Ἀποκάλυψις Ἰωάννου
1Καὶ ἔδειξέ μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου.
Καὶ ὁ ἄγγελος μοῦ ἔδειξε τὸν ποταμὸν τοῦ ὕδατος τῆς ζωῆς, διαυγῆ καὶ λαμπρὸν σὰν τὸ κρύσταλλον, ὁ ὁποῖος ἐπήγαζε καὶ ἐξεχύνετο ἀπὸ τὸν θρόνον τῆς χάριτος τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου.
2ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
Καὶ εἰς τὸ μέσον τῆς πλατείας τῆς πόλεως καὶ τοῦ ποταμοῦ, ποτιζόμενον ἀπ᾿ ἐδῶ καὶ ἀπ᾿ ἐκεῖ ἀπὸ τὰ ὕδατα τοῦ ποταμοῦ, ὑπῆρχε τὸ δένδρον τῆς ζωῆς, τὸ ὁποῖον ἔκαμνε δώδεκα καρπούς· κάθε μῆνα ἔδιδε τὸν καρπόν του, καὶ τὰ φύλλα τοῦ δένδρου αὐτοῦ προορίζονται διὰ τοὺς ἐθνικούς (ποὺ ἐρρύθμιζαν τὴν ζωὴν των σύμφωνα μὲ τὸν νόμον τῆς συνειδήσεως, διότι δὲν εἴχαν γνωρίσει τὸν Χριστόν).
3καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
Καὶ δι᾿ ἐκείνους ποὺ θὰ εἰσέλθουν εἰς τὴν ἁγίαν πόλιν, δὲν ὑπάρχει κανένας φόβος ἐξώσεώς των. Καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου θὰ ὑπάρχῃ αἰωνίως εἰς τὴν πόλιν αὐτήν, καὶ οἱ δοῦλοι τοῦ Θεοῦ θὰ τὸν λατρεύσουν,
4καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
Καὶ θὰ ἴδουν τὸ πρόσωπόν του, τὴν δόξαν τῆς θεότητος του, καὶ θὰ φέρουν μὲ χαρὰν τὸ ὄνομά του ἐπάνω εἰς τὰ μέτωπά των (διὰ νὰ δηλωθῇ ἔτσι, ὅτι ἀνήκουν εἰς αὐτὸν καὶ μετέχουν ὡς ἰδικοὶ του εἰς τὴν θείαν του δόξαν).
5καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐ χρεία λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ νύκτα δὲν θὰ ὑπάρχῃ πλέον ἐκεῖ, οὔτε καὶ καμμία ἀνάγκη λύχνου καὶ φωτὸς ἡλίου, διότι Κύριος ὁ Θεὸς θὰ φωτίζῃ αὐτοὺς μὲ τὸ ἀπρόσιτον ὑπέρλαμπρον αὐτοῦ φῶς, καὶ θὰ βασιλεύσουν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ο ερχομός του Κυρίου6-17
6Καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
Καί μοῦ εἶπεν ὁ ἄγγελος· <ὅλοι αὐτοὶ οἱ λόγοι, ποὺ περιέχονται εἰς τὸ βιβλίον, εἶναι ἀπολύτως ἀξιόπιστοι καὶ ἀληθινοί. Καὶ Κύριος ὁ Θεὸς τῶν ἀγγέλων καὶ τῶν προφητῶν ἔστειλε τὸν ἄγγελόν του νὰ δείξῃ εἰς τοὺς δούλους του, εἰς τοὺς πιστοὺς δηλαδὴ τῆς Ἐκκλησίας, ἐκεῖνα τὰ ὁποῖα, σύμφωνα μὲ τὴν θείαν βουλὴν του, θὰ πραγματοποιηθοῦν σύντομα>.
7καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
<Καὶ ἰδού, λέγει ὁ Χριστός, ἔρχομαι γρήγορα. Μακάριος εἶναι ἐκεῖνος, ὁ ὁποῖος τηρεῖ τὰς προφητείας, ποὺ εἶναι γραμμένες εἰς τὸ βιβλίον τοῦτο>.
8Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
Καὶ ἐγώ, ποὺ ἤκουσα καὶ εἶδα ὅλα αὐτά, εἷμαι ὁ Ἰωάννης. Καὶ ὅταν τὰ ἤκουσα καὶ τὰ εἶδα, γεμᾶτος ἱερὸν δέος καὶ εὐλάβειαν δι᾿ αὐτά, ἔπεσα νὰ προσκυνήσω ἐμπρὸς εἰς τὰ πόδια τοῦ ἀγγέλου, ποὺ μοῦ τὰ ἔδειχνε.
9καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
Καὶ μοῦ εἶπεν ὁ ἄγγελος· <πρόσεξε, μὴ κάμῃς κάτι τέτοιο· διότι ἐγὼ εἷμαι σύνδουλος ἰδικός σου καὶ τῶν προφητῶν καὶ ὅλων ἐκείνων, οἱ ὁποῖοι φυλάσσουν τὰ λόγια τοῦ βιβλίου τούτου. Τὸν Θεὸν προσκύνησε>.
10Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
Καὶ μοῦ εἶπεν ὁ Χριστός· <μὴ σφραγίσῃς, μὴ κρατήσῃς κρυμμένους καὶ μυστικοὺς τοὺς λόγους τῶν προφητειῶν, ποὺ περιέχονται εἰς τὸ βιβλίον τοῦτο, ἀλλὰ ἀνακοίνωσέ τους καὶ διάδωσέ τους· διότι ὁ καιρὸς τῆς πραγματοποιήσεώς των πλησιάζει>.
11ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
(Ὁ καθένας εἶναι ἐλεύθερος νὰ τοὺς δεχθῇ ἢ νὰ τοὺς ἀρνηθῇ. Θὰ βαστάσῃ δι᾿ αὐτὸ τὴν εὐθύνην του). <Ὁ ἄδικος, ἂς ἐξακολουθήσῃ νὰ διαπράττῃ τὰς ἀδικίας καὶ ἁμαρτίας· ἐλεύθερος εἶναι. Ὁμοίως καὶ ὁ ἀκάθαρτος, ἀπὸ τὰ ρυπαρὰ ἔργα τῆς διαφθορᾶς του ἂς γίνῃ περισσότερον ρυπαρός, ἐὰν αὐτὸ θέλῃ. Ἀλλὰ καὶ ὁ δίκαιος, ποὺ ἔχει δώσει τὴν θέλησίν του εἰς τὸ ἀγαθόν, ἂς πραγματοποιήσῃ περισσοτέραν δικαιοσύνην. Ὁμοίως καὶ ὁ ἅγιος, ἂς ἁγιασθῇ ἀκόμη περισσότερον.
12Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
Ἰδοὺ ἔρχομαι γρήγορα καὶ ἔχω μαζῆ μου τὸν μισθόν, διὰ νὰ ἀνταμείψω τὸν καθένα ἀπὸ τοὺς πιστοὺς καὶ ἐναρέτους σύμφωνα μὲ τὰ ἔργα τῆς ζωῆς του καὶ τὴν ὅλην κατάστασιν τῆς καρδίας του.
13ἐγὼ τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος.
Ἐγὼ εἷμαι τὸ Α καὶ τὸ Ω, ἡ ἀπειροτελεία ὕπαρξις, ὁ χωρὶς ἀρχὴν πρῶτος καὶ χωρὶς τέλος ἔσχατος. Εἷμαι ὁ αἰώνιος καὶ ἀναλλοίωτος, ἡ δημιουργικὴ ἀρχὴ καὶ αἰτία τῶν πάντων καὶ ὁ ὕψιστος σκοπὸς αὐτῶν>.
14Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
Καὶ ὁ ἄγγελος ἐπρόσθεσε· <Μακάριοι εἶναι ἐκεῖνοι, ποὺ τηροῦν τὰς ἐντολὰς τοῦ Χριστοῦ, διὰ νὰ ἔχουν ἔτσι ἐξουσίαν ἀπὸ τὸν Θεὸν καὶ δικαίωμα νὰ τρέφωνται ἀπὸ τὸ δένδρον τῆς ζωῆς καὶ νὰ εἰσέλθουν ἐλεύθερα ἀπὸ τὰς πύλας εἰς τὴν πόλιν τοῦ Θεοῦ, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
15ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος.
