Ἀποκάλυψις Ἰωάννου
Το άσμα των λυτρωμένων1-5
1Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾿ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
Καὶ εἶδον καὶ ἰδοὺ τὸ Ἀρνίον, τὸ ὁποῖον ἐστέκετο ἐπάνω εἰς τὸ ὄρος τῆς νέας Σιών, τῆς ἀγωνιζομένης Ἐκκλησίας, καὶ μαζῆ μὲ αὐτὸ πολυάριθμοι ἐκλεκτοὶ πιστοὶ ἀπὸ ὅλα τὰ ἔθνη, ποὺ συμβολίζονται μὲ τὸν ἀριθμὸν ἑκατὸν σαράντα τέσσαρες χιλιάδες καὶ ἔχουν γραμμένο ἐπάνω εἰς τὰ μέτωπά των τὸ ὄνομα τοῦ Ἀρνίου καὶ τοῦ Πατρὸς αὐτοῦ.
2καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἤκουσα, ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
Καὶ ἤκουσα φωνὴν ἀπὸ τὴν θριαμβεύουσαν Ἐκκλησίαν τοῦ οὐρανοῦ, σὰν τὴν βοὴν ὑδάτων πολλῶν, ποὺ πίπτουν σὰν καταρράκτες ἀπὸ ψηλά, καὶ σὰν φωνὴν μεγάλης βροντῆς. Καὶ ἡ φωνή, τὴν ὁποίαν ἤκουσα, δὲν ἧτο τρομακτικὴ ἀλλ᾿ εὐχάριστος, διότι ἧτο σὰν φωνὴ κιθᾳρωδῶν, ποὺ ψάλλουν καὶ συγχρόνως παίζουν μὲ τὰς κιθάρας των.
3καὶ ἄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
Καὶ ψάλλουν νέον ὕμνον ἐμπρὸς εἰς τὸν θρόνον τοῦ Θεοῦ καὶ ἐμπρὸς εἰς τὰ τέσσαρα ζῷα καὶ τοὺς εἰκοσιτέσσαρες πρεσβυτέρους. Καὶ κανεὶς ἄλλος δὲν ἠμποροῦσε νὰ κατανοήσῃ τὴν νέαν αὐτὴν ᾠδήν, παρὰ μόνον οἱ ἑκατὸν σαράντα τέσσαρες χιλιάδες, οἱ ὁποῖοι εἴχαν ἐξαγορασθῆ μὲ τὸ αἷμα τοῦ Ἀρνίου ἀνάμεσα ἀπ᾿ ὅλους τοὺς κατοίκους τῆς γῆς.
4οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ·
Αὐτοὶ εἶναι οἱ ἁγνοὶ καὶ ἀφωσιωμένοι εἰς τὸ Ἀρνίον, οἱ ὁποῖοι δὲν ἦλθαν εἰς καμμίαν συνάφειαν μὲ γυναῖκας καὶ δὲν ἐμολύνθησαν, διότι εἶναι παρθένοι. Αὐτοὶ εἶναι ποὺ ἀκολουθοῦν πιστῶς καὶ θαρραλέως τὸ Ἀρνίον, ὅπου καὶ ἂν ὑπάγῃ. Αὐτοὶ ἔχουν ἐξαγορασθῆ ἀνάμεσα ἀπὸ τὸ πλῆθος τῶν ἀνθρώπων, ὡς ἐκλεκτὴ ἀπαρχὴ καὶ εὐάρεστος προσφορὰ εἰς τὸν Θεὸν καὶ εἰς τὸ Ἀρνίον.
5καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν· ἄμωμοι γάρ εἰσιν.
Καὶ δὲν εὐρέθηκε ποτὲ ψέμα εἰς τὸ στόμα των, διότι εἶναι ἄμεμπτοι καὶ ἀκέραιοι.
Το μήνυμα των τριών αγγέλων6-13
6Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
Καὶ εἶδα ἄλλον ἄγγελον νὰ πετᾷ εἰς τὰ μεσουράνια καὶ νὰ ἔχῃ χαρμόσυνον, αἰωνίου κύρους μήνυμα, τὸ μήνυμα τῆς λυτρώσεως καὶ τῆς ἀνταποδόσεως, διὰ νὰ τὸ ἀναγγείλῃ καὶ διαλαλήσῃ εἰς ὅλους ὅσοι εὑρίσκονται εἰς τὴν γῆν, εἰς κάθε ἔθνος καὶ κάθε φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
7λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.
