Μετάβαση στο περιεχόμενο
Κείμενα
Είσοδος
Ελεύθερη ανάγνωση: η Αγία Γραφή είναι ανοιχτή σε όλους, χωρίς λογαριασμό. Με λογαριασμό έχετε πρόσβαση σε όλη τη βιβλιοθήκη. Σύνδεση
Καινὴ Διαθήκη · Εὐαγγέλιον

Κατὰ Ἰωάννην

Κεφάλαιον Η΄
Λειτουργία ανάγνωσης

Η περίπτωση της μοιχαλίδας1-11

1Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν·

Ὁ δὲ Ἰησοῦς ἐπῆγεν εἰς τὸ ὅρος τῶν ἐλαιῶν.

2ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς.

Ἐνῶ δὲ ἀκόμη ἧτο πρωΐ, ᾖλθεν πάλιν εἰς τὸν ναὸν καὶ ὅλος ὁ λαὸς ἤρχετο πρὸς αὐτόν. Καὶ ἀφοῦ ἐκάθισε, τοὺς ἐδίδασκε.

3ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ

Οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι φέρουν τότε μίαν γυναῖκα, ἡ ὁποία εἶχε συλληφθῆ ἐπ᾿ αὐτοφώρῳ καταπατοῦσα τὴν συζυγικὴν πίστιν. Καὶ ἀφοῦ τὴν ἔβαλαν ὀρθίαν εἰς τὸ μέσον τοῦ συγκεντρωμένου πλήθους,

4λέγουσιν αὐτῷ· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ᾿ αὐτοφώρῳ μοιχευομένη·

τοῦ λέγουν· <Διδάσκαλε, αὐτὴ ἡ γυναίκα ἔχει συληφθῆ ἐπ᾿ αὐτοφώρῳ νὰ καταπατῇ τὴν συζυγικὴν πίστιν·

5ἐν δὲ τῷ νόμῳ ἡμῶν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν.

καὶ εἰς τὸν νόμον μας ὁ Μωϋσῆς διέταξε νὰ λιθοβολοῦνται αὐταὶ αἱ γυναῖκες.

6σὺ οὖν τί λέγεις; τοῦτο δὲ εἶπον ἐκπειράζοντες αὐτόν, ἵνα σχῶσι κατηγορίαν κατ᾿ αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν.

Σύ, λοιπόν, τί λέγεις;> Αὐτὸ δὲ εἶπαν, διὰ νὰ τὸν θέσουν εἰς πειρασμὸν καὶ νὰ ἔχουν ἐναντίον του κατηγορίαν. (Διότι ἐὰν ἠμπόδιζε τὸν λιθοβολισμόν, θὰ ἐφαίνετο καταλύων τὸν μωσαϊκὸν νόμον, ἐὰν τὸν ἐπέτρεπε, θὰ παρέβαινε τὸν ρωμαϊκὸν νόμον). Ὁ δὲ Ἰησοῦς ἔσκυψε κάτω καὶ μὲ τὸ δάκτυλόν του ἔγραφεν εἰς τὸ ἔδαφος.

7ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψε καὶ εἶπεν αὐτοῖς· Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος βαλέτω λίθον ἐπ᾿ αὐτὴν.

Ἐπειδὴ δὲ ἐκεῖνοι ἐπέμενον νὰ τὸν ἐρωτοῦν, ἐσήκωσε τὴν κεφαλὴν καὶ τοὺς εἶπεν· <ὁ ἀναμάρτητος ἀπὸ σᾶς ἂς ρίψῃ πρῶτος λίθον ἐπάνω της>.

8καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.

Καὶ ἀφοῦ ἔσκυψε πάλιν κάτω, διὰ νὰ τοὺς δώσῃ καιρὸν νὰ συναισθανθοῦν τὴν ἰδικὴν των ἁμαρτωλότητα ἔγραφεν εἰς τὴν γῆν.

9οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ᾿ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθη ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.

