Ἀποκάλυψις Ἰωάννου
Το βιβλίο και το Αρνίο1-14
1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
Καὶ εἶδα εἰς τὴν δεξιὰν ἀπλωμένην χεῖρα τοῦ Θεοῦ, ὁ ὁποῖος ἐκάθητο ἐπάνω εἰς τὸν θρόνον, βιβλίον γραμμένον καὶ εἰς τὰς δύο σελίδας τοῦ κάθε φύλλου του, κατεσφραγισμένον μὲ ἑπτὰ σφραγῖδας.
2καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
Καὶ εἶδα ἕνα δυνατὸν ἄγγελον νὰ διαλαλῇ μὲ μεγάλην φωνήν· <ποιὸς εἶναι ἱκανὸς νὰ ἀποσφραγίσῃ τὸ βιβλίον τοῦτο καὶ νὰ ἐννοήσῃ τὸ περιεχόμενον αὐτοῦ καὶ νὰ ἐκτελέσῃ τὰ μυστηριώδη σχέδια τοῦ Θεοῦ, ποῦ εἶναι γραμμένα εἰς αὐτό;>
3καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
Καὶ κανείς, οὔτε ἀπὸ τοὺς ἀγγέλους καὶ τοὺς ἁγίους τοῦ οὐρανοῦ, οὔτε ἀπὸ τοὺς ἀνθρώπους τῆς γῆς, οὔτε ἀπὸ τοὺς νεκροὺς καὶ τὰς ὑποχθονίους δυνάμεις, ἠμπόρεσε νὰ κατανοήσῃ τὸ βιβλίον, οὒτε κἂν καὶ νὰ ἀτενίζῃ αὐτό.
4καὶ ἐγὼ ἔκλαιον πολὺ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
Καὶ ἐγὼ ἔκλαια, ἔκλαια πολύ, διότι δὲν εὑρέθη κανεὶς ἱκανὸς νὰ κατανοήσῃ τὸ περιεχόμενον τοῦ βιβλίου, οὔτε κἂν καὶ νὰ ἀτενίσῃ αὐτό.
5καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Καὶ ἔνας ἀπὸ τοὺς πρεσβυτέρους μοῦ λέγει· <μὴ κλαίῃς· ἰδοὺ ἐνίκησε ἰσχυρὸς σὰν λέων αὐτός ποὺ κατάγεται ἀπὸ τὴν φυλὴν Ἰούδα, ὁ ἀπόγονος τοῦ Δαυῒδ κατὰ τὸ ἀνθρώπινον, ὁ Ἰησοῦς Χριστός, ὥστε νὰ ἀνοίξῃ τὸ βιβλίον καὶ νὰ λύσῃ τὰς ἑπτὰ σφραγῖδας του>.
6Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἃ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν.
Καὶ εἶδα εἰς τὸ μέσον τοῦ θρόνου τοῦ Θεοῦ καὶ τῶν τεσσάρων ζῴων καὶ εἰς τὸ μέσον τῶν πρεσβυτέρων, ποὺ ἐκπροσωποῦν τὴν Ἐκκλησίαν, νὰ στέκεται γεμᾶτο ζωὴν ἕνα Ἀρνίον, ποὺ ἐφαίνετο σὰν σφαγμένο, διότι εἶχε σημάδια τῆς σφαγῇς του. Καὶ αὐτὸ εἶχε ἑπτὰ κέρατα (σύμβολα τῆς βασιλικῆς ἐξουσίας καὶ δυνάμεώς του) καὶ ἑπτὰ μάτια, ποὺ συμβολίζουν τὰ ἀναρίθμητα χαρίσματα τοῦ Πνεύματος τοῦ Θεοῦ, ποὺ ἀποστέλλονται εἰς τοὺς πιστοὺς ὅλης τῆς γῆς. (Τὸ ἀρνίον ἧτο ὁ Ἰησοῦς Χριστός, ποὺ ἐσφάγη ἐπὶ τοῦ σταυροῦ καὶ ἐτάφη καὶ ἀνεστήθη καὶ ἐδοξάσθη εἰς τὸν θρόνον τοῦ Πατρὸς καὶ ἔλαβε καὶ ὡς ἄνθρωπος βασιλικὴν ἐξουσίαν καὶ στέλλει τὸ Πνεῦμα τὸ Ἅγιον μὲ τὰ ἀνεκτίμητά του χαρίσματα πρὸς τοὺς ἀνθρώπους).
7καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
Καὶ ἦλθε καὶ ἐπῇρε τὸ κατεσφραγισμένο βιβλίον ἀπὸ τὸ δέξι χέρι ἐκείνου, ποὺ ἐκάθητο εἰς τὸν ἔνδοξον θρόνον.
8καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
Καὶ ὅταν ἐπῇρε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι (κατανοήσαντες πλέον ὅτι αὐτὸ ἧτο ἄξιον νὰ ἀνοίξῃ τὸ βιβλίον) ἔπεσαν εἰς προσκύνησιν ἐμπρὸς εἰς τὸ Ἀρνίον. Καὶ εἶχε ὁ κάθε πρεσβύτερος κιθάραν, διὰ νὰ ψάλλῃ ὕμνους δοξολογίας, καὶ φιάλες χρυσές, γεμάτες ἀπὸ εὐώδη θυμιάματα, τὰ ὁποῖα εἶναι αἱ προσευχαὶ τῶν Χριστιανῶν.
9καὶ ἄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
Καὶ ψάλλουν οἱ πρεσβύτεροι νέαν δοξολογίαν, λέγοντες πρὸς τὸ Ἀρνίον· <ἄξιος εἷσαι σὺ νὰ πάρῃς τὸ βιβλίον, νὰ ἀνοίξῃς τὰς σφραγῖδας του, νὰ τὸ ἐννοήσῃς καὶ νὰ τὸ ἑρμηνεύσῃς, διότι ἐσφάγης ἐπάνω εἰς τὸν σταυρὸν καὶ μὲ τὸ τίμιον αἷμα σου μᾶς ἐξηγόρασες ἀπὸ τὴν δουλείαν τῆς ἁμαρτίας καὶ τοῦ πονηροῦ, διὰ νὰ μᾶς παραδώσῃς εἰς τὸν Θεόν, ὡς λυτρωμένα τέκνα του, ὅλους ὅσοι, ἐπίστευσαν εἰς σέ, ἀπὸ κάθε φυλὴν καὶ γλῶσσαν καὶ λαὸν καὶ ἔθνος.
10καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
Καὶ κατέστησες αὐτοὺς βασιλεῖς καὶ ἱερεῖς πρὸς δόξαν τοῦ Θεοῦ καὶ θὰ βασιλεύσουν μαζῆ του εἰς τὴν ἀγωνιζομένην ἐπὶ τῆς γῆς καὶ εἰς τὴν θριαμβεύουσαν ἐν οὐρανοῖς Ἐκκλησίαν του>.
11καὶ εἶδον καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
Καὶ εἶδα καὶ ἤκουσα ἰσχυροτάτην φωνὴν πολλῶν ἀγγέλων ὁλόγυρα ἀπὸ τὸν θρόνον τοῦ Θεοῦ καὶ τὴν φωνὴν τῶν τεσσάρων ζῴων καὶ τῶν εἰκόσι τεσσάρων πρεσβυτέρων· καὶ ἧτο ἀναρίθμητον τὸ πλῆθος αὐτό, μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων.
12λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
Καὶ ἔλεγαν μὲ φωνὴν μεγάλην· <ἔξιον εἶναι τὸ Ἀρνίον, ποὺ ἔχει σφαγῇ, νὰ λάβῃ τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ τὴν σοφίαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν καὶ τὴν εὐλογίαν>.
13καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ κάθε κτίσμα, ποὺ εἶναι ἐπάνω εἰς τὸν οὐρανὸν καὶ κάτω εἰς τὴν γῆν καὶ ὑποκάτω ἀπὸ τὴν γῆν καὶ ἐπάνω εἰς τὴν θάλασσαν καὶ ὅλα ὅσα ὑπάρχουν εἰς τὰς περιοχὰς αὐτάς, ἤκουσα νὰ λέγουν ὅλοι μαζῆ, ἄγγελοι καὶ ἄνθρωποι, ἡνωμένος ὁ οὐράνιος καὶ ἐπίγειος κόσμος: <εἰς τὸν Θεόν, ποὺ κάθεται ἐπὶ τοῦ θρόνου, καὶ εἰς τὸ Ἀρνίον, τὸν ἐνανθρωπήσαντα Λόγον τοῦ Θεοῦ, ἀνήκει τὸ κάθε ἐγκώμιον καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ ἡ ἐξουσία εἰς τοὺς αἰῶνας τῶν αἰώνων>.
14καὶ τὰ τέσσαρα ζῷα ἔλεγον· Ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
Καὶ τὰ τέσσαρα ζῷα ἔλεγαν· <ἀμήν>. Καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ ἐπροσκύνησαν.