λέγων μὲ μεγάλην φωνήν· <φοβηθῆτε τὸν Κύριον καὶ δοξάσατε τὸ ὄνομα του, διότι ἦλθεν ἡ ὥρα, ποὺ θὰ κάμῃ τὴν μεγάλην κρίσιν καὶ θὰ ἀποδώσῃ εἰς τὸν καθένα κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ προσκυνήσατε αὐτόν, ὁ ὁποῖος ἔκαμε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὰς πηγὰς τῶν ὑδάτων>.
8καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησε λέγων· Ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα τὰ ἔθνη.
Καὶ ἄλλος δεύτερος ἄγγελος ἦλθεν ἔπειτα ἀπὸ τὸν πρῶτον λέγων· <ἔπεσεν, ἔπεσεν ἡ Βαβυλὼν ἡ μεγάλη. (Ἡ πολυάνθρωπος καὶ διευθαρμένη Ρώμη, ἡ ὁποία ὡς πρὸς τὴν φαυλότητα καὶ ἐξαθλίωσιν της ὁμοιάζει μὲ τὴν παλαιὰν ἁμαρτωλὴν Βαβυλῶνα). Αὐτῇ ἡ νέα, διεφθαρμένη Βαβυλὼν ἔχει ποτίσει ὅλα τὰ ἔθνη μὲ τὴν κραιπάλην τῆς ἀσωτίας της, μὲ τὴν φλόγα καὶ τὴν παραφορὰν τῆς σαρκολατρίας της>.
9Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει τὸ χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
Καὶ ἄλλος, τρίτος ἄγγελος ἦλθεν ἔπειτα ἀπὸ αὐτούς, λέγων μὲ φωνὴν μεγάλην· <ὅποιος προσκυνεῖ τὸ θηρίον, τὸν ἀντίχριστον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ παίρνει τὴν χαραγμένην σφραγῖδα του ἐπάνω εἰς τὸ μέτωπόν του ἢ εἰς τὸ χέρι του (καὶ δηλώνει ἔτσι δουλικὴν ὑποταγὴν εἰς αὐτό)
10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου.
καὶ αὐτὸς θὰ πίῃ ἀπὸ τὸν οἶνον τοῦ θυμοῦ τοῦ Θεοῦ, ποὺ ἔχει κερασθῇ ἀνόθευτος καὶ δραστικὸς εἰς τὸ ποτήρι τῆς ὀργῆς του καὶ θὰ βασανισθῇ μὲ φωτιὰ καὶ θειάφι (μὲ σωματικὰς καὶ ψυχικὰς τιμωρίας) ἐμπρὸς εἰς τοὺς ἁγίους ἀγγέλους καὶ ἐμπρὸς εἰς τὸ Ἀρνίον.
11καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
Καὶ ὁ καπνὸς ἀπὸ τὴν φωτιὰ καὶ τὸ θειάφι τοῦ ἀκαταπαύστου βασανισμοῦ των θὰ ἀνεβαίνῃ εἰς αἰῶνας αἰώνων καὶ δὲν θὰ ἔχουν καθόλου ἀνάπαυσιν ἡμέραν καὶ νύκτα αὐτοί ποὺ προσκυνοῦν τὸ θηρίον καὶ τὴν εἰκόνα του, καὶ ὅποιος ἄλλος παίρνει τὸ χάραγμα τῆς σφραγῖδος τοῦ ὀνόματος τοῦ θηρίου.
12Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
Ἐδῶ τώρα δείχνεται ἡ ὑπομονὴ τῶν Χριστιανῶν, αὐτῶν ποὺ τηροῦν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ κρατοῦν σταθερὰ τὴν πίστιν τοῦ Ἰησοῦ>.
13Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνῄσκοντες ἀπ᾿ ἄρτι. ναί, λέγει τὸ Πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾿ αὐτῶν.
Καὶ ἤκουσα φωνὴν ἀπὸ τὸν οὐρανόν, ἡ ὁποία ἔλεγε· <γράψε· μακάριοι ἀπ᾿ ἐδῶ καὶ πέρα εἶναι οἱ νεκροί, ποὺ πεθαίνουν μὲ τὴν πίστιν καὶ τὴν κοινωνίαν των πρὸς τὸν Χριστόν. Ναί, πράγματι καὶ ἀληθείᾳ, εἶναι μακάριοι, λέγει τὸ Πνεῦμα τὸ Ἅγιον. Καὶ πεθαίνουν, διὰ ν᾿ ἀναπαυθοῦν ἀπὸ τοὺς κόπους των· τὰ δὲ ἐνάρετα ἔργα των τοὺς συνοδεύουν σὰν θησαυρὸς ἀναφαίρετος μαζῆ των,εἰς τὴν ἄλλην ζωήν, ὡς ἀπόδειξις τῆς πίστεώς των καὶ συνήγορός των ἐνώπιον τοῦ δικαίου Θεοῦ>.
