δώσῃ ἀφορμὴ εἰς τὴν Συροφοινίκισσαν νὰ ἐκδηλώσῃ τὴν μεγάλην της πίστιν καὶ πεισθοῦν οἱ μαθηταί, ὅτι καὶ οἱ ἐθνικοὶ εἶναι ἄξιοι τῶν δωρεῶν του). 28ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· Ναί, Κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 28Ἐκείνη δὲ ἀπεκρίθη καὶ τοῦ εἶπε· <ναί, Κύριε, ἐγὼ εἷμαι πράγματι σὰν τὰ σκυλάκια· ἀλλὰ καὶ τὰ σκυλάκια, κάτω ἀπὸ τὸ τραπέζι τοῦ φαγητοῦ, τρώγουν ἀπὸ τὰ ψίχουλα τῶν παιδιῶν>. 29καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. 29Καὶ εἶπεν εἰς αὐτὴν <δι᾿ αὐτὸν τὸν λόγον, ποὺ εἶπες καὶ ὁ ὁποῖος δείχνει τὴν πίστιν καὶ τὴν ταπείνωσίν σου, πήγαινε εἰς τὸ καλό· τὸ δαιμόνιον ἔχει πλέον βγῆ ἀπὸ τὴν θυγατέρα σου>. 30καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρε τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός. 30Καὶ ὅταν αὐτὴ ἐπῆγε εἰς τὸ σπίτι της, εὑρῆκε τὴν θυγατέρα τῆς ἥσυχη εἰς τὸ κρεββάτι, καὶ τὸ δαιμόνιον πλέον νὰ ἔχῃ βγῆ. Θεραπεία κωφαλάλου31Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 31Πάλιν δὲ ἀφοῦ ἐβγῆκεν ὁ Ἰησοῦς ἀπὸ τὰ ὅρια τῆς Τύρου καὶ τῆς Σιδῶνος, ᾖλθεν κοντὰ εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας διὰ μέσου τῆς περιοχῆς τῆς Δεκαπόλεως. 32καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 32Καὶ φέρουν εἰς αὐτὸν ἕνα κωφάλαλον καὶ τὸν παρακαλοῦν νὰ βάλῃ τὸ χέρι του ἐπάνω εἰς αὐτόν. 33καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 33Καὶ ὁ Ἰησοῦς ἀφοῦ τὸν ἐπῇρε ἰδιαιτέρως ἀπὸ τὸν ὄχλον, ἔβαλε τὰ δάκτυλά του εἰς τὰ αὐτιὰ ἐκείνου καὶ ἀφοῦ ἔπτυσε ὀλίγον εἰς τὸ δάκτυλό του, ἤγγισε τὴν γλῶσσαν τοῦ κωφαλλάλου. 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· Ἐφφαθά, ὅ ἐστι διανοίχθητι. 34Καὶ ἀφοῦ ἐσήκωσε τὰ μάτια εἰς τὸν οὐρανόν, ἐστέναξε (διὰ τὰς θλίψεις καὶ στενοχωρίας τῶν ἀνθρώπων) καὶ τοῦ εἶπε· <ἐφφαθά>, δηλαδὴ νὰ ἀνοιχθῇ ἀμέσως ἡ ἀκοή. 35καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 35Καὶ ἀμέσως ἤνοιξαν πράγματι τὰ αὐτιὰ τοῦ κωφαλάλου καὶ ἐλύθη τὸ δέσιμον τῆς γλώσσης του καὶ ὠμιλοῦσε μὲ εὐκολίαν καὶ ἀκρίβειαν. 36καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 36Καὶ παρήγγειλεν εἰς αὐτούς, νὰ μὴ εἴπουν εἰς κανένα τίποτε. Ὅσον ὅμως αὐτὸς τοὺς διέτασσε, τόσον καὶ περισσότερον ἐκεῖνοι διαλαλοῦσαν τὰ θαύματά του. 37καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν. 37Καὶ ὁ θαυμασμὸς τῶν ἀνθρώπων ἐξεπερνοῦσε κάθε ὅριον καὶ ἔλεγαν· <πολὺ καλὰ ὅλα τὰ ἔχει κάμει· καὶ εἰς τοὺς κωφοὺς δίδει τὴν ἀκοὴν καὶ εἰς τοὺς ἀλάλους τὴν ὁμιλίαν>.