Ἀποκάλυψις Ἰωάννου
Η σφράγιση των εκατόν σαράντα τεσσάρων χιλιάδων1-8
1Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
Ὕστερα ἀπὸ τὸ ἄνοιγμα τῆς ἕκτης σφραγῖδος καὶ πρὶν ἀνοιχθῇ ἡ ἑβδόμη σφραγίς, εἶδα τέσσαρας ἀγαθοὺς ἀγγέλους νὰ στέκωνται εἰς τὰ τέσσαρα σημεῖα τοῦ ὁρίζοντος καὶ νὰ κρατοῦν τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, διὰ νὰ μὴ φυσᾷ ἄνεμος ἐπάνω εἰς τὴν γῆν, οὔτε ἐπάνω εἰς τὴν θάλασσαν, οὔτε εἰς κανένα δένδρον (διὰ νὰ προληφθοῦν ἔτσι καταστροφαὶ καὶ ἐπικρατήσῃ ἠρεμία).
2καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
Καὶ εἶδα ἄλλον ἄγγελον νὰ ἀνεβαίνῃ ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου (ἀπὸ τὴν περιοχὴν δηλαδὴ τοῦ παραδείσου, τοῦ φωτὸς καὶ τῆς ζωῆς). Αὐτὸς εἶχε τὴν σφραγῖδα τοῦ Θεοῦ, ὁ ὁποῖος εἶναι ἡ ζωὴ καὶ ἡ πηγὴ τῆς ζωῆς, καὶ ἐφώναξε εἰς τοὺς τέσσαρας ἀγγέλους, εἰς τοὺς ὁποίους εἶχε δοθῇ ἄδεια καὶ ἐξουσία νὰ ἐξαπολύσουν τοὺς ἀνέμους καὶ νὰ προξενήσουν καταστροφὰς εἰς τὴν γῆν καὶ τὴν θάλασσαν,
3λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
καὶ τοὺς εἶπε· <περιμένετε, μὴ ἐξαπολύσετε ἀκόμη καταστροφὴν εἰς τὴν γῆν, οὔτε εἰς τὴν θάλασσαν, οὔτε εἰς τὰ δένδρα, μέχρις ὅτου σφραγίσωμεν μὲ τὴν σφραγῖδα τοῦ ζῶντος Θεοῦ καὶ σημαδέψωμεν ἐπάνω εἰς τὰ μέτωπά των τοὺς πιστοὺς δούλους τοῦ Θεοῦ μας, ὥστε νὰ μὴ ἐπέλθουν ἐναντίον αὐτῶν αἱ καταστροφαί>.
4Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφαγισμένων· ἦσαν ἑκατὸν σαράντα τέσσαρες χιλιάδες σφραγισμένοι ἀπὸ ὅλας τὰς φυλὰς τῶν ἀπογόνων τοῦ Ἰσραήλ.
5ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ρουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
Ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα δώδεκα χιλιάδες σφραγισμένοι, ἀπὸ τὴν φυλὴν Ρουβὴν δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν Γὰδ δώδεκα χιλιάδες,
6ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
ἀπὸ τὴν φυλὴν Ἀσὴρ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν Μανασσῆ δώδεκα χιλιάδες,
7ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσάχαρ δώδεκα χιλιάδες,
ἀπὸ τὴν φυλὴν Συμεὼν δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν Λευῒ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν Ἰσσάχαρ δώδεκα χιλιάδες,
8ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
ἀπὸ τὴν φυλὴν Ζαβουλὼν δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν Ἰωσὴφ δώδεκα χιλιάδες, καὶ ἀπὸ τὴν φυλὴν Βενιαμὶν δώδεκα χιλιάδες σφραγισμένοι. (Οἱ σφραγισμένοι αὐτοὶ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ συμβολίζουν τοὺς Ἑβραίους, ποὺ διὰ μέσου τῶν αἰώνων θὰ πιστεύσουν εἰς τὸν Χριστὸν καὶ τῶν ὁποίων ὁ ἀριθμὸς θὰ εἶναι μεγάλος).
Το αμέτρητο πλήθος των πιστών9-17
9Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
Ἔπειτα ἀπὸ αὐτὰ εἶδα, καὶ ἰδοὺ πολὺς λαός, τὸν ὁποῖον κανεὶς δὲν ἠμποροῦσε νὰ ἀριθμήσῃ. Καὶ ὁ ἀπροσμέτρητος αὐτὸς λαὸς προήρχετο ἀπὸ κάθε ἔθνος καὶ ἀπὸ ὅλας τὰς φυλὰς καὶ τοὺς λαοὺς καὶ τὰς γλώσσας τῆς οἰκουμένης. Καὶ ὅλοι αὐτοί (που ἀποτελοῦν τὴν ἔνδοξον καὶ θριαμβεύουσαν Ἐκκλησίαν τῶν οὐρανῶν) ἐστέκοντο σὰν οἰκεῖοι καὶ φίλοι τοῦ Θεοῦ ἐμπρὸς εἰς τὸν θρόνον τοῦ Θεοῦ καὶ ἐμπρὸς εἰς τὸ Ἀρνίον καὶ ἐφοροῦσαν λευκὰς στολὰς (σύμβολον τῆς νίκης κατὰ τῆς ἁμαρτίας καὶ τῆς νέας, καθαρᾶς καὶ φωτεινῆς ζωῆς) καὶ ἐκρατοῦσαν εἰς τὰ χέρια των φοίνικας (σύμβολα τοῦ θριάμβου των καὶ τῆς αἰωνίας πλησίον τοῦ Θεοῦ ζωῆς).
10καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ.
Καὶ κράζουν μὲ μεγάλην τὴν φωνήν, λέγοντες· <ἡ σωτηρία μας ὀφείλεται εἰς τὸν Θεόν μας, ποὺ κάθεται ἐπάνω εἰς τὸν θρόνον καὶ εἰς τὸ Ἀρνίον, ποὺ ἐθυσιάσθη διὰ τὴν λύτρωσίν μας>.
11καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
Καὶ ὅλοι οἱ ἄγγελοι ἐστέκοντο ὁλόγυρα ἀπὸ τὸν θρόνον τοῦ Θεοῦ καὶ γύρῳ ἀπὸ τοὺς πρεσβυτέρους καὶ ἀπὸ τὰ τέσσαρα ζῷα. Καὶ ἔπεσαν κατὰ πρόσωπον πρηνεῖς ἐμπρὸς εἰς τὸν θρόνον καὶ ἐπροσκύνησαν τὸν Θεὸν
12λέγοντες· Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
λέγοντες· <πράγματι ἡ σωτηρία ὅλων προέρχεται ἀπὸ αὐτόν· πλήρης καὶ ἀπόλυτος ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἀνήκει εἰς τὸν Θεόν μας εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν>.
13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶ καὶ πόθεν ἦλθον;
Καὶ ἔνας ἀπὸ τοὺς πρεσβυτέρους (ἐκφράζων ἰδικήν μου ἀπορίαν) ἀπεκρίθη καί μοῦ εἶπε· <αὐτοί, ποὺ φοροῦν τὰς λευκὰς στολάς, ποῖοι εἶναι καὶ ἀπὸ ποῦ ἦλθαν;>
14καὶ εἴρηκα αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
Καὶ εἶπα εἰς αὐτόν· <κύριέ μου, σὺ τὸ γνωρίζεις αὐτό>. Καὶ ἐκεῖνος μου εἶπε· <αὐτοὶ εἶναι οἱ πιστοὶ καὶ ἀτρόμητοι μάρτυρες, ποὺ ἔρχονται ἀπὸ τὴν θλῖψην τὴν μεγάλην τοῦ διωγμοῦ καὶ ὅλων τῶν διωγμῶν, ποὺ θὰ γίνουν διὰ μέσου τῶν αἰώνων. Καὶ ἔπλυναν τὰς στολὰς των καὶ τὰς ἐλεύκαναν μὲ τὸ αἷμα τοῦ Ἀρνίου (Ἠ νίκη των κατὰ τῆς ἁμαρτίας, ἡ καθαριότης καὶ ἁγιότης τῆς ζωῆς των καὶ ὁ θησαυρὸς τῶν ἀρετῶν των ὀφείλεται εἰς τὴν λυτρωτικὴν θυσίαν τοῦ Χριστοῦ).
15διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ. καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾿ αὐτούς.
Διὰ τοῦτο εὑρίσκονται τώρα ὡς υἱοὶ τοῦ Θεοῦ ἐμπρὸς εἰς τὸν θρόνον τοῦ Θεοῦ καὶ λατρεύουν αὐτὸν ἡμέραν καὶ νύκτα εἰς τὸν ἐπουράνιον ναόν. Καὶ αὐτός ποὺ κάθεται ἐπάνω εἰς τὸν ἔνδοξον θρόνον, θὰ κατοικήσῃ ἀνάμεσα των (διότι εὐαρεστεῖται καὶ ἐπαναπαύεται εἰς αὐτούς).
16οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδ᾿ οὐ μὴ πέσῃ ἐπ᾿ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
Καὶ δὲν θὰ πεινάσουν πλέον καὶ δὲν θὰ διψάσουν πλέον καὶ δὲν θὰ πέσῃ ἐπάνω τους καυστικὸς ὁ ἥλιος, οὔτε κανένα ἄλλο καῦμα (Δὲν θὰ δοκιμάσουν ποτὲ πλέον καμμίαν θλῖψιν, δὲν θὰ στερηθοῦν ἀπὸ τίποτε, ἀλλὰ θὰ χορτάσουν ἀπὸ τὴν χαρὰν καὶ τὴν δόξαν καὶ τὴν μακαριότητα τοῦ Θεοῦ).
17ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
Διότι τὸ Ἀρνίον, ὁ Θεάνθρωπος λυτρωτὴς καὶ ποιμήν ποὺ εἶναι εἰς τὸ μέσον τοῦ θρόνου τοῦ Θεοῦ, θὰ τοὺς ποιμαίνῃ μὲ στοργήν καὶ αγάπην καὶ θὰ τοὺς ὁδηγήσῃ εἰς τὰς ἀνεξαντλήτους πηγὰς τῶν ὑδάτων, ποὺ ἔχουν ζωὴν καὶ δίδουν ζωήν. Καὶ θὰ ἐξαλείψῃ ὁ Θεὸς ἀπὸ τὰ μάτια των κάθε δάκρυ καὶ κάθε θλῖψι (Διότι θὰ τοὺς ἔχῃ δώσει τὴν αἰωνίαν μακαριότητα καὶ χαρὰν τῆς βασιλείας τῶν οὐρανῶν).