Ἰωάννου Α΄
Η μαρτυρία του Πνεύματος1-12
1Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
Καθένας ποὺ ἔχει τὴν ἀληθινὴν καὶ ἐνεργὸν πίστιν, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστός, ὁ Θεάνθρωπος λυτρωτής, ἔχει γεννηθῇ πνευματικῶς ἀπὸ τὸν Θεὸν καὶ καθένας ποὺ ἀγαπᾷ τὸν Θεόν, ὁ ὁποῖος τὸν ἔχει γεννήσει πνευματικῶς, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν του, ποὺ ἔχει γεννηθῇ ἀπὸ τὸν ἴδιον Θεὸν Πατέρα.
2ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
Μὲ τοῦτο ἐδῶ τὸ γεγονὸς γνωρίζομεν, ὅτι ἀγαπῶμεν εἰλικρινῶς τὰ τέκνα τοῦ Θεοῦ, ὅταν ἀγαπῶμεν τὸν Θεὸν μὲ ὅλην μας τὴν δύναμιν καὶ ἀγωνιζόμεθα νὰ τηροῦμεν τὰς ἐντολὰς του.
3αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
Διότι αὐτῇ εἶναι ἡ πρὸς τὸν Θεὸν εἰλικρινὴς ἀγάπη, νὰ τηροῦμεν τὰς ἐντολὰς του καὶ αἱ ἐντολαὶ του δὲν εἶναι καταθλιπτικαὶ καὶ ἀκατόρθωτοι.
4ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.
Διότι καθένας, ποὺ ἔχει ἀναγεννηθῇ ἀπὸ τὸν Θεόν, νικᾷ τὸν ἁμαρτωλὸν κόσμον, ὁ ὁποῖος παρεμβάλλει δυσκολίας εἰς τὴν τήρησιν τοῦ θείου θελήματος. Καὶ αὐτῇ εἶναι ἡ νίκη, ἡ ὁποία ἐνίκησε τὸν κόσμον τῆς ἁμαρτίας, ἡ πίστις ἡμῶν, (ἡ ὁποία καταλύει τὴν ἁμαρτίαν καὶ ὁδηγεῖ εἰς τὸν δρόμον τῆς ἀρετῆς καὶ τῆς ζωῆς).
5τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ;
Ποιὸς δὲ εἶναι ἐκεῖνος, ποὺ νικᾷ πράγματι τὸν κόσμον τῶν ἀπατηλῶν τέρψεων καὶ ἁμαρτιῶν, παρὰ μόνον ἐκεῖνος, ποῦ ἀδίστακτα πιστεύει, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ, ποῦ ἐνηνθρώπησε διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων;
6Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾿ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾿ ἐν τῷ ὕδατι καὶ τῷ αἵματι· καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια.
Αὐτὸς εἶναι ὁ Ἰησοῦς Χριστός, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ποὺ ᾖλθε εἰς τὴν γῆν ὡς ἄνθρωπος καὶ ἀπεδείχθη ὡς Μεσσίας διὰ τοῦ βαπτίσματος εἰς τὸ ὕδωρ τοῦ Ἰορδάνου, ὅπου ἐμαρτυρήθη ἀπὸ τὸν Πατέρα ὡς Υἱὸς του ἀγαπητὸς καὶ διὰ τοῦ αἵματός του, ποὺ προσέφερε ὡς θυσίαν πρὸς τὸν Θεὸν διὰ τὴν σωτηρίαν ἡμῶν. Καὶ δὲν ἀπεδείχθη Μεσσίας διὰ τοῦ βαπτίσματος μόνον, ἀλλὰ καὶ διὰ τοῦ αἵματός του, ποὺ ἔχυσε ὡς θυσίαν ἐπάνω εἰς τὸν σταυρόν. Ἀλλὰ καὶ τὸ Ἅγιον Πνεῦμα εἶναι ἐκεῖνο, ποὺ μαρτυρεῖ περὶ αὐτοῦ καὶ ἡ μαρτυρία αὐτῇ εἶναι ἀπολύτως ἀληθινή, διότι τὸ Πνεῦμα τὸ Ἅγιον εἶναι αὐτὴ αὕτη ἡ ἀλήθεια.
7ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῷ οὐρανῷ, ὁ Πατὴρ, ὁ Λόγος καὶ τὸ ἅγιον Πνεῦμα, καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσι.
Διότι τρεῖς εἶναι ἐκεῖνοι, οἱ ὁποῖοι μαρτυροῦν εἰς τὸν οὐρανὸν καὶ λέγουν πάντοτε τὴν ἀπόλυτον καὶ καθαρὰν ἀλήθειαν, ὁ Πατήρ, ὁ Λόγος καὶ τὸ Ἅγιον Πνεῦμα. Καὶ αὐτοὶ οἱ τρεῖς εἶναι ἕνα, διότι ἔχουν τὴν αὐτὴν φύσιν καὶ οὐσίαν.
