Κατὰ Ἰωάννην
Η θεραπεία του εκ γενετής τυφλού1-34
Ανάγνωσμα · Κυρ. Τυφλού, 1-38
1Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς·
Καὶ καθὼς ἐπερνοῦσεν ὁ Κύριος κάποιον δρόμον τῆς πόλεως, εἶδε ἕνα τυφλὸν ἐκ γενετῆς.
2καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
Καὶ τὸν ἠρώτησαν οἱ μαθηταὶ του, λέγοντες· <Διδάσκαλε, ποιὸς ἡμάρτησε, αὐτὸς ἢ οἱ γονεῖς του, διὰ νὰ γεννηθῇ τυφλός; (Τὸ πρῶτο εἶναι ἀδύνατον, τὸ δεύτερον εἶναι ἄδικον. Τότε διατὶ ἐγεννήθη τυφλός;)>
3ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
Ἀπήντησεν ὁ Ἰησοῦς· <οὔτε αὐτὸς ἡμάρτησε οὔτε οἱ γονεῖς του. Ἀλλὰ ἐγεννήθη τυφλός, διὰ νὰ φανερωθοῦν, μὲ τὴν θαυματουργικὴν θεραπείαν, τὰ ἔργα τοῦ Θεοῦ.
4ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
Ἐγὼ πρέπει νὰ ἐργάζωμαι τὰ ἔργα τοῦ Θεοῦ, ὁ ὁποῖος μὲ ἔστειλεν εἰς τὸν κόσμον, ἕως ὅτου εἶναι ἡμέρα. Ἔρχεται ἡ νύκτα δηλαδὴ ἡ ἐκδημία ἀπὸ τὸν κόσμον αὐτόν, κατὰ τὴν ὁποίαν κανεὶς πλέον ἀπὸ τοὺς ἀνθρώπους δὲν ἠμπορεῖ νὰ πραγματοποιῇ ἔργα.
5ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
Ἐγώ, ἐφ᾿ ὅσον εὑρίσκομαι εἰς τὸν κόσμον, εἷμαι φῶς τοῦ κόσμου μὲ τὴν διδασκαλίαν μου, μὲ τὰ θαύματά μου, μὲ τὴν ζωήν μου>.
6ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
Ἀφοῦ δὲ εἶπε αὐτὰ ἔπτυσε κάτω, ἔκαμε πηλὸν καὶ ἔβαλε τὸν πηλὸν εἰς τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
7καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
καὶ τοῦ εἶπε· <πήγαινε καὶ νίψου εἰς τὴν δεξαμενήν τοῦ Σιλωάμ>-αὐτὸ τὸ ὄνομα μεταφράζεται εἰς τὴν ἑλληνικὴν ἀπεσταλμένος. Ἐπῆγε τότε ἐκεῖνος καὶ ἐνίφθη καὶ ᾖλθε εἰς τὸ σπίτι του βλέπων.
8Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
Οἱ γείτονες, λοιπόν, καὶ ὅσοι τὸν ἔβλεπαν προηγουμένως ὅτι ἧτο τυφλός, ἔλεγαν· <δὲν εἶναι αὐτός, ποὺ ἐκάθητο καὶ ἐζητοῦσε ἐλεημοσύνην;>
9ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
Ἄλλοι ἔλεγαν ὅτι <αὐτὸς εἶναι>. Ἄλλοι δὲ ὅτι <κάποιος ἄλλος, ὅμοιος μὲ αὐτὸν εἶναι>. Ἐκεῖνος ὅμως ἔλεγεν ὅτι <ἐγὼ εἷμαι, ὁ τέως τυφλός>.
10ἔλεγον οὖν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
Τότε τὸν ἐρωτοῦσαν ἐκεῖνοι <πῶς ἀνοίχθησαν καὶ ἐθεραπεύθηκαν τὰ μάτια σου;>
11ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.
Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· <ἔνας ἄνθρωπος, λεγόμενος Ἰησοῦς, ἔκαμε πηλόν, μοῦ ἄλειψε τοὺς ὀφθαλμοὺς καί μοῦ εἶπε: Πήγαινε στὴν κολυμβήθρα τοῦ Σιλωὰμ καὶ νίψου. Ἐπῆγα, ἐνίφθηκα καὶ ἀπέκτησα τὸ φῶς μου>.
