Πρὸς Ῥωμαίους · Β΄
Ἐπιστολή

Πρὸς Ῥωμαίους

Κεφάλαιον Β΄

Η δίκαιη κρίση του Θεού για όλους1Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. 1Καί σὺ ὁ Ἰουδαῖος γνωρίζεις πόσον ὁ Θεὸς ὀργίζεται ἐναντίον ἐκείνων που καταπατοῦν τὸ θέλημά του). Διὰ τοῦτο εἷσαι ἀναπολόγητος, ὦ ἄνθρωπε, οἰοσδήποτε καὶ ἂν εἷσαι σύ, ὁ ὁποῖος καταδικάζεις τοὺς ἄλλους, διότι καθ᾿ ὃν χρόνον κρίνεις καὶ καταδικάζεις τὸν ἄλλον, κρίνεις καὶ καταδικάζεις τὸν ἑαυτόν σου. Ἐπειδὴ καὶ σὺ ὁ Ἰουδαῖος, ποὺ παρουσιάζεσαι ὡς αὐτόκλητος δικαστής, κάμνεις τὰ ἴδια μὲ τὸν εἰδωλολάτρην. 2οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. 2Γνωρίζομεν δὲ πολὺ καλὰ ὅτι ἡ δικαία κρίσις καὶ καταδίκη ἐκ μέρους τοῦ Θεοῦ ἐναντίον ἐκείνων, ποὺ πράττουν τέτοια ἁμαρτωλὰ ἔργα, εἶναι βεβαία καὶ ἀληθινή. 3λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ; 3Σύ, δέ, ὦ ἄνθρωπε, ὁ ὁποῖος καταδικάζεις τοὺς ἄλλους, ποὺ διαπράττουν αὐτά, ἐνῶ καὶ σὺ κάμνεις τὰ ἴδια, νομίζεις ὅτι θὰ ἀποφύγῃς τὴν καταδίκην σου ἐκ μέρους τοῦ Θεοῦ; 4ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; 4Ἡ δείχνεις περιφρόνησιν καὶ ἀχαριστίαν πρὸς τὸν πλοῦτον τῆς ἀγαθότητος τοῦ Θεοῦ καὶ τῆς ἀνεκτικότητός του καὶ τῆς μακροθυμίας του ἀπέναντί σου, θέλων ἔτσι νὰ ἀγνοῇς ὅτι ἡ στοργὴ καὶ ἡ ἀγαθότης τοῦ Θεοῦ σὲ ὁδηγεῖ εἰς μετάνοιαν καὶ διόρθωσιν; 5κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, 5Σύμφωνα δὲ μὲ τὴν σκληρότητά σου, μὲ τὴν ἀμετανόητον καὶ ἀναίσθητον καρδίαν σου, ποὺ δὲν μαλάσσεται ἀπὸ τὴν τόσην στοργὴν τοῦ Θεοῦ, συσσωρεύεις ἐναντίον τοῦ εὐατού σου θησαυροὺς ὀργῆς, ποὺ θὰ ἐκσπάσουν κατὰ τὴν ἡμέραν, κατὰ τὴν ὁποίαν θὰ ἐκδηλωθῇ ἡ ὀργὴ τοῦ Θεοῦ καὶ θὰ φανερωθῇ ἡ δικαία κρίσις αὐτοῦ, 6ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, 6ὁ ὁποῖος καὶ <θὰ ἀποδώσῃ εἰς τὸν καθένα κατὰ τὰ ἔργα του>· 7τοῖς μὲν καθ᾿ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον, 7εἰς ἐκείνους μέν, οἱ ὁποῖοι μὲ ὑπομονὴν καὶ ἐπιμονὴν πράττουν τὰ ἀγαθὰ καὶ ἐνάρετα ἔργα, ζητοῦν δὲ ἀπὸ τὸν Θεὸν τὴν δόξαν τοῦ οὐρανοῦ καὶ τὴν ἀφθαρσίαν καὶ τὴν ἀθανασίαν, θὰ δώσῃ ὁ Θεὸς ζωὴν αἰωνίαν πλησίον του. 8τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή· 8Ἐναντίον δὲ ἐκείνων, οἱ ὁποῖοι ἀπὸ πνεῦμα ἀντιλογίας καὶ φιλονεικίας δὲν πείθονται μὲν καὶ δὲν ὑποτάσσονται εἰς τὴν ἀλήθειαν, πείθονται δὲ καὶ ὑποδουλώνονται εἰς τὴν ἀδικίαν, θὰ ἐκσπάσῃ θυμὸς καὶ ὀργή. 9θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· 9Θλῖψις καὶ στενοχωρία θὰ κυριεύσῃ καὶ θὰ πλημμυρίσῃ κάθε ἄνθρωπον, ὁ ὁποῖος ἀμετανόητα ἐπιμένει νὰ ἐργάζεται τὸ κακόν, τὸν Ἰουδαῖον κατὰ πρῶτον λόγον, ἀλλὰ καὶ τὸν ἐθνικόν· 10δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 10δόξα δὲ ἀπὸ τὸν Θεόν, τιμὴ καὶ ἔπαινος, εἰρήνη καὶ χαρὰ θὰ δοθῇ εἰς καθένα, ποὺ ἐργάζεται τὸ ἀγαθόν, εἰς τὸν Ἰουδαῖον πρῶτον, ἀλλὰ καὶ εἰς τὸν εἰδωλολάτρην· 11οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 11διότι δὲν εἶναι προσωπολήπτης ὁ Θεός· (δὲν λαμβάνει ὑπ᾿ ὄψιν τὴν φυλὴν καὶ τὴν τάξιν τῶν ἀνθρώπων, ἀλλὰ τὴν πίστιν καὶ τὰ ἔργα των). 12ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 12Δι᾿ αὐτό, ὅσοι ἡμάρτησαν, χωρὶς νὰ ἔχουν γνωρίσει τὸν μωσαϊκὸν Νόμον, θὰ καταδικασθοῦν εἰς ἀπώλειαν, χωρὶς νὰ χρησιμοποιηθῇ ὁ Νόμος ὡς μέτρον τῆς κρίσεως ἐναντίον των· καὶ ὅσοι ἡμάρτησαν, ἐνῶ εἴχαν λάβει καὶ ἐγνώριζαν τὸν γραπτόν, τὸν μωσαϊκὸν Νόμον, θὰ κριθοῦν ἐπὶ τῇ βάσει τοῦ Νόμου. 13οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 13Διότι δίκαιοι καὶ ἄξιοι ἀμοιβῆς ἐνώπιον τοῦ Θεοῦ δὲν εἶναι αὐτοί, οἱ ὁποῖοι ἁπλῶς ἀκούουν καὶ γνωρίζουν τὸν Νόμον, ἀλλ᾿ ὅσοι τὸν τηροῦν καὶ τὸν ἐφαρμόζουν. 14ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 14Ὅταν λοιπὸν ἐθνικοὶ καὶ εἰδωλολάτραι, ποὺ δὲν ἔχουν λάβει τὸν γραπτὸν Νόμον τοῦ Θεοῦ, πράττουν δὲ ἀπὸ ἔμφυτον ἠθικὴν παρόρμησιν ὅσα λέγει ὁ Νόμος, αὐτοὶ καίτοι δὲν ἔχουν νόμον εἶναι οἱ ἴδιοι διὰ τὸν εὐατὸν των νόμος (ἐπειδὴ ἔχουν ὁδηγὸν τὴν συνείδησίν των). 15οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, 15Αὐτοὶ ἀποδεικνύουν καὶ φανερώνουν μὲ τὴν συμπεριφορὰν των, ὅτι ἔχουν γραπτὸν τὸ ἔργον τοῦ Νόμου μέσα εἰς τὰς καρδίας των, ὅταν ἡ συνείδησίς των δίδῃ μαρτυρίαν καὶ ἐπιβεβαίωσιν εἰς αὐτοὺς διὰ τὰς πράξεις των, ἂν εἶναι καλαὶ ἢ κακαί, ἡ δὲ διάνοια ἐκ παραλλήλου πρὸς τὴν συνείδησιν ἀναπτύσσει λογισμούς, οἱ ὁποῖοι κατηγοροῦν ὁ ἔνας τὸν ἄλλον ἢ καὶ ἀπολογοῦνται, διὰ τὴν ἐξακρίβωσιν τοῦ καλοῦ. 16ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. 16Αὐτοί, λοιπόν, οἱ εἰδωλολάτραι, οἱ τηρηταὶ τοῦ ἐμφύτου ἠθικοῦ νόμου, θὰ ἀνακηρυχθοῦν δίκαιοι ἐκ μέρους τοῦ Θεοῦ κατὰ τὴν ἡμέραν ἐκείνην, κατὰ τὴν ὁποίαν ὁ δίκαιος Θεὸς θὰ κρίνῃ τὰς φανερὰς καὶ κρυφὰς πράξεις τῶν ἀνθρώπων διὰ τοῦ Ἰησοῦ Χριστοῦ, σύμφωνα μὲ τὸ Εὐαγγέλιον, τὸ ὁποῖον ἐγὼ κηρύττω. Η κρίση του Ιουδαίου σύμφωνα με το νόμο17Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, 17Ἰδού, λοιπόν, σὺ ἔχεις ὡς τιμητικὸν τίτλον τὸ ὄνομα τοῦ Ἰουδαίου (ὄναμα ποὺ τὸ ἐτίμησαν πατριάρχαι καὶ προφῆται) καὶ ἐπαναπαύεσαι εἰς τὸν Νόμον, ποὺ ἔχεις λάβει, καὶ καυχᾶσαι διὰ τὸν Θεόν, ποὺ ἔχεις γνωρίσει ὡς ἰδικόν σου. 18καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου, 18Καὶ γνωρίζεις τουλάχιστον θεωρητικῶς, τὸ θέλημα τοῦ Θεοῦ καὶ εἷσαι εἰς θέσιν νὰ διακρίνῃς τὴν διαφορὰν μεταξὺ καλοῦ καὶ κακοῦ, διότι διδάσκεσαι ἀπὸ τὸν Νόμον· 19πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, 19καὶ ἔχεις σχηματίσει διὰ τὸν εὐατόν σου τὴν πεποίθησιν ὅτι εἷσαι ἀδηγὸς τῶν τυφλῶν, δηλαδὴ τῶν εἰδωλολατρῶν, φῶς δι᾿ ἐκείνους ποὺ εὑρίσκονται εἰς τὸ σκοτάδι τῆς πλάνης, 20παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. 20παιδαγωγὸς κατὰ Θεὸν τῶν ἀφρόνων, διδάσκαλος αὐτῶν ποὺ εἶναι νήπιοι κατὰ τὴν γνῶσιν καὶ τὴν ἀρετήν, ἄνθρωπος γενικῶς, ποὺ ἔχεις ἀπὸ τὸν Νόμον τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας. 21ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; 21Σὺ λοιπόν, ποὺ διδάσκεις τὸν ἄλλον, δὲν διδάσκεις καὶ δὲν συνετίζεις τὸν εὐατόν σου; Σύ, ποῦ κηρύττεις εἰς τοὺς ἄλλους νὰ μὴ κλέπτουν, κλέπτεις; 22ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; 22Σύ, ποῦ συμβουλεύεις τοὺς ἄλλους νὰ μὴ καταπατοῦν τὴν συζυγικὴν πίστιν, διαπράττεις μοιχείαν; Σύ, ποῦ ἀποστρέφεσαι μὲ ἀηδίαν τὰ εἴδωλα, διαπράττεις ἱεροσυλίας, κλέπτων χρήματα ἀπὸ τοὺς εἰδωλολατρικοὺς ναούς; 23ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; 23Σύ, ποὺ καυχᾶσαι διὰ τὴν