Ἐκεῖνοι δέ, ὅταν ἤκουσαν τὸ λόγια του, ἤρχισαν ὁ ἔνας μετὰ τὸν ἄλλον νὰ φεύγουν, ἀρχῆς γενομένης ἀπὸ τοὺς γεροντοτέρους (διότι ὅλοι ἤρχισαν νὰ δοκιμάζουν ἐλέγχους τῆς συνειδήσεως διὰ τὰ ἰδικὰ των ἁμαρτήματα). Καὶ ἀπέμεινεν ὁ Ἰησοῦς καὶ ἡ γυναῖκα, ἡ ὁποία ἐστέκετο ὀρθία εἰς τὸ μέσον τῶν ἄλλων.

10ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Γύναι, ποῦ εἰσιν; οὐδείς σε κατέκρινεν;

Ἐσήκωσε τότε ὁ Ἰησοῦς τὴν κεφαλὴν καὶ τῆς εἶπε: <γυναῖκα, ποῦ εἶναι αὐτοὶ ποὺ σὲ κατηγόρησαν; Κανεὶς δὲν σὲ κατέκρινε ἀξίαν λιθοβολισμού;>

11ἡ δὲ εἶπεν· Οὐδείς, Κύριε. εἶπε δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.

Ἐκείνη δὲ εἶπε· <κανείς, Κύριε>. Εἶπε δὲ ὁ Ἰησοῦς· <οὔτε ἐγώ, ποὺ εἷμαι ἀναμάρτητος, σὲ κατακρίνω. Πήγαινε καὶ ἀπὸ τώρα καὶ πέρα μὴ ἁμαρτάνεις πλέον>.

Ο Ιησούς είναι το φώς του κόσμου12-20

Ανάγνωσμα · Κυρ. Πεντηκοστής, , Η 12

12Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.

Πάλιν, λοιπόν, ὡμίλησε πρὸς αὐτοὺς ὁ Ἰησοῦς λέγων· <ἐγὼ εἷμαι τὸ φῶς ὅλου τοῦ κόσμου, ἐκεῖνος ποὺ μὲ ἀκολουθεῖ πιστὰ δὲν θὰ περιπατήσῃ εἰς τὸ σκότος μὲ ἄμεσον τὸν κίνδυνον νὰ κρημνισθῇ εἰς τὰ βάραθρα, ἀλλὰ θὰ ἔχῃ τὸ πνευματικὸν φῶς ποὺ ἀκτινοβολεῖται ἀπὸ τὸν Θεόν, τὴν πηγὴν τῆς ζωῆς.

13εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.

Εἶπαν τότε πρὸς αὐτὸν οἱ Φαρισαῖοι· <σὺ δίδεις μόνος σου μαρτυρίαν διὰ τὸν εὐατόν σου. Ἡ μαρτυρία σου ὅμως αὐτὴ δὲν εἶναι ἀληθινή, ἐφ᾿ ὅσον κανεὶς ἄλλος δὲν τὴν ἐπιβεβαιώνει>.

14ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω.

Ἀπήντησεν ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· <καὶ ἐὰν ἀκόμη ἐγὼ μόνος μαρτυρῶ διὰ τὸν εὐατόν μου, ἡ μαρτυρία μου εἶναι ἀληθινή, διότι τὴν ἀλήθειαν πάντοτε λέγω καὶ διότι ἐγὼ γνωρίζω πολὺ καλά, ἀπό ποῦ ἦλθα καί ποῦ ὑπάγω. Ἦλθα ἀπὸ τὸν Πατέρα καὶ ἐπιστρέφω πρὸς τὸν Πατέρα. Σεῖς ὅμως δὲν γνωρίζετε ἀπό ποῦ ἔρχομαι καί ποῦ πηγαίνω.

15ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα.