12εἶπον οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.
Τοῦ εἶπαν· <ποῦ εἶναι ἐκεῖνος;> Τοὺς λέγει· <δὲν ξέρω>.
13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
Ὁδηγοῦν τότε τὸν τέως τυφλὸν πρὸς τοὺς Φαρισαίους.
14ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
Ἦτο δὲ Σάββατον, ὅταν ὁ Ἰησοῦς ἔκαμε τὸν πηλὸν καὶ ἄνοιξε τὰ μάτια τοῦ τυφλοῦ.
15πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
Οἱ Φαρισαῖοι τὸν ἠρώτησαν καὶ αὐτοὶ πάλιν, πὼς ἀπέκτησεν τὸ φῶς του. Ἐκεῖνος δὲ τοὺς εἶπεν· <ἔνας ἄνθρωπος ἔβαλε πηλὸν ἐπάνω εἰς τὰ μάτια μου καὶ ἐγὼ ἐνίφθηκα καὶ τώρα βλέπω>.
16ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
Ἔλεγαν, λοιπόν, μερικοὶ ἀπὸ τοὺς Φαρισαίους· <αὐτὸς ὁ ἄνθρωπος δὲν εἶναι ἀπὸ τὸν Θεόν, διότι δὲν τηρεῖ τὴν ἀργίαν τοῦ Σαββάτου>. Ἄλλοι ἔλεγαν· <πῶς εἶναι δυνατὸν ἔνας ἁμαρτωλὸς ἄνθρωπος νὰ κάνῃ τέτοια καταπληκτικὰ θαύματα;> Διχογνωμία καὶ διαίρεσις ἔγινε μεταξὺ των.
17λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
Λέγουν πάλιν εἰς τὸν τυφλόν· <σὺ τί λέγεις διὰ τὸν ἄνθρωπον αὐτόν; Ζητοῦμεν τὴν γνώμην σου, διότι τοὺς ἰδικούς σου ὀφθαλμοὺς ἄνοιξε>. Ἐκεῖνος ἀπήντησεν· <λέγω, ὅτι εἶναι προφήτης>.
18οὐκ ἐπίστευον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
Δὲν ἐπίστευσαν οἱ Ἰουδαῖοι δι᾿ αὐτὸν ὅτι ἧτο τυφλὸς καὶ ἐθεραπεύθη, ἕως ὅτου ἐκάλεσαν τοὺς γονεῖς του
19καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;
καὶ τοὺς ἠρώτησαν, λέγοντες· <αὐτὸς εἶναι ὁ υἱὸς σας, διὰ τὸν ὁποῖον σεῖς λέγετε ὅτι ἐγεννήθη τυφλός; Πῶς λοιπὸν τώρα βλέπει;>
20ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
Ἀπήντησαν δὲ οἱ γονεῖς αὐτοῦ καὶ τοὺς εἶπαν· <ξέρομεν καλὰ ὅτι αὐτὸς εἶναι ὁ υἱὸς μας καὶ ὅτι ἐγεννήθη τυφλός.
21πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
Πῶς ὅμως τώρα βλέπει δὲν ξέρομεν, ἢ ποιὸς τοῦ ἄνοιξε τὰ μάτια ἡμεῖς δὲν γνωρίζομεν. Αὐτὸς ἡλικίαν ἔχει, ἐρωτήσατέ τον, καὶ αὐτὸς διὰ τὸν εὐατὸν του θὰ σᾶς ὁμιλήσῃ>. (Δὲν ὑπερασπίζονται οἱ γονεῖς τὸν Χριστόν, τὸν ὁποῖον ἄλωστε καὶ δὲν εἴχαν ἰδεῖ, ἀλλ᾿ οὔτε καὶ τὸν κατηγοροῦν. Ἀφίνουν τὸν υἱὸν των, καθὸ ἐνήλικον καὶ ἀρκετὰ ἱκανὸν νὰ ὑπερασπισθῇ τὸν εὐεργέτην του).
22ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
Ὡμίλησαν δὲ ἔτσι οἱ γονεῖς του, διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἐπειδὴ ἀπὸ καιρὸν εἴχαν συμφωνήσει καὶ ἀποφασίσει οἱ ἄρχοντες τῶν Ἑβραίων νὰ διωχθῇ καὶ νὰ μὴ γίνῃ δεκτὸς εἰς τὴν συναγωγήν, ὅποιος θὰ ὠμολογοῦσε ὅτι αὐτός ποὺ κάνει τὰ θαύματα εἶναι ὁ Χριστός.
23διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.
Διὰ τοῦτο καὶ οἱ γονεῖς τοῦ τυφλοῦ εἶπαν ὅτι <ὁ υἱὸς μας ἡλικίαν ἔχει, ἐρωτήσατέ τον>.
24Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς, καὶ εἶπον αὐτῷ· Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
Ἐκάλεσαν τότε δευτέραν φορὰν τὸν ἄνθρωπον, ποὺ ἧτο τυφλὸς καὶ τοῦ εἶπαν· <δόξασε τὸν Θεόν, ὁ ὁποῖος σὲ ἐθεράπευσε, ἀλλὰ φυλάξου ἀπὸ τὸν ἄνθρωπον αὐτόν, τὸν ὁποῖον προηγουμένως ὠνόμασες προφήτην. Ἡμεῖς ποὺ μελετῶμεν τὸ θέλημα τοῦ Θεοῦ, γνωρίζομεν καλὰ καὶ διαβεβαιώνομεν ὅτι αὐτὸς ὁ ἄνθρωπος εἶναι ἁμαρτωλός>.
25ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
Ἀπήντησε τότε ἐκεῖνος καὶ τοὺς εἶπε· <ἐὰν εἶναι ἁμαρτωλός, δὲν ἠξεύρω, ἕνα μόνον ἠξεύρω καλά· ὅτι ἐνῶ ἤμουν τυφλός, τώρα βλέπω>.
26εἶπον δὲ αὐτῷ πάλιν· Τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;
Εἶπαν δὲ πάλιν εἰς αὐτόν· <τί σοῦ ἔκαμε; Πῶς σοῦ ἐθεράπευσε τὰ μάτια;>
27ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
Ἀπήντησεν εἰς αὐτούς· <πρὸ ὀλίγου σᾶς εἶπα καὶ δὲν τὸ ἐπροσέξατε· διατὶ θέλετε πάλιν νὰ ἀκούσετε τὰ ἴδια; Μήπως καὶ σεῖς θέλετε νὰ γίνετε μαθηταί του;>
28ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
Τὸν ὕβρισαν τότε καὶ μὲ περιφρόνησιν τοῦ εἶπαν· <σὺ εἷσαι μαθητὴς ἐκείνου. Ἡμεῖς ὅμως εἵμεθα μαθηταὶ τοῦ Μωϋσέως.
29ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
Ἡμεῖς οἱ μορφωμένοι καὶ ἄρχοντες τοῦ λαοῦ, ξέρομεν ὅτι εἰς τὸν Μωϋσέα ὡμίλησεν ὁ Θεός. Αὐτὸς δὲ μᾶς εἶναι ἄγνωστος καὶ δὲν γνωρίζομεν ἀπό ποῦ εἴνα καὶ ἀπό ποῦ ἔρχεται>.
30ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.
Ἀπήντησεν ὁ ἄνθρωπος καὶ τοὺς εἶπεν· <ἐδῶ εἶναι τὸ παράδοξον· ὅτι σεῖς δὲν ξέρετε ἀπό ποῦ εἶναι, ἐὰν εἶναι ἀπὸ τὸν Θεὸν ἢ ὄχι, καὶ ὅμως μοῦ ἄνοιξε τὰ μάτια νὰ βλέπω.
31οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
Ξέρομε δὲ ὅλοι πολὺ καλά, ὅτι ὁ Θεὸς ἁμαρτωλοὺς δὲν ἀκούει, ἀλλὰ ἂν κανεὶς εἶναι θεοσεβὴς καὶ τὸ θέλημα τοῦ Θεοῦ πράττῃ αὐτὸν ὁ Θεὸς ἀκούει.
32ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου·
Ἀπὸ τότε δέ ποὺ ὑπάρχει ὁ κόσμος ἕως σήμερα δὲν ἔχει ἀκουσθῇ ποτὲ ὅτι ἐθεράπευσε κάποιος ἄνθρωπος τοὺς ὀφθαλμοὺς τυφλοῦ ἐκ γενετῆς.
33εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
Ἐὰν αὐτὸς δὲν ἧτο σταλμένος ἀπὸ τὸν Θεόν, δὲν θὰ ἠμποροῦσε νὰ κάνῃ οὔτε τὸ παραμικρὸν θαῦμα>.
34ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
Γεμάτοι ἀγανάκτησιν ἐκεῖνοι τοῦ ἀπήντησαν· <ἐκ γενετῆς σὺ εἷσαι ζυμωμένος ὁλόκληρος μὲ τὰς ἁμαρτίας καὶ σὺ τολμᾷς νὰ διδάσκῃς ἡμᾶς;> Καὶ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὸν τόπον τῆς συνεδριάσεώς των.
Πνευματική τυφλότητα35-41
35Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
Ἤκουσεν ὁ Ἰησοῦς ὅτι τὸν ἔβγαλαν ἔξω καὶ ὅταν τὸν εὑρῆκε, τοῦ εἶπε· <σὺ παρ᾿ ὅλα ὅσα λέγουν οἱ ἄρχοντες τῶν Ἑβραίων, πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;>
36ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
Ἀπήντησεν ἐκεῖνος καὶ εἶπεν· <καὶ ποιὸς εἶναι, Κύριε, διὰ πιστεύσω εἰς αὐτόν;>
37εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
Τοῦ εἶπε δὲ ὁ Ἰησοῦς· <καὶ τὸν εἶδες καὶ αὐτός ποὺ ὁμιλεῖ μαζῆ σου ἐκεῖνος εἶναι>.
38ὁ δὲ ἔφη· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
Αὐτὸς δέ, φωτισθεὶς ἀπὸ χάριν Θεοῦ, εἶπε· <πιστεύω μὲ ὅλην μου τὴν ψυχήν, Κύριε>· καὶ ἐπροσκύνησε αὐτὸν ὡς ἀπεσταλμένος πράγματι ἀπὸ τὸν Θεόν.
39καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
Εἶπε τότε ὁ Ἰησοῦς· <ἐγὼ ἦλθα εἰς τὸν κόσμον αὐτόν, διὰ νὰ γίνῃ κρίσις καὶ διάκρισις μεταξὺ τῶν ἀνθρώπων, νὰ ξεχωρίσουν οἱ ἀγαθοὶ ἀπὸ τοὺς κακούς. Καὶ ἔτσι αὐτοί ποὺ θεωροῦνται ἀπὸ τοὺς γραμματεῖς καὶ Φαρισαίους ὅτι εἶναι βυθισμένοι εἰς τὸ σκοτάδι τῆς ἀγνοίας, ὅτι εἶναι τυφλοὶ καὶ δὲν βλέπουν, θὰ ἴδουν τὸ φῶς τῆς ἀληθείας. Καὶ ἐκεῖνοι ποὺ θεωροῦν τὸν ἑαυτὸν των φωτισμένον, θὰ καταντήσουν ἕνεκα τῆς ὑψηλοφροσύνης τῶν τυφλοὶ πνευματικῶς>.
40Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦ, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
Καὶ ἤκουσαν αὐτὰ μερικοὶ ἀπὸ τοὺς Φαρισαίους, ποὺ ἔτυχε νὰ βρίσκονται κοντὰ του, καὶ τοῦ εἶπαν· <μήπως εἵμεθα καὶ ἡμεῖς τυφλοὶ πνευματικῶς;>
41εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει.
Τοὺς εἶπε δὲ ὁ Ἰησοῦς· <ἐὰν ἤσαστε τυφλοὶ καὶ δὲν ἐγνωρίζατε τὰς Γραφάς, δὲν θὰ εἴχατε ἁμαρτίαν. Τώρα ὅμως λέγετε ὅτι: Γνωρίζομεν τὰς Γραφὰς καὶ βλέπομεν. Διὰ τοῦτο ἡ ἁμαρτία σας μένει ἀσυγχώρητος, ἐπειδὴ γίνεται μὲ ἐπίγνωσιν>.