Ἔξω οἱ ἀδιάντροποι σὰν τὰ σκυλιὰ καὶ οἱ ὁποῖοι κατατεμαχίζουν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ· ἔξω οἱ μάγοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ κάθε ἔνας, ποὺ ἀρνεῖται τὴν ἀλήθειαν, ἀγαπᾷ δὲ καὶ ἀκολουθεῖ τὸ ψεῦδος τῆς ἁμαρτίας>.
16Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυῒδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
<Ἐγώ, ὁ Ἰησοῦς, ἔστειλα τὸν ἄγγελόν μου νὰ κηρύξῃ καὶ μαρτυρήσῃ εἰς σᾶς ὅλα αὐτά, ποὺ περιέχονται εἰς τὸ βιβλίον τοῦτο, διὰ νὰ γίνουν γνωστὰ εἰς τὰς Ἐκκλησίας. Ἐγὼ εἷμαι ἡ ρίζα τοῦ Δαυΐδ, ὁ γνήσιος αὐτοῦ ἀπόγονος καὶ κληρονόμος τῶν θείων ἐπαγγελιῶν. Ἐγὼ εἷμαι τὸ λαμπρὸν ἄστρον τῆς αὐγῆς, ὁ ἀνέσπερος ἥλιος τῆς δικαιοσύνης, ποὺ χαρίζω τὴν ἀτελείωτον αἰωνίαν ἡμέραν>.
17Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· Ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω· Ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, καὶ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
Καὶ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ ἡ νύμφη-Ἐκκλησία λέγουν· <ἔλα, Νυμφίε ἔλα>. Καὶ καθένας, ποὺ ἀκούει τὰς προφητείας αὐτάς, ἂς εἴπῃ· <ἔλα, Νυμφίε, ἔλα>. Καὶ καθένας ποὺ διψᾷ τὸν Νυμφίον Χριστὸν καὶ τὴν αἰωνίαν μακαριότητα ἂς ἔλθῃ· καὶ ὅποιος θέλει, ἂς πάρῃ δωρεὰν τὸ ὕδωρ τῆς ζωῆς.
Επίλογος18-21
18Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπὶ ταῦτα, ἐπιθήσει ὁ Θεὸς ἐπ᾿ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
Ἐγώ, ὁ Ἰωάννης, ὁμολογῶ καὶ διαβεβαιώνω καθένα, ποὺ ἀκούει τὰ λόγια τῶν προφητειῶν τοῦ βιβλίου τούτου, ὅτι ἐὰν κανεὶς προσθέσῃ εἰς αὐτά, θὰ προσθέσῃ ὁ Θεὸς ἐπάνω εἰς αὐτὸν τὰς πληγὰς καὶ τὰς τιμωρίας, ποὺ εἶναι γραμμένες εἰς τὸ βιβλίον τοῦτο.
19καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
Καὶ ἐὰν κανεὶς ἀφαιρέσῃ ἀπὸ τὰ προφητικὰ λόγια τοῦ βιβλίου, θὰ ἀφαιρέσῃ ὁ Θεὸς τὴν μερίδα καὶ τὴν συμμετοχὴν του ἀπὸ τὸ δένδρον τῆς αἰωνίου ζωῆς καὶ ἀπὸ τὴν ἁγίαν πόλιν, ποὺ εἶναι γραμμένα εἰς τὸ βιβλίον αὐτό.
20Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναὶ ἔρχομαι ταχύ. Ἀμήν, ναὶ ἔρχου, Κύριε Ἰησοῦ.
Λέγει ὁ Χριστός, ὁ ὁποῖος μαρτυρεῖ τὴν ἀπόλυτον ἀλήθειαν τῶν προφητειῶν τοῦ βιβλίου. <Ναί, ἔρχομαι γρήγορα>. Καὶ ὁ Ἰωάννης μαζῆ μὲ ὅλην τὴν Ἐκκλησίαν ἀπαντοῦν· <ἀμήν· ναί, ἔλα, Κύριε Ἰησοῦ>.
21Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων· ἀμήν.
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ εἴθε νὰ εἶναι μὲ ὅλους τοὺς Χριστιανούς. Ἀμὴν