Σεῖς σχηματίζετε κρίσιν σύμφωνα μὲ τὰ ἐξωτερικὰ φαινόμενα τῆς ἀνθρωπίνης μου φύσεως. Ἐγὼ καίτοι ἔχω τὸ δικαίωμα νὰ κρίνῳ καὶ νὰ ἐπιβάλω τιμωρίας, δὲν κρίνῳ καὶ δὲν καταδικάζω κανένα μέχρι τῆς δευτέρας παρουσίας μου.

16καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾿ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.

Καὶ ἐὰν ἀπὸ τώρα θελήσω ἐγὼ νὰ κρίνῳ, ἡ κρίσις μου θὰ εἶναι ἀληθινή, διότι δὲν εἷμαι ἐγὼ μόνος, ἀλλὰ εἵμεθα ἐγὼ καὶ ὁ Πατήρ, ὁ ὁποῖος μὲ ἔστειλε, καὶ ἡ κρίσις μας εἶναι ἀπολύτως ὀρθὴ καὶ δικαία.

17καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.

Ἄλλωστε καὶ εἰς τὸν νόμον σας ἔχει γραφῆ, ὅτι ἡ μαρτυρία δύο ἀνθρώπων εἶναι ἀληθινὴ καὶ βάσει αὐτῆς δύναται ὁ δικαστὴς νὰ ἀποφασίσῃ.

18ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.

Καὶ ἐπὶ τοῦ προκειμένου ἐγὼ εἷμαι ὁ ἔνας ποὺ μαρτυρῶ διὰ τὸν ἑαυτόν μου, ἀλλὰ δι᾿ ἐμὲ μαρτυρεῖ καὶ ὁ Πατήρ, ὁ ὁποῖος μὲ ἔστειλε>.

19ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ᾔδειτε ἂν.

Ἔλεγαν τότε πρὸς αὐτόν· <ποῦ εἶναι ὁ Πατήρ σου, διὰ τὸν ὁποῖον λέγεις ὅτι μαρτυρεῖ;> Ἀπήντησεν ὁ Ἰησοῦς· <οὔτε ἐμὲ ὡς Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸν γνωρίζετε οὔτε τὸν Πατέρα μου. Ἐὰν εἴχατε γνωρίσει ἐμέ, θὰ ἐγνωρίζατε καὶ τὸν Πατέρα μου, διότι ἐγὼ περὶ αὐτοῦ πολλὲς φορὲς ὡμίλησα καὶ αὐτὸν εἰς τοὺς πιστοὺς ἀκροατάς μου ἐφανέρωσα>.

20Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

Αὐτὰ τὰ λόγια εἶπεν ὁ Ἰησοῦς κοντὰ εἰς τὸ θησαυροφυλάκιον τῶν προσφορῶν καὶ βοηθημάτων, διδάσκων εἰς τὴν αὐλὴν τοῦ ναοῦ καὶ κανεὶς δὲν συνέλαβεν αὐτόν, διότι δὲν εἶχε ἔλθει ἀκόμη ἡ προσδιωρισμένη ἀπὸ τὸν Θεὸν ὥρα του.

Εκεί που πηγαίνω εγώ εσείς δεν μπορείτε να ‘ρθείτε21-30

21Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

Εἶπε, λοιπόν, πάλιν εἰς αὐτοὺς ὁ Ἰησοῦς· <ἐγὼ πηγαίνω πρὸς τὸν Πατέρα μου, ἀφοῦ τελειώσω τὸ ἔργον μου, καὶ θὰ μὲ ἀναζητήσετε ὡς Σωτῆρα σας, ὅταν αἱ συμφοραὶ ἐπιπέσουν ἐναντίον σας, ἀλλὰ διὰ τὴν ἀπιστίαν σας θὰ ἀποθάνετε ζυμωμένοι μὲ τὴν ἁμαρτίαν σας. Δι᾿ αὐτὸ καὶ ὅπου ἐγὼ πηγαίνω, δὲν ἠμπορεῖτε σεῖς νὰ ἔλθετε>.

22ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

Ἔλεγαν τότε οἱ Ἰουδαῖοι· <μήπως θανατώσῃ μόνος του τὸν εὐατὸν του; Διότι λέγει, ὅτι ὅπου ἐγὼ πηγαίνω, σεῖς δὲν ἠμπορεῖτε νὰ ἔλθετε>.

23καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.

Καὶ εἶπεν πρὸς αὐτούς· <σεῖς εἷσθε ἀπὸ τὰ κάτω, ἀπὸ τὴν γῆν καὶ ἔχετε γήϊνα καὶ ὑλικὰ φρονήματα καὶ ἐλατήρια. Ἐγὼ ὅμως εἷμαι ἐκ τῶν ἄνω, ἀπὸ τὸν οὐρανὸν μὲ οὐράνιον πνευματικὸν πλοῦτον. Σεῖς εἷσθε ἀπὸ τὸν ἁμαρτωλὸν τοῦτον κόσμον, ποὺ ζῇ μακρὰν ἀπὸ τὸν Θεόν. Ἐνῶ ἐγώ, καίτοι ζῶ τώρα εἰς τὸν κόσμον, δὲν προέρχομαι ἀπὸ τὸν κόσμον τοῦτον.

24εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.

Δι᾿ αὐτὸ καὶ σᾶς εἶπα ὅτι θὰ ἀποθάνετε ζυμωμένοι μὲ τὰς ἁμαρτίας σας, διότι εἷσθε, καὶ ἐπιμένετε νὰ εἷσθε, ἄνθρωποι τοῦ ἁμαρτωλοῦ τούτου κόσμου. Ἐὰν δὲ δὲν πιστεύσετε ὅτι ἐγὼ εἷμαι ὁ Μεσσίας, ὁ ἀληθινὸς καὶ μοναδικὸς Σωτήρ, θὰ ἀποθάνετε βυθισμένοι εἰς τὰς ἁμαρτίας σας>.

25ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ὅ,τι καὶ λαλῶ ὑμῖν.

Εἶπαν τότε πρὸς αὐτόν· <ποῖος εἷσαι σύ, ποὺ ἰσχυρίζεσαι ὅτι χωρὶς σὲ δὲν ἠμποροῦμεν νὰ σωθῶμεν;> Καὶ ἀπήντησεν εἰς αὐτοὺς ὁ Ἰησοῦς· <εἷμαι ὅ,τι εὐθὺς ἐξ ἀρχῆς καὶ συνεχῶς λέγω πρὸς σᾶς.

26πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾿ ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ, ταῦτα λέγω εἰς τὸν κόσμον.

Πολλὰ ἀκόμη ἔχω νὰ πῶ διὰ σᾶς καὶ νὰ σᾶς κρίνῳ, δὲν θὰ τὰ δεχθῆτε ὅμως. Ἀλλὰ ἐκεῖνος ποὺ μὲ ἔστειλε, εἶναι ἀπολύτως ἀληθινός, καὶ ἐγὼ ὅσα ἤκουσα ἀπὸ αὐτόν, αὐτὰ ἀκριβῶς λέγω εἰς τὸν κόσμον, πάντοτε δηλαδὴ ἀληθινὰ καὶ δίκαια>.

27οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.

Οἱ Ἰουδαῖοι ὅμως δὲν ἀντελήφθησαν ὅτι τοὺς ἔκανε λόγον διὰ τὸν οὐράνιον Πατέρα του.

28εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατὴρ μου, ταῦτα λαλῶ.

Εἶπε τότε πρὸς αὐτοὺς ὁ Ἰησοῦς· <ὅταν ὑψώσετε ἐπάνω εἰς τὸν σταυρὸν τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε θὰ μάθετε ὅτι εἷμαι ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Σωτὴρ τοῦ κόσμου καὶ ὅτι ἀπὸ τὸν εὐατόν μου ἐγὼ δὲν κάνω τίποτε ἀπολύτως, ἀλλὰ ὅπως μὲ ἐδίδαξε ὁ Πατήρ μου, αὐτὰ ἀκριβῶς λέγω.

29καὶ ὁ πέμψας με μετ᾿ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατὴρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.