8καὶ τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῇ γῇ, τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
Καὶ τρεῖς εἶναι ἐκεῖνοι, ποὺ μαρτυροῦν κάτω εἰς τὴν γῆν· τὸ Ἅγιον Πνεῦμα μὲ τὰς προφητείας καὶ ἀποκαλύψεις, τὸ βάπτισμα τοῦ Χριστοῦ εἰς τὸ ὕδωρ τοῦ Ἰορδάνου καὶ τὸ αἷμα τοῦ Χριστοῦ, ποὺ ἐχύθη κατὰ τὴν σταυρικὴν θυσίαν. Καὶ τὰ τρία αὐτὰ μαρτυροῦν διὰ τὸ ἕνα καὶ τὸ αὐτὸ γεγονός, διὰ τὸν Ἰησοῦν Χριστὸν ὡς Θεάνθρωπον λυτρωτήν.
9εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ ἣν μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτοῦ.
Ἐὰν δὲ δεχώμεθα ὡς ἀληθηνὴν τὴν μαρτυρίαν τῶν ἀνθρώπων, οἱ ὁποῖοι ὡς ἄνθρωποι πιθανὸν καὶ νὰ πλανῶνται, ἀκόμη περισσότερον καὶ χωρὶς κανένα δισταγμὸν πρέπει νὰ δεχθῶμεν τὴν μαρτυρίαν τοῦ Θεοῦ, ἐπειδὴ αὐτὴ εἶναι ἀσυγκρίτως ἀνωτέρα ἀπὸ τὴν μαρτυρίαν τῶν ἀνθρώπων· διότι ἡ παρὰ πάνω μαρτυρία εἶναι ἡ ἀπολύτως ἀξιόπιστος μαρτυρία τοῦ Θεοῦ, τὴν ὁποίαν ἔχει δώσει, κατὰ τὸν πλέον ἐπίσημον τρόπον περὶ τοῦ Υἱοῦ του.
10ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκε ὁ Θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
Ἐκεῖνος δέ ποὺ πιστεύει ἀδίστακτα εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει αὐτὴν τὴν μαρτυρίαν μέσα του, ἐπικυρωμένην καὶ ἀπὸ τὴν προσωπικὴν του πεῖραν ὡς πιστοῦ Χριστιανοῦ. Ἐκεῖνος ὅμως ποὺ δὲν πιστεύει εἰς τὸν Θεόν, εἶναι σὰν νὰ ἔχῃ κάμει αὐτὸν ψεύστην καὶ ἀνάξιον ἐμπιστοσύνης, διότι δὲν ἔχει πιστεύσει εἰς τὴν ἐπίσηνος μαρτυρίαν, τὴν ὁποίαν ἔχει δώσει ὁ Θεὸς περὶ τοῦ Υἱοῦ του.
11καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεός, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.
Καὶ αὐτῇ εἶναι ἡ μεγάλη μαρτυρία τοῦ Θεοῦ, ὅτι αὐτὸς ἔδωκεν εἰς ἡμᾶς τοὺς πιστοὺς ζωὴν αἰώνιον. Καὶ αὐτῇ ἡ αἰώνιος καὶ μακαρία ζωὴ ὑπάρχει εἰς τὸν Υἱὸν του καὶ μεταδίδεται διὰ τοῦ Υἱοῦ του εἰς ὅσους πιστεύουν εἰς αὐτόν.
12ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
Διότι πράγματι ἐκεῖνος που ἔχει εἰς τὴν καρδίαν του τὸν Υἱὸν καὶ εἶναι ἐνωμένος μὲ αὐτὸν διὰ τῆς πίστεως, ἔχει τὴν μαρτυρίαν καὶ τὴν αἰωνίαν ζωήν. Ἐκεῖνος ὅμως ποὺ δὲν ἔχει μέσα του τὸν Υἱὸν τοῦ Θεοῦ, δὲν ἔχει τὴν αἰωνίαν ζωήν.
Η βεβαιότητα για την αιώνια ζωή13-21
13Ταῦτα ἔγραψα ὑμῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ.
Ἔγραψα αὐτὰ εἰς σᾶς, ποὺ πιστεύετε μὲ ὅλην σας τὴν καρδίαν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, διὰ νὰ γνωρίσετε καλά, ὅτι ἔχετε αἰωνίαν ζωὴν καὶ διὰ νὰ πιστεύσετε ἀκόμη περισότερον καὶ σταθερότερον εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.
14καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν.
Καὶ αὐτῇ ἡ πίστις εἶναι τὸ θάρρος καὶ ἡ παρρησία, ποὺ ἔχομεν πρὸς τὸν Θεόν, ποὺ ἐκδηλώνεται καὶ εἰς τὸ γεγονός, ὅτι ἐὰν τοῦ ζητοῦμεν κάτι σύμφωνον πρὸς τὸ θέλημά του, ἀκούει τὴν προσευχὴν μας καὶ ἐκπληρώνει τὸ αἴτημά μας.
15καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν παρ᾿ αὐτοῦ.
Καὶ ἐφ᾿ ὅὅσον γνωρίζομεν καλὰ καὶ εἵμεθα βέβαιοι ὅτι μᾶς ἀκούει εἰς ὅ,τι ἠθέλαμεν ζητήσει ἀπὸ αὐτόν, γνωρίζομεν ἐπίσης καλά, ὅτι ἔχομεν καὶ τὰ αἰτήματα ποὺ ἐζητήσαμεν ἀπὸ αὐτὸν διὰ τῆς προσευχῆς (ἐφ᾿ ὅσον βέβαια αὐτὰ εἶναι σύμφωνα μὲ τὸ ἅγιον θέλημα του).
16Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
Ἐὰν κανεὶς ἵδῃ τὸν ἀδελφὸν του νὰ διαπράττῃ ἁμαρτίαν, ἡ ὁποία δὲν φέρει πνευματικὸν θάνατον, θὰ ζητήσῃ ἀπὸ τὸν Θεὸν διὰ τῆς προσευχῆς καὶ θὰ δώσῃ ὁ Θεὸς εἰς αὐτὸν ζωήν· δηλαδὴ θὰ δώσῃ ἄφεσιν καὶ ζωήν, εἰς ἐκείνους ποὺ περιπίπτουν εἰς μὴ θανάσιμα ἁμαρτήματα. Ὑπάρχει ἁμαρτία, ἡ ὁποία ὁδηγεῖ πρὸς τὸν πνευματικὸν θάνατον· δὲν λέγω καὶ δὲν προτρέπω νὰ παρακαλέσῃ κανεὶς τὸν Θεὸν διὰ τὴν θανάσιμον καὶ ἀθεράπευτον πλέον αὐτὴν ἁμαρτίαν.
17πᾶσα ἀδικία ἁμαρτία ἐστί· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
Κάθε ἀδικία, καὶ ἡ πλέον μικρὰ παράβασις τοῦ θείου θελήματος, εἶναι ἁμαρτία. Ἀλλ᾿ ὑπάρχει καὶ ἁμαρτία, ποὺ ὁδηγεῖ πρὸς τὸν πνευματικὸν θάνατον.
18οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ᾿ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
Γνωρίζομεν δὲ καλά, ὅτι καθένας ποὺ ἔχει ἀναγεννηθῇ ἀπὸ τὸν Θεόν, ἀγωνίζεται ἐπιτυχῶς κατὰ τῆς ἁμαρτίας καὶ δὲν ἁμαρτάνει. Ἀλλὰ προφυλάσσει τὸν εὐατὸν του ἀπὸ τὴν ἁμαρτίαν ἐκεῖνος, ποὺ ἔχει ἀναγεννηθῇ ἀπὸ τὸν Θεόν, καὶ ὁ πονηρὸς δὲν τὸν θίγει οὔτε καὶ ἔχει καμμίαν ἐξουσίαν ἐπάνω εἰς αὐτόν.
19οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
Ἔχομεν βεβαίαν τὴν πληροφορίαν τῆς συνειδήσεως ὅτι ἡμεῖς οἱ πιστοὶ εἵμεθα ἀπὸ τὸν Θεόν, ἐνῶ ἓξ ἀντιθέτου ὅλοι οἱ μακρὰν τοῦ Θεοῦ, οἱ ἄνθρωποι τοῦ ἁμαρτωλοῦ κόσμου, εἶναι βυθισμένοι μέσα εἰς τὴν πονηρίαν καὶ εὑρίσκονται κάτω ἀπὸ τὴν ἐξουσίαν τοῦ πονηροῦ.
20οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκομεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.
Γνωρίζομεν δὲ καλά, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἔχει ἔλθει καὶ μᾶς ἔδωσε νοῦν φωτισμένον καὶ ἱκανὸν νὰ γνωρίζωμεν τὸν ἀληθινὸν Θεόν. Εἴμεθα δὲ καὶ ζῶμεν μέσα εἰς τὸν ἀληθινόν Θεόν, διὰ τοῦ Υἱοῦ του, τοῦ Ἰησοῦ Χριστοῦ. Καὶ αὐτός, ὁ Ἰησοῦς Χριστός, εἶναι ὁ ἀληθινὸς Θεός, καὶ ἡ αἰώνιος ζωὴ καὶ ἡ ἀνεξάντλητος πηγὴ τῆς αἰωνίας ζωῆς.
21Τεκνία, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων· ἀμήν.
Παιδιά μου, ἀγαπημένα μου παιδιά, προφυλάξτε τὸν ἑαυτὸν σας ἀπὸ τὰ διάφορα εἴδωλα τοῦ ἁμαρτωλοῦ καὶ ἀπίστου κόσμου. Ἀμήν.