Ο θερισμός και ο τρυγητός του κόσμου14-20
14Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιος υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
Καὶ εἶδα νέον ὅραμα· καὶ ἰδοὺ ἕνα λευκόν, ὁλόφωτον σύνεφον, καὶ ἐπάνω εἰς τὸ σύνεφο εἶδα νὰ κάθεται ὁ δικαιοκρίτης Χριστός, ποὺ ὠμοίαζε πρὸς υἱὸν ἀνθρώπου. Καὶ εἶχεν ἐπάνω εἰς τὸ κεφάλι του, ὡς βασιλικὸν διάδημα, ὁλόχρυσον στέφανον καὶ εἰς τὸ χέρι του ἐκρατοῦσε δρεπάνι κοφτερό.
15Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα τοῦ θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
Καὶ ἄλλος ἄγγελος ἐβγῆκεν ἀπὸ τὸν ναὸν τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ, κράζων μὲ μεγάλην φωνὴν πρὸς ἐκεῖνον, ποὺ ἐκάθητο ἐπάνω εἰς τὴν νεφέλην· <στεῖλε τὸ δρεπάνι σου καὶ θέρισε, διότι ἦλθεν ἡ ὥρα νὰ θερίσῃς, ὠρίμασαν πλέον καὶ ἐμέστωσαν οἱ κόκκοι τοῦ σίτου καὶ ἐξηράνθησαν τὰ στάχυα, ἕτοιμα πρὸς θερισμόν>. (Μάζεψε ὡς σῖτον ἐκλεκτὸν εἰς τὰς οὐρανίους ἀποθήκας σου τοὺς πιστοὺς εἰς σὲ καὶ ἐκλεκτοὺς Χριστιανούς).
16καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
Καὶ αὐτός ποὺ ἐκάθητο ἐπάνω εἰς τὸ σύννεφον ἔρριψε τὸ δρεπάνι του εἰς τὴν γῆν καὶ ἐθερίσθη ἡ γῆ (καὶ οἱ δίκαιοι, σὰν ἐκλεκτὸς σῖτος μετεφέρθησαν εἰς τὸν οὐρανόν).
17Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
Καὶ ἄλλος ἄγγελος ἐβγῆκεν ἀπὸ τὸν οὐράνιον ναὸν τοῦ Θεοῦ. Εἶχε καὶ αὐτὸς δρεπάνι καλοτροχισμένο καὶ κοπτερό.
18Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασεν ἡ σταφυλὴ τῆς γῆς.
Καὶ ἄλλος ἄγγελος, ἐβγῆκεν ἀπὸ τὸ θυσιαστήριον, (κάτω ἀπὸ τὸ ὁποῖον ὑπῆρχαν αἱ ψυχαὶ ἐκείνων, ποὺ εἴχαν σφαγῆ διὰ τὴν πίστιν των εἰς τὸ Ἀρνίον). Καὶ αὐτός, ὄργανον τῆς θείας δικαιοσύνης, εἶχε ἐξουσίαν εἰς τὸ πῦρ τῆς κολάσεως, ποὺ φλογίζει τοὺς ἀσεβεῖς, καὶ ἔκραξε μὲ μεγάλην κραυγὴν εἰς τὸν ἄγγελον ποὺ εἶχε τὸ κοφτερὸ δρεπάνι, λέγων· <στεῖλε τὸ κοφτερὸ δρεπάνι σου καὶ τρύγησε τὰ σταφύλια ἀπὸ τὰ ἀμπέλια τῆς γῆς, διότι ἔχει ὠριμάσει πλέον τὸ σταφύλι τῆς γῆς>. (Στεῖλε ὄλεθρον καὶ θάνατον εἰς τοὺς ἀσεβεῖς καὶ φαύλους, διότι ἡ κακία των ἔχει φθάσει εἰς τὸ ἀπροχώρητον).
19καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ τὴν μεγάλην.
Καὶ ἔρριψεν ὁ ἄγγελος τὸ δρεπάνι του εἰς τὴν γῆν καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς παρανομίας καὶ ἔρριψε τοὺς ἁμαρτωλοὺς σὰν σταφύλια εἰς τὸ μεγάλο πατητήρι τοῦ θυμοῦ τοῦ Θεοῦ.
20καὶ ἐπατήθη ἡ ληνὸς ἔξω τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
Καὶ ἐπατήθη τὸ πατητήρι, αὐτό, ποὺ ἧτο ἔξω ἀπὸ τὴν πόλιν, καὶ ἐβγῆκεν αἷμα, ποὺ ἐπλημμύρισε τὴν περιοχὴν εἰς ἔκτασιν χιλίων ἑξακοσίων σταδίων καὶ εἰς ὕψος μέχρι τὰ χαλινάρια τῶν ἵππων.