Καὶ ἐκεῖνος, ποὺ μὲ ἔστειλε, εἶναι μαζῆ μου. Δὲν μὲ ἀφῆκε ποτὲ μόνον ὁ Πατήρ, ἀλλὰ ἔχει συνεχῆ καὶ ἀδιατάρακτον ἐπικοινωνίαν μὲ ἐμέ, διότι ἐγὼ πράττω πάντοτε αὐτά ποὺ τοῦ εἶναι εὐάρεστα>.

30Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

Ἐνῶ δὲ ἐδίδασκεν αὐτὰ ὁ Ἰησοῦς, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

Η αλήθεια θα σας ελευθερώσει31-47

31Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,

Πρὸς αὐτούς, λοιπόν, τοὺς Ἰουδαίους ποὺ εἴχαν πιστεύσει, εἶπεν ὁ Ἰησοῦς καὶ τὰ ἐξῄς· <ἐὰν σεῖς μείνετε ἀκλόνητοι εἰς τὴν διδασκαλίαν μου καὶ τὴν ἐφαρμόζετε εἰς τὴν ζωὴν σας, τότε θὰ εἷσθε ἀληθινοὶ μαθηταί μου

32καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.

καὶ θὰ γνωρίσετε, ὄχι μόνον ἀπὸ τὴν διδασκαλίαν μου, ἀλλὰ καὶ ἀπὸ τὴν προσωπικὴν σας πεῖραν, τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια θὰ σᾶς ἐλευθερώσῃ ἀπὸ τὴν τυραννίαν καὶ τὸν θάνατον, ποὺ φέρνει ἡ ἁμαρτία>.

33ἀπεκρίθησαν αὐτῷ· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε;

Ἐκεῖνοι δὲν ἐνόησαν τὰ λόγια του, ἐνόμισαν ὅτι τοὺς ἀποκαλεῖ δούλους ξένων κατακτητῶν, καὶ μὲ ἔξαψιν εἶπον· <ἡμεῖς εἵμεθα ἀπόγονοι τοῦ Ἀβραὰμ προωρισμένοι νὰ κατακτήσωμεν τὸν κόσμον καί ποτὲ ἕως τώρα δὲν ἐγίναμεν δοῦλοι εἰς κανένα. Πῶς, λοιπόν, σὺ λέγεις ὅτι θὰ γίνετε ἐλεύθεροι;> (Καὶ ἔλεγον αὐτὰ λησμονοῦντες ὅτι τὸ ἔθνος των εἰς πολλοὺς κατακτητὰς εἶχεν ὑποδουλωθῇ, ὅπως καὶ τώρα εἰς τοὺς Ρωμαίους).

34ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας.

Τοὺς ἀπήντησεν ὁ Ἰησοῦς· <σᾶς διαβεβαιώνω ὅτι καθένας, ποὺ πράττει τὴν ἁμαρτίαν καὶ μένει ἀμετανόητος εἰς τὴν ἁμαρτίαν, εἶναι δοῦλος τῆς ἁμαρτίας.

35ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.

Ὁ δὲ δοῦλος δὲν μένει εἰς τὴν οἰκίαν τοῦ κυρίου του, κληρονόμος καὶ ἰδιοκτήτης. Ὁ Υἱὸς ὅμως μένει πάντοτε εἰς τὴν οἰκίαν, διότι ἔχει κληρονομικῶς ἀπὸ τὸν πατέρα του αὐτὰ τὰ δικαιώματα.

36ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε.

Ἐὰν λοιπὸν ὁ σαρκωθεὶς Υἱὸς τοῦ Θεοῦ σᾶς ἐλευθερώσῃ ἀπὸ τὴν ἁμαρτίαν, τότε πράγματι θὰ εἷσθε ἐλεύθεροι.

37οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.