γνῶσιν τοῦ Νόμου, μὲ τὴν παράβασιν αὐτοῦ τοῦ Νόμου προσβάλλεις καὶ ἀτιμάζεις τὸν Θεόν; 24τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾿ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται. 24Διότι πράγματι, <ἐξ αἰτίας τῶν ἰδικῶν σας ἀναισχύντων παραβάσεων ὑβρίζεται καὶ βλασφημείται τὸ ὄνομα τοῦ Θεοῦ μεταξὺ τῶν εἰδωλολατρῶν>, ὅπως ἔχει γραφῆ ἀπὸ τὸν προφήτην Ἠσαΐαν. 25περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς. ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. 25Ἔτσι δέ σοῦ εἶναι ἐντελῶς ἄχρηστος ἡ περιτομή. Διότι ἡ περιτομὴ σὲ ὠφελεῖ, ἐὰν τηρῇς τὸν Νόμον. Ἐὰν ὅμως εἷσαι παραβάτης τῶν διατάξεων τοῦ Νόμου, ἡ περιτομή σου ἔχασε κάθε ἀξίαν καὶ ἔγινε σὰν τὴν ἀκροβυστίαν τῶν εἰδωλολατρῶν. 26ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; 26Ἐὰν τώρα ὁ ἀπερίτμητος εἰδωλολάτρης τηρῇ τὰς διατάξεις τοῦ νόμου καὶ συμμορφώνεται πρὸς αὐτόν, τότε ἡ ἀκροβυστία του δὲν θὰ θεωρηθῇ ἀπὸ τὸν Θεὸν ὡς περιτομή; 27καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. 27Ἔτσι δέ, ὁ ἐθνικός, ποὺ ἔχει φυσικὴν τὴν ἀκροβυστίαν, τηρεῖ ὅμως τὸν νόμον τοῦ Θεοῦ, θὰ καταδικάσῃ σέ, ὁ ὁποῖος, καίτοι ἔλαβες ἀπὸ τὸν Θεὸν τὸν γραπτὸν Νόμον καὶ τὴν περιτομήν, παραβαίνεις ἐν τούτοις τὸν Νόμον. 28οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, 28Διότι Ἰουδαῖος ἀληθινὸς καὶ ἄξιος τῶν δωρεῶν τοῦ Θεοῦ δὲν εἶναι ἐκεῖνος, ποὺ ἐξωτερικῶς φαίνεται ὡς Ἰουδαῖος οὔτε ἀληθινὴ περιτομὴ εἶναι ἐκείνη, ποὺ ἔχει γίνει καὶ φαίνεται εἰς τὴν σάρκαν. 29ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾿ ἐκ τοῦ Θεοῦ. 29Ἀλλὰ πραγματικὸς καὶ εὐάρεστος εἰς τὸν Θεὸν Ἰουδαῖος εἶναι ἐκεῖνος, ποὺ μὲ τὸ ἄγνωστος εἰς τοὺς ἀνθρώπους καὶ κρυφὸ ἐσωτερικὸν του λατρεύει καὶ ὑπακούει εἰς τὸν Θεόν. Καὶ ἀληθινὴ περιτομὴ εἶναι ἡ ἀποκοπὴ πάσης κακίας καὶ ἐνοχῆς ἀπὸ τὴν καρδίαν, ἡ ὁποία γίνεται μὲ τὴν χάριν τοῦ Ἁγίου Πνεύματος καὶ ὄχι μὲ τὴν τυπικὴν καὶ νεκρὰν πλέον διάταξιν τοῦ μωσαϊκοὺ Νόμου. Αὐτὸς δέ, ὁ ἀληθινὰ γνήσιος Ἰουδαῖος θὰ λάβῃ τὸν ἔπαινόν του, ὄχι ἐκ μέρους ἀνθρώπων, ἀλλὰ ἀπὸ τὸν ἴδιον τὸν Θεόν.

Τέλος του Β΄ κεφαλαίου Κεφάλαιον Γ΄ →
Σελίδα από · στίχοι