Γνωρίζω ὅτι εἷσθε ἀπόγονοι τοῦ Ἀβραάμ. Ἀλλὰ δὲν τοῦ ὁμοιάζετε καὶ ζητεῖτε νὰ μὲ φονεύσετε, διότι ἡ διδασκαλία μου δὲν εἰσχωρεῖ εἰς τὴν ψυχὴν σας, ποὺ εἶναι δούλη τῆς ἁμαρτίας.

38ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρὶ μου λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε.

Ἐγὼ ἐκεῖνο ποὺ ἔχω ἰδεῖ πλησίον τοῦ οὐρανίου Πατρός μου αὐτὸ καὶ διδάσκω. Καὶ σεῖς αὐτό ποὺ εἴδατε καὶ ἐμάθατε πλησίον τοῦ πατρὸς σας, τὸν ὁποῖον δὲν θέλω νὰ ὀνομάσω, αὐτὸ κάνετε>.

39Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.

Ἀπεκρίθησαν καὶ τοῦ εἶπαν· <ὁ πατὴρ μας εἶναι ὁ Ἀβραὰμ καὶ ὄχι ἐκεῖνος τὸν ὁποῖον ὑπονοεὶς σύ>. Εἶπαν εἰς αὐτούς· <ἐὰν πράγματι ἤσασθε τέκνα τοῦ Ἀβραάμ, θὰ ἐκάνατε τὰ ἔργα τοῦ Ἀβραάμ.

40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.

Τώρα δὲ ζητεῖτε νὰ μὲ φονεύσετε, ἄνθρωπον ὁ ὁποῖος σᾶς εἶπα τὴν ἀλήθειαν, ποὺ ἔχω ἀκούσει ἀπὸ τὸν Θεόν. Αὐτὸ τὸ ἐγκληματικὸν ἔργον ὁ Ἀβραὰμ δὲν τὸ ἔκανε.

41ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπον οὖν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν.

Σεῖς πράττετε τὰ ἔργα τοῦ πατρὸς σας, δηλαδὴ τοῦ διαβόλου>. Εἶπαν τότε εἰς αὐτόν· <ἡμεῖς δὲν ἔχομεν γεννηθῇ ἀπὸ παράνομον ἐπιμιξίαν μὲ τοὺς εἰδωλολάτρας. Δὲν ἔχομεν πατέρα τὸν διάβολον. Ἕνα πατέρα ἔχομεν, τὸν Θεόν>.

42εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλε.

Ἀπεκρίθη εἰς αὐτοὺς ὁ Ἰησοῦς· <ἐὰν πράγματι ὁ Θεὸς ἧτο πατὴρ σας, θὰ ἀγαπούσατε ἐμέ· διότι ἐγὼ ἔχω προέλθει ἀπὸ τὸν Θεὸν καὶ ἔχω ἔλθει εἰς σᾶς μὲ τὴν ἐνανθρώπησίν μου. Διότι καὶ εἰς τὸν κόσμον δὲν ἦλθα ἀπὸ τὸν εὐατόν μου, ἀλλὰ μὲ ἔστειλεν Ἐκεῖνος.

43διατί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.

Διατὶ δὲ δὲν κατανοεῖτε καὶ δὲν δέχεσθε τὴν διδασκαλίαν μου; Διότι, σᾶς τὸ λέγω ἐγώ, δὲν ἠμπορεῖτε λόγῳ τῆς ἁμαρτωλότητός σας νὰ ἀκούετε μὲ ἠρεμίαν καὶ μὲ εὐλάβειαν τὰ λόγια μου.

44ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ.

Σεῖς ἔχετε πατέρα τὸν διάβολον, ἀπὸ τὸν ὁποῖον καὶ κατάγεσθε καὶ θέλετε νὰ ἐκτελῆτε τὰς πονηρὰς ἐπιθυμίας τοῦ πατρὸς σας. Ἐκεῖνος ἀπὸ τὴν ἀρχὴν τῆς δημιουργίας τοῦ ἀνθρώπου ἧτο ἀνθρωποκτόνος καί ποτὲ δὲν ἔχει σταθῇ οὔτε καὶ στέκεται εἰς τὴν ἀλήθειαν, διότι δὲν ὑπάρχει μέσα του, οὔτε ἀλήθεια οὔτε ἐπιθυμία διὰ τὴν ἀλήθειαν. Ὅταν λέγῃ τὸ ψεῦδος, τὸ ἀνασύρει καὶ τὸ λέγει ἀπὸ τὸν εὐατὸν του, διότι εἶναι ψεύτης, καὶ ὁ πατὴρ καὶ ὁ ἐφευρέτης τοῦ ψεύδους.

45ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.

Ἐγὼ ὅμως λέγω πάντοτε τὴν ἀλήθειαν, καὶ ἐν τούτοις σεῖς δὲν μὲ πιστεύετε, διότι ἀκριβῶς σεῖς εἷσθε τέκνα τοῦ ψεύτου διαβόλου.

46τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ δὲ ἀλήθειαν λέγω, διατί ὑμεῖς οὐ πιστεύετέ μοι;

Ποῖος ἀπὸ σᾶς εἶναι δυνατὸν νὰ μὲ ἐλέγξῃ ἔστω καὶ διὰ τὴν παραμικροτέραν ἁμαρτίαν; Ἐὰν δὲ ἐγώ, καθὸ ἀναμάρτητος, λέγω πάντοτε τὴν ἀλήθειαν, διατὶ σεῖς δὲν μὲ πιστεύετε;

47ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.

Ἐκεῖνος ποὺ κατάγεται ἀπὸ τὸν Θεόν, ἀκούει μὲ προσοχὴν καὶ εὐλάβειαν τὰ λόγια τοῦ Θεοῦ· διὰ τοῦτο σεῖς δὲν δίδετε σημασίαν εἰς τοὺς λόγους τοῦ Θεοῦ, διότι δὲν εἷσθε ἀπὸ τὸν Θεόν>.

Ιησούς και Αβραάμ48-59

48ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;

Ὠργισμένοι, διότι ἐθεώρησαν αὐτὰ ὕβριν ἐναντίον των οἱ Ἰουδαῖοι, ἀπήντησαν καὶ τοῦ εἶπαν· <καλὰ δὲν λέγομεν ἡμεῖς, ὅτι εἷσαι Σαμαρείτης, δηλαδὴ ἐχθρὸς τῶν Ἰουδαίων, καὶ ὅτι ἔχεις δαιμόνιον, ποῦ σὲ κινεῖ νὰ λέγῃς αὐτὰς τὰς ὕβρεις ἐναντίον μας;>

49ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.

<Ἐγὼ δὲν ἔχω δαιμόνιον, ἀλλὰ μὲ ὅσα λέγω καὶ πράττω, τιμῶ τὸν Πατέρα μου καὶ σεῖς ἀντὶ νὰ δεχθῆτε ὅσα διὰ τὸν Πατέρα λέγω, μὲ ἐξευτελίζετε καὶ μὲ ὑβρίζετε,

50ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.

Δὲν δίδω ὅμως σημασίαν εἰς τὰς ὕβρεις σας, διότι ἐγὼ δὲν ζητῶ νὰ δοξασθῶ ἐκ μέρους τῶν ἀνθρώπων. Ὑπάρχει ὁ Πατήρ, ὁ ὁποῖος θέλει καὶ ζητεῖ νὰ μὲ δοξάσῃ καὶ ὁ ὁποῖος θὰ κρίνῃ ἀνάμεσα εἰς ἐμὲ καὶ εἰς σᾶς.

51ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.

Σᾶς διαβεβαιώνω, ὅτι ὅποιος ἐφαρμόσει τὰ λόγια μου εἰς τὴν ζωὴν του, δὲν θὰ ἀντικρύσῃ ποτὲ τὸν αἰώνιον πνευματικὸν θάνατον-δηλαδὴ τὸν χωρισμὸν του ἀπὸ τὸν Θεόν-τὴν αἰωνίαν κόλασιν>.

52εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα;

Εἶπαν τότε εἰς αὐτὸν οἱ Ἰουδαῖοι· <τώρα πλέον ἐκαταλάβαμε καλά, ὅτι ἔχεις δαιμόνιον. Ὁ Ἀβραὰμ ἐπέθανε καὶ οἱ προφῆται ἐπέθαναν καὶ σὺ λέγεις: Ὅποιος τηρήσει τὸν λόγον μου δὲν θὰ παθάνῃ ποτέ;

53μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς;

Μήπως εἷσαι σὺ ἀνώτερος ἀπὸ τὸν πατέρα μας τὸν Ἀβραάμ, ὁ ὁποῖος ἐπέθανε; Καὶ οἱ προφῆται, ποὺ ἐτήρησαν τὸ θέλημα τοῦ Θεοῦ, καὶ ἐκεῖνοι ἐπέθαναν. Σὰν ποιὸν ἐσὺ θεωρεῖς τὸν ἑαυτόν σου; Πόσον μεγάλον; Τί θέλεις νὰ μᾶς παραστήσῃς;>

54ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστι·

Ἀπήντησεν ὁ Ἰησοῦς· <ἐὰν ἐγὼ μόνος μου τιμῶ καὶ δοξάζω τὸν εὐατόν μου, ἡ δόξα μου, δὲν εἶναι τίποτε. Ὑπάρχει ὅμως ὁ Πατήρ μου, ὁ ὁποῖος μὲ δοξάζει μὲ τὰ θαύματα καὶ τὰ σημεῖα τὰ ὁποῖα κάνω, καὶ τὸν ὁποῖον σεῖς, ποὺ μὲ περιφρονεῖτε, λέγετε ὅτι εἶναι Θεὸς σας.

55καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν. καὶ ἐάν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης· ἀλλ᾿ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.

Εἰς τὴν πραγματικότητα ὅμως δὲν τὸν ἔχετε γνωρίσει. Ἐγὼ ὅμως τὸν γνωρίζω. Καὶ ἐὰν εἴπω ὅτι δὲν τὸν γνωρίζω, θὰ εἷμαι ὅμοιος μὲ σᾶς, ψεύτης. Ἀλλὰ τὸν γνωρίζω πολὺ καλὰ καὶ τὸ θέλημα αὐτοῦ φυλάττω πάντοτε.

56Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.

Ὁ Ἀβραάμ, ὁ πατέρας σας, γεμᾶτος ἀγαλλίασιν καὶ χαρὰν ἐπόθησε νὰ ἵδῃ τὴν ἡμέραν τῆς ἐνανθρωπήσεώς μου καὶ τὴν εἶδε καὶ ἐχάρη>.

57εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;

Τοῦ εἶπαν τότε οἱ Ἰουδαῖοι· <δὲν ἔχεις ἀκόμη οὔτε πενήντα ἐτῶν ἡλικίαν καὶ εἶδες τὸν Ἀβραάμ, ποὺ ἔζησε ἐδῶ καὶ δύο χιλιάδες χρόνια;>

58εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.

Τοὺς εἶπε τότε ὁ Ἰησοῦς· <σᾶς διαβεβαιώνω, ὅτι πρὶν λάβῃ ὕπαρξιν ὁ Ἀβραὰμ ἐγὼ ὑπάρχω. (Δηλαδὴ προαιωνίως ὑπάρχω)>.

59ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως.

Ἀγανακτησμένοι τότε οἱ Ἰουδαῖοι ἐπῆραν λιθάρια, διὰ νὰ ρίψουν ἐναντίον του. Ὁ δὲ Ἰησοῦς ἐχάθη ἀπὸ τὰ μάτια των καὶ ἐβγῆκεν ἀπὸ τὰς αὐλὰς τοῦ ναοῦ, περιπατώντας διὰ μέσου αὐτῶν ἀπαρατήρητος. Καὶ ἐβάδιζεν ἔτσι, χωρὶς νὰ τὸν